309
τοὺς ἐκ πάππων ἢ προ πάππων κληρονομήσαντας διαιρεθέντας ἐκ τῶν αὐτῶν κʹ χρόνων ἐξαναδιδόναι τῷ δημοσίῳ, καὶ τοὺς ὠνησαμένους ἔξω τῆς Ἀβύ δου σώματα οἰκετικὰ ἀνὰ δύο νομίσματα τελέσαι προσέταξε, μά λιστα τοὺς κατὰ τὴν δωδεκάνησον. ἐννάτη παράνοια, τοὺς τὰς παραθαλασσίους οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυκλή ρους, μηδέποτε γηπονικῶς ζήσαντας, ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων παρ' αὐτοῦ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ' αὐτῶν. δεκάτη ἀθεΐα, τοὺς ἐν Κωνσταντινουπόλει ἐπισήμους ναυκλήρους συναγαγὼν δέδωκεν ἐπὶ τόκῳ τετρακεράτου τὸ νόμισμα ἀνὰ χρυσίου λίτρας δώδεκα, τελοῦντας καὶ τὰ συνήθη κομμέρκια. ταῦτα ἐκ τῶν πολλῶν ὡς ἐν κεφαλαίῳ μικρά μοι ἐστηλογράφηται, δηλοῦντα τὸ πρὸς πᾶν εἶδος πλεονεξίας αὐτοῦ πολυμήχανον. τὰ γὰρ κατὰ τὴν βασιλίδα τοῖς ἐν τέλει καὶ μέσοις καὶ εὐτελέσιν ἐν δειχθέντα δεινὰ παρ' αὐτοῦ πέρα συγγραφῶν ὄντα παρελίπομεν, ὅπως τοὺς πονηροὺς τῶν οἰκετῶν καθυπέβαλε συκοφαντεῖν τοὺς ἑαυτῶν δεσπότας, ὅσοι δηλαδὴ ἐν εὐπορίᾳ ἔτυχον, τοὺς μὲν δια βάλλοντας τιμῆς ἀξιῶν, τοὺς δὲ διαβαλλομένους ἐξαργυρίζων. 2.39 ὥστε καί τινα κηρουλάριον ὄντα ἐν τῷ φόρῳ, ἀνενδεῆ τυγχάνοντα ἐκ πόνων ἰδίων, μεταστειλάμενος ὁ παμφάγος φησί "θὲς τὴν χεῖρά σου ἐπὶ τὴν κεφαλήν μου, καὶ ὄμοσον πόσος χρυσός σοι ἐστίν." ὁ δὲ λίτρας ἑκατὸν ἐξεῖπεν ἔχειν. ὁ δὲ ἀγαγεῖν ταύτας κατ' αὐτὴν τὴν ὥραν ἔφη. ὧν ἐνεχθέντων φησὶν ὁ ἐσκοτισμένος "σὺ τί χρείαν ἔχεις περισπασμοῦ; συναρίστησόν μοι, καὶ ἄρας νομίσματα ἑκατὸν πορεύου ἀρκούμενος αὐτοῖς." Τῷ θʹ ἔτει τὰς κατὰ Χριστιανῶν ἐπινοίας ἐπέτεινεν, ἐπο ψίας ἀθέους, ἐπαγορασμοὺς παντοίων ἀλόγων βοσκημάτων τε καὶ καρπῶν, ἀδίκους δημεύσεις καὶ ζημίας τῶν ἐν τέλει, τοκισμοὺς ἐν πλοίοις ὁ πᾶσι νομοθετῶν τὸ μὴ τοκίζειν, καὶ ἄλλας μυρίας κακῶν ἐπινοίας, ὧν ἡ κατὰ μέρος ἱστορία φορτικὴ τοῖς ἐπιτετμημένως ζητοῦσι μανθάνειν τὰ πράγματα πέφυκε. τῶν δὲ Μανιχαίων, τῶν νῦν Παυλικιανῶν καὶ Ἀθιγκάνων, τῶν κατὰ Φρυγίαν καὶ Λυκαονίαν ἀγχιγειτόνων αὐτῷ (ἐκεῖθεν γὰρ ἐγεγόνει) φίλος ἦν διάπυρος, χρησμοῖς καὶ τελεταῖς αὐτῶν ἐπιχαίρων. οὗ τοι χώραν ἔλαβον ἐπὶ τῆς βασιλείας αὐτοῦ ἀφόβως πολιτεύεσθαι, καὶ πολλοὶ τῶν κουφοτέρων ταῖς ἀθεμίτοις αὐτῶν διεφθάρησαν δόξαις. ἐν δὲ τῷ ἔξω κιονίῳ ψευδερημίτης ἦν Νικόλαος τοὔνομα, ὃς σὺν τοῖς σὺν αὐτῷ κατὰ τοῦ ὀρθοῦ λόγου καὶ τῶν σεπτῶν εἰκό νων ἐβλασφήμουν. ὧν ἀντιποιούμενος ὁ βασιλεὺς ἐλύπει τὸν ἀρχιερέα καὶ πάντας τοὺς κατὰ θεὸν ζῶντας. πολλάκις γὰρ κατ' 2.40 αὐτοῦ ἐγκαλῶν ἠγανακτήθη, τοῖς πρὸς ἀλλήλους ἐχθραίνουσι σφόδρα συγχαίρων, καὶ ἐπιτωθάζων παντὶ Χριστιανῷ φιλοῦντι τὸν πλησίον ὡς ἀνατροπεὺς τῶν θείων ἐντολῶν. τοὺς στρατιωτι κοὺς ἄρχοντας δουλικῶς χρᾶσθαι τοῖς ἐπισκόποις καὶ κληρικοῖς ἐκέλευε, καταγομένους αὐθεντικῶς ἐν τοῖς ἐπισκοπείοις καὶ μονα στηρίοις, καὶ καταχρᾶσθαι τὰ αὐτῶν. τοὺς ἀπ' αἰῶνος ἀναθε μένους τῷ θεῷ χρυσᾶ ἢ ἀργυρᾶ σκεύη ἔψεγε, καὶ τὰ τῶν ἐκκλη σιῶν ἱερὰ κοινοῦσθαι ἄξιον ἐδογμάτιζε. τοὺς πρὸ αὐτοῦ βασιλεῖς ἅπαντας ὡς ἀκυβερνήτας ἐμέμφετο, καθόλου τὴν πρόνοιαν ἀναι ρῶν, καὶ μηδένα λέγων γίνεσθαι τοῦ κρατοῦντος δυνατώτερον, εἰ βούλοιτο ὁ κρατῶν ἐντρεχῶς ἄρχειν. καὶ ἐματαιώθη ἐν τοῖς διαλογισμοῖς αὐτοῦ ὁ ἀνόητος καὶ θεομισής. τῷ γὰρ πρώτῳ σαββάτῳ τῶν νηστειῶν τῆς δʹ ἰνδικτίωνος ὑπαντήσαντες Σαρακη νοὶ εἰς τὰ Εὐχάϊτα Λέοντα στρατηγὸν τῶν Ἀρμενιακῶν σὺν τῇ ῥόγᾳ τοῦ θέματος, ταύτην ἀφείλοντο σὺν πολλῷ πλήθει λαοῦ, κεντηνάρια ιγʹ οὖσαν. ἐπὶ τούτοις οὖν ὁ νεὸς Ἀχαὰβ μὴ παιδευ θείς, ὁ Φαλάριδος καὶ Μίδου ἀπληστότερος, κατὰ Βουλγάρων παρατάττεται ἅμα Σταυρακίῳ τῷ υἱῷ αὐτοῦ. καὶ ἐξελθὼν τῆς βασιλίδος ἐκέλευσε Νικήταν πατρίκιον καὶ γενικὸν λογοθέτην τὰ δημόσια τέλη τῶν ἐκκλησιῶν καὶ μοναστηρίων ἀναβιβάσαι, καὶ ὀκτὼ ἐτῶν ὀπισθοτέλειαν τοὺς τῶν ἀρχόντων ἀπαιτηθῆναι οἴκους. καὶ ἦν θρῆνος μέγας ἐν τῇ πόλει. ἐπὶ τούτοις