310
ἐγκαλούμενος ὑπὸ 2.41 Θεοδοσίου πατρικίου τοῦ Σαλιβαρᾶ, τοῦ γνησίου αὐτοῦ θεράπον τος, ὅτι πάντες καταβοῶσιν ἡμῶν, δέσποτα, καὶ ἐν καιρῷ πει ρασμοῦ πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν, ἔφη πρὸς αὐτόν "εἰ ὁ θεὸς σκληρύνων ἐσκλήρυνε τὴν καρδίαν μου ὡς τοῦ Φαραώ, τί ἀγαθὸν ἔσται τοῖς ὑπὸ χεῖρά μου; παρὰ Νικηφόρου, Θεοδόσιε, μὴ ἐκδέχου πλὴν τῶν ὁρωμένων σοι." ἐπισυνάξας δὲ τὰ στρα τόπεδα ἀνατολῆς καὶ δύσεως, καὶ πολλοὺς πένητας ἰδίοις ὀψω νίοις, σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρατεύμασιν, ἤλασε κατὰ Βουλγαρίας. Κροῦμος δὲ τὰ πλήθη φοβηθείς, ὄντων αὐτῶν ἐν Μαρκέλλῃ, ᾐτεῖτο εἰρήνην. ὁ δὲ ταῖς οἰκείαις κακοβουλίαις καὶ ταῖς τῶν ὁμοφρόνων αὐτοῦ συμ βούλων διεκωλύθη. εἰσέρχεται δὲ εἰς Βουλγαρίαν τῇ κʹ τοῦ Ἰουλίου μηνός. κυνὸς ἦν ἐπιτολὴ πανωλέθριος. καὶ προλέγων τὴν αὐτοῦ πανωλεθρίαν συχνῶς ἐπεφθέγγετο "τίς πορεύεται καὶ ἀπα τήσει τὸν Ἀχαάβ; ὅτι κἂν ὁ θεὸς κἂν ὁ ἀντικείμενος, ἕλκει με ἄκοντα." μετὰ γοῦν τὰς πρώτας συμβολὰς δόξας κατευοδοῦσθαι οὐ τῷ θεῷ τὰ τῆς νίκης ἀλλὰ τῇ τοῦ Σταυρακίου εὐτυχίᾳ ἐκή ρυττε. καὶ τοῖς κωλύουσι τὴν εἴσοδον ἄρχουσιν ἠπείλει. πᾶσαν δὲ ἡλικίαν, ἕως καὶ βρεφῶν αὐτῶν, ἀνηλεῶς φονεύεσθαι προσ έταξε. καὶ τὰ τῶν ὁμοφύλων νεκρὰ σώματα ἄταφα εἴα, μόνης ἐπιμελούμενος τῆς τῶν σκύλων συλλογῆς. κλεῖθρα δὲ καὶ σφρα γῖδας τοῖς ταμείοις Κρούμου ἐπιθεὶς ὡς ἴδια λοιπὸν ἠσφαλίσατο. ὦτα γοῦν καὶ ἕτερα μέλη Χριστιανῶν ἀπέτεμεν ἁψαμένων τῶν 2.42 σκύλων· καὶ τὴν λεγομένην αὐλὴν τοῦ Κρούμου ἐνέπρησεν, ἐκείνου σφόδρα τεταπεινωμένως δηλοῦντος ὅτι ἰδοὺ νενίκηκας· λάβε εἴ τί σοι ἀρεστόν ἐστι, καὶ ἔξελθε ἐν εἰρήνῃ. ὁ δὲ τῆς εἰρήνης ἐχθρὸς ταύτην οὐ προσήκατο. ἐφ' οἷς χαλεπήνας ὁ Κροῦμος τὰ τῆς χώρας εἰσόδους καὶ ἐξόδους περιέφραξεν ὀχυρώμασι ξυλίνοις. ὁ δὲ Νικηφόρος τοῦτο γνοὺς τοῖς συνοῦσι τὰ τῆς ἀπωλείας προέλε γεν, ὅτι κἂν πτερωτοὶ γενώμεθα, οὐδεὶς ἐκφύγῃ τὸν ὄλεθρον. καὶ μεθ' ἡμέρας δύο συναθροίσας λαὸν ὁ βάρβαρος ἐπῆλθε κατὰ τῆς τοῦ Νικηφόρου σκηνῆς. καὶ τοῦτον ἀναιροῦσιν οἰκτρῶς καὶ πάντας τοὺς σὺν αὐτῷ ἄρχοντας καὶ τοῦ λαοῦ πλήθη ἄπειρα, καὶ πᾶσαν τὴν ἀποσκευὴν ἀνελάβοντο. τὴν δὲ κεφαλὴν τοῦ Νικηφό ρου ὁ Κροῦμος ἐκκόψας ἐπὶ ξύλου ἀνήρτησεν εἰς ἐπίδειξιν πάντων, εἶθ' οὕτως γυμνώσας τὸ ὀστοῦν καὶ περιαργυρώσας πέριξ πίνειν εἰς αὐτὸ τοὺς Βουλγάρων ἄρχοντας ἐκέλευσεν, ἐγκαυχωμένους κατ' αὐτοῦ ὡς ἀπλήστου καὶ τὴν εἰρήνην μὴ θελήσαντος. τούτου τοῦ Νικηφόρου τῆς ἀρχῆς Χριστιανοὶ βαρύτερον οὐδενὶ χρόνῳ ἠτύχησαν· πάντας γὰρ τοὺς πρὸ αὐτοῦ ὠμοτάτους βασιλεῖς τῇ ἀπανθρωπίᾳ ὑπερηκόντισεν οὗτος, οὗπερ εἰ κατὰ μέρος τις βου ληθῇ διεξιέναι τὰ πονηρὰ ἐπιτηδεύματα, ὁ χρόνος ἐπιλείψει καὶ ἡ χεὶρ ἀτονήσει. πλὴν ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα πρόδηλον. Τιτρώσκεται δὲ καὶ Σταυράκιος ὁ υἱὸς αὐτοῦ καιρίως κατὰ τοῦ σπονδύλου. καὶ μόλις τῆς μάχης ἐξῆλθε ζῶν, καὶ καταλα βὼν τὴν Ἀδριανούπολιν ἀναγορεύεται. καὶ μὴ δυνάμενος ἐποχεῖ σθαι φορείῳ τὴν πόλιν κατέλαβεν. ὃς διὰ τὴν πληγὴν ἐν τῷ πα 2.43 λατίῳ κείμενος ἀπρόϊτος ἦν, ἐβούλετο δὲ τὸν κουροπαλάτην Μι χαὴλ τὸν γαμβρὸν αὐτοῦ ἐκτυφλῶσαι, τῇ δὲ γαμετῇ Θεοφανοῖ τὴν βασιλείαν καταλιπεῖν. γνοὺς δὲ τοῦτο ὁ Μιχαὴλ ἐξαίφνης ἀνα γορεύεται βασιλεὺς ἐν τῷ ἱπποδρομίῳ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμάτων ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυρακίου. ὅπερ μα θὼν Σταυράκιος τοῦ παλατίου ἐξελθών, τὸ μοναδικὸν αὐτίκα σὺν τῇ γυναικὶ αὐτοῦ Θεοφανοῖ περιθέμενος, εἰς τὰ Βρακᾶ μοναστή ριον ἐτελεύτησε, καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ Σατύρου. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν ὁ ἁγιώτατος Νικηφόρος.
Μιχαὴλ δὲ ὁ κουροπαλάτης καὶ γαμβρὸς τοῦ βασιλέως Νι κηφόρου, ᾧ Ῥαγκαβὲ ἦν ἡ προσηγορία, ἐγκρατὴς τῶν Ῥωμαϊκῶν διὰ τοῦ δήμου καὶ τῆς συγκλήτου ἀναδείκνυται σκήπτρων, ἀπω θούμενος μὲν τὴν ἀρχὴν καὶ μὴ ἱκανὸς