312
στρατηγικὰς μελέτας ἀνασκησίᾳ τά τε Ῥωμαϊκὰ ἠφανίσθη πλήθη καὶ ἡ παλαιὰ δόξα καὶ εὔκλεια ᾤχετο τῶν Ῥωμαίων, καὶ οὕτω διαφθείρας τοὺς στρατιώτας ἄρτι σποράδας ἐκ τῆς τροπῆς ἐπανερχομένους πεζοὺς καὶ γυμνοὺς καὶ μιγνυμένους τῷ σὺν αὐτῷ στρατεύματι, πείθει πρὸς ἀνταρσίαν ἰδεῖν. ἐκ μιᾶς γὰρ ὁρμῆς τὴν σκηνὴν τούτου περιστοιχήσαντες λόγους μὲν ἀπρεπεῖς καὶ ἀναισχύντους ἀπερρί πτουν εἰς βασιλέα, δειλὸν αὐτὸν ἀποκαλοῦντες καὶ ἄνανδρον καὶ ἐξ ἀφελείας τά τε Ῥωμαϊκὰ ἀπολλύντα στρατεύματα καὶ τὸ κλέος καὶ τὴν δόξαν ἀχρειοῦντα τῆς βασιλείας, αὐτὸν δὲ ἀναφανδὸν εὐφήμουν καὶ βασιλέα Ῥωμαίων ἐκήρυττον. θρυπτομένου δὲ τούτου καὶ τὴν ἀρχὴν ἀποσειομένου, Μιχαὴλ ὁ ἐξ Ἀμωρίου ὁ τραυλός, τάγματός τινος καὶ αὐτὸς Ῥωμαϊκοῦ ἐξηγούμενος, τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις τοῖς τοῦ ἔργου μετόχοις ποιεῖν ἐπιτρέψας, ἀναιρήσειν ἠπείλει, εἰ μὴ ἑκουσίως προσδέξοιτο τὴν ἀρχήν. καὶ οὗτος μὲν οὕτως διάδημά τε περιτίθεται καὶ βασιλεὺς Ῥωμαίων ἀναγορεύεται. πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἐκ τῆς τροπῆς ἐπανήκοντι τῷ βασιλεῖ Μιχαὴλ καὶ γενομένῳ τῆς βα σιλίδος ἄγχιστα Ἰωάννης ὁ Ἐξαβούλιος συναντήσας αὐτῷ τό τε ἀτύχημα εὐγενῶς φέρειν καὶ μεγαλοψύχως παρῄνει, καὶ ἐπυνθά νετο τίνα εἴη καταλιπὼν τοῦ στρατεύματος ἐξηγούμενον. ὁ δὲ 2.47 Λέοντα εἶπε, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ἄνδρα τε ἀγχινού στατον καὶ εὔνουν τῇ βασιλείᾳ. ὅπερ ἀκούσας ὁ Ἐξαβούλιος "φαίνῃ μοι, ὦ βασιλεῦ" ἔφη, "πολὺ διαμαρτάνειν τῆς τοῦ ἀν δρὸς διανοίας." καὶ ὁ μὲν εἶπε ταῦτα, οὔπω δὲ ὁ βασιλεὺς ἔφθη τοῖς βασιλείοις ἐπιβῆναι, καὶ ἡ τοῦ Λέοντος ἀνάρρησις κατηγγέλ λετο. διαταραχθέντος δὲ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκοὴν καὶ σκοπουμένου τὸ ποιητέον, τινὲς μὲν παρῄνουν πᾶσι τρόποις ἔχε σθαι τῆς ἀρχῆς καὶ τῷ τυράννῳ ὡς ἀνυστὸν ἀντικαθίστασθαι· οὗτος δὲ εἰρηνικός τις ἄνθρωπος ὤν, καὶ πράγμασιν ἑαυτὸν ἐπιρ ρῖψαι μὴ θέλων ἄδηλον ἔχουσιν ἀποτέλεσμα, τοῖς μὲν οὕτω λέ γουσιν ἐπετίμα, μὴ ἐρεθίζειν αὐτὸν πρὸς ἐμφύλιον χωρῆσαι μιαι φονίαν, τῶν τινὰ δὲ τῶν οἰκειοτάτων ἐξέπεμψε πρὸς τὸν Λέοντα, τὰ τῆς βασιλείας ἐπαγόμενον σύμβολα, τὸ διάδημα, τὴν ἁλουρ γίδα καὶ τὰ κοκκοβαφῆ πέδιλα, αὐτὸς μὲν ὑπισχνούμενος παρα χωρῆσαι τούτῳ τοῦ θρόνου, καὶ βέλτιον εἶναι κρίνων καὶ αὐτὴν προήκασθαι τὴν ζωὴν ἢ χεομένην ἰδεῖν ῥανίδα μικρὰν αἵματος Χριστιανικοῦ, αὐτὸν δὲ πᾶσαν ἀποθέμενον πτοίαν καὶ δισταγμὸν ἐλθεῖν καὶ παραλήψεσθαι τὰ βασίλεια. Προκοπία δὲ ἡ βασιλὶς ἀντιπράττουσα τοῖς δρωμένοις, καὶ καλὸν ἐντάφιον τὴν βασιλείαν λέγουσα εἶναι, ἐπεὶ μὴ ἔπειθεν, ἔσχατον ἐπειποῦσα λόγον ὅτι δει νὸν καὶ πέρα δεινοῦ εἴπερ ἡ τοῦ τυράννου σύζυγος περιβάλοιτο τὸν βασιλικὸν μοδίολον, ἐπισκώψασα καὶ πρὸς τὸ ταύτης ὄνομα καὶ Βάρκαν αὐτὴν ὀνομάσασα, ἐσκέπτετο πῶς ἂν διάθοιτο τὰ κατ' αὐτήν. καὶ οἱ μὲν περὶ τὸν βασιλέα ἐν τούτοις ἦσαν, ὁ δὲ τύ 2.48 ραννος διὰ τῆς χρυσῆς πόρτης εὐφημούμενος ὑπό τε τοῦ στρατοῦ καὶ τοῦ δήμου καὶ τῆς συγκλήτου ἦλθεν εἰς τὸν ἐν τοῖς Στουδίου τοῦ προδρόμου ναόν, κἀκεῖθεν δορυφορούμενος κατέλαβε τὰ βα σίλεια. μέλλων δὲ ἐπιβατήριον εὐχὴν ἐν τῷ χρυσῷ τρικλίνῳ ἀπο δοῦναι τῷ θεῷ, ἐκδυσάμενος ἣν ἔτυχε φορῶν ἐσθῆτα παρέσχετο τῷ τῶν ἱπποκόμων στρατεύοντι Μιχαήλ. τούτου δὲ αὐτὴν ἐξ αὐ τῆς ἀμφιασαμένου, οἰωνὸς ἔδοξε τὸ γεγονὸς τοῖς θεασαμένοις ὡς μετὰ Λέοντα τῆς βασιλείας αὐτὸς ἐπιβήσεται. ἑτέραν δὲ μετα λαβόντος ἐσθῆτα τοῦ βασιλέως καὶ ἀπιόντος εἰς τὸν ἐν τῷ παλα τίῳ νεών, ὄπισθεν ὁ Μιχαὴλ ἑπόμενος καὶ ἀπροσέκτως βαίνων καὶ προπετῶς τὸ ἄκρον τῆς βασιλικῆς ἐσθῆτος ἐπάτησε· τοῦτο κακὸν οἰωνὸν ὁ Λέων ἡγήσατο, καὶ νεωτερισμὸν ἔσεσθαι ἐξ αὐτοῦ καθυπώπτευσεν. Εἰσελθόντος δὲ ὅμως τοῦ τυράννου εἰς τὰ βασίλεια καὶ τὴν ἀπραγμόνως διδομένην αὐτῷ βασιλείαν μετὰ πραγμάτων καὶ τα ραχῆς οὐ μικρᾶς κατεσχηκότος, Μιχαὴλ ὁ βασιλεὺς καὶ ἡ σύνευ νος Προκοπία σὺν τοῖς σφετέροις παισὶν εἰς τὸν τῆς θεοτόκου ναὸν ὃς Φάρος κατονομάζεται