311
εἶναι λέγων ὄγκον τοσού των πραγμάτων προσαναζώσασθαι· τῷ πατρικίῳ δὲ Λέοντι τῷ ἐξ Ἀρμενίων, ἀνδρὶ θυμοειδεῖ δοκοῦντι καὶ δραστηρίῳ καὶ τοῦ στρα τεύματος τῶν ἀνατολικῶν ἄρχοντι τηνικαῦτα, παρεχώρει τῆς ἐξ ουσίας, κἂν ἐκεῖνος διδομένην λαβεῖν οὐκ ἠθέλησεν, ἀνάξιον ἑαυ τὸν ἀποκαλῶν τοῦ βασιλικοῦ θρόνου. προυτρέπετο δὲ μᾶλλον τὸν Μιχαὴλ ὡς αὐτῷ πρέπον ἀναδέξασθαι τὸ κράτος, καὶ αὐτὸς ὑπι σχνεῖτο οἰκέτης ἔσεσθαι διὰ βίου καὶ λειτουργὸς πιστότατός τε καὶ δραστικώτατος, καὶ ὅρκοις φρικωδεστάτοις ἐνεπέδου τὰς ὑποσχέ σεις. οὕτω δὲ τοῦ Μιχαὴλ καὶ παρὰ τὸν οἰκεῖον σκοπὸν τὰς ἡνίας ἀναδεξαμένου τῆς βασιλείας, Κρούμου τε τοῦ Βουλγάρων ἄρχον 2.44 τος ταῖς ἔμπροσθεν εὐτυχίαις ἐπαρθέντος, καὶ τῶν Βουλγάρων φρονηματισθέντων ταῖς νίκαις, τὰ τῆς δύσεως ἐπυρπόλουν τε καὶ ἐληΐζοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ Μιχαὴλ ἐκστρατεῦσαι κατ' αὐτῶν καὶ καθ' ὅσον οἷόν τε ἐπισχεῖν καὶ ἀναχαιτίσαι τὰς Βουλγαρικὰς προνομάς. ταχύ τε οὖν διατάγματα ἐπέμποντο πανταχοῦ καὶ ταχὺ τὰ στρατεύματα συνηθροίζοντο. καὶ ὁ Κροῦμος δὲ τὴν τοῦ βασιλέως πυθόμενος κίνησιν, τὸν ἑαυτοῦ λαὸν ἐκ τῆς προνο μῆς ἀνακαλεσάμενος καὶ ὑφ' ἓν συναθροίσας, στρατόπεδόν τε καρτερὸν μάλα ἐπήξατο καὶ ἐπιόντα προσέμενε τὸν βασιλέα. ὡς δὲ καὶ οὗτος ἀφίκετο καὶ παρεστρατοπέδευσε τῷ Κρούμῳ ἀγχοῦ που τῆς Ἀδριανουπόλεως αὐλιζομένῳ, ἀκροβολισμοὶ μὲν ἐγίνοντο συν εχεῖς καὶ ὅσον ἐν ἑκηβολίαις μάχη, καὶ ἐν πάσαις αὐταῖς ἐπικρα τέστερα τὰ Ῥωμαίων ἐφαίνετο, ὡς καὶ φυσηθέντας διὰ τοῦτο τοὺς στρατιώτας ὁρμᾶν καὶ σφαδάζειν πρὸς ἀγχέμαχον καὶ καθο λικὴν συμπλοκήν. ἐπέχοντος δὲ τοῦ βασιλέως καὶ διατρίβοντος, εἴτε διὰ δειλίαν, ὥσπερ ἐλέγετο, εἴτε καὶ καιρὸν ζητοῦντος τὸν ἐπιτήδειον, εἰς ἀναισχυντίαν τὸ πλῆθος ἐτράπη, καὶ κατεβόων εἰς πρόσωπον τοῦ βασιλέως, καὶ εἰ μὴ ἐξάξει, ἠπείλουν αὐτοί τε διαρρῆξαι τὸν χάρακα καὶ συρράξαι τοῖς ἐναντίοις. τούτοις κατα κλασθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἀνοίγνυσί τε τὰς πύλας τοῦ στρα τοπέδου καὶ πρὸς παράταξιν ἵστατο. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Κροῦμος εἰργάσατο, καὶ τὸν ἑαυτοῦ συντάξας λαὸν ἀντίρροπος ἔστη τῷ βασιλεῖ. πολλὰ δ' οὗτός τε κἀκεῖνος τὸν ἑαυτοῦ ἕκαστος παρακαλέσας λαόν, καὶ λόγους ἐπαγωγοὺς καὶ παραινέσεις εἰπόν 2.45 τες παρακαλέσαι δυναμένας πρὸς ἀλκήν, τέλος τὸ πολεμικὸν ταῖς σάλπιγξι σημηνάμενοι ἀλλήλοις προσέρραξαν. εὐρώστως δὲ τῶν Ῥωμαίων ὑποστάντων τοὺς πολεμίους, ἡρωϊκῶς τε καὶ ἀνδρείως ἀγωνιζομένων, ἐδαπανᾶτο τὰ τῶν Βουλγάρων, καὶ εἰς παντελῆ ἂν ἀπεῖδεν ὑπαγωγήν (ἤδη γὰρ καὶ αὐτὸς ὁ Κροῦμος ἀπέκαμεν ἁπανταχοῦ ἐξιππαζόμενος καὶ τὰ πονοῦντα τῶν στρατευμάτων ἀναλαμβάνων), εἰ μὴ Λέων ὁ τῶν ἀνατολικῶν στρατηγὸς τῆς βα σιλείας ἐρῶν καὶ τὰ ὑπ' αὐτὸν διαφθείρας τάγματα, σὺν αὐτοῖς τὴν τάξιν ἀπολιπὼν ᾤχετο φεύγων αἰτίας χωρίς. τοῦτο δὲ καὶ ὁ λοιπὸς στρατὸς κατιδὼν ἐξεπλάγη καὶ τὸν τόνον τῆς ἀνδρίας ἐχαύ νωσε. καὶ οἱ Βούλγαροι ὅσον οὐδέπω φυγεῖν ἐπίδοξοι ὄντες, ἀνα θαρρήσαντες ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις καὶ παλίν τροπον τὴν νίκην εἰργάσαντο. τῷ συμβάντι γὰρ οἱ Ῥωμαῖοι κατα βληθέντες τὰς ψυχὰς τὴν τῶν Βουλγάρων οὐκ ἐδέξαντο προσβο λήν, ἀλλ' εὐθὺς πρὸς φυγὴν ἐτράπησαν. ἀπώλοντο μὲν οὖν καὶ τῶν στρατιωτῶν πολλοί, πίπτουσι δὲ καὶ τῶν στρατηγῶν οὐκ ὀλί γοι, ἐν οἷς καὶ Μιχαὴλ μάγιστρος ὁ Λαχανοδράσιος. ὁ δὲ βα σιλεὺς μόλις μετά τινος μέρους ἀθραύστου εἰς Ἀρκαδιούπολιν ἀνασώζεται, ἐκεῖθέν τε τὴν βασιλίδα καταλαμβάνει, τὸν εἰρημέ νον Λέοντα μετὰ τῶν ἀμφ' αὐτὸν ἐν Θρᾴκῃ καταλιπών, ὥστε προσμένειν καὶ τὰς λεηλασίας τῶν Βουλγάρων καὶ τὰς ἐκδρομὰς ἀνακόπτειν. Ὁ δὲ καθ' ἑαυτὸν ἄρτι γενόμενος, ἣν ὤδινεν ἐν τῷ κρυπτῷ, εἰς φῶς ἐξάγει ἀποστασίαν. κοινωσάμενος γὰρ τοῖς αὐτοῦ θιασώ 2.46 ταις, καὶ καιρὸν ἐπιτήδειον εἶναι φήσας εἰς τὸ πληρῶσαι τὸ σπου δαζόμενον, καὶ δι' αὐτῶν λόγους ὑποσπείρας ἅπαντι τῷ στρατῷ ὡς τῇ ἀφελείᾳ τοῦ βασιλέως καὶ τῇ πρὸς τὰς