314
Τέως δὲ τὴν βασίλειον ἀρχὴν περιζωσάμενος ὁ Λέων Θωμᾶν μέν, ἕνα τῶν τριῶν ὄντα οὓς ὁ λόγος ἱστόρησε φθάσας συνεῖναι τῷ Βαρδανίῳ ὁπηνίκα πρὸς τὸν μοναχὸν ἐν τῷ Φιλομιλίῳ ἐφοίτη σεν, ἄνδρα νέον καὶ ὁρμητίαν τουρμάρχην ἀνέδειξε τοῦ φοιδερά 2.53 των τάγματος, Μιχαὴλ δὲ τὸν τραυλόν, καὶ αὐτὸν ἕνα τῶν τριῶν ὄντα, οὗ τὸν υἱὸν ἐκ τῆς ἁγίας ἀνεδέξατο κολυμβήθρας, πατρί κιον ἀνεῖπε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, καὶ τἆλλα διεπόνει τῆς βασιλείας καθώσπερ ἦν αὐτῷ βουλητόν. οἱ Βούλ γαροι δὲ πλέον τῇ πρὸ μικροῦ τῶν Ῥωμαίων ἥττῃ ἐκφυσηθέντες τὴν Θρᾴκην κατέτρεχον καὶ τὰ ἐν ποσὶν ἐδῄουν καὶ ἐληΐζοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ πρεσβείαν στεῖλαι καὶ λόγους κινῆσαι περὶ εἰρήνης. τοῦ δὲ Βουλγάρου φρυαξαμένου καὶ τὴν εἰρήνην παρω σαμένου, ἐδέησε μάχης ἐξ ἀνάγκης τῷ βασιλεῖ. καὶ γοῦν καὶ συναθροισθέντων τῶν στρατευμάτων μάχη συνέστη κρατερά, καὶ πάλιν ἡττήθη τὰ Ῥωμαϊκὰ στρατεύματα. τῶν δὲ Βουλγάρων τῇ διώξει ἐπικειμένων, ὁ βασιλεὺς ἔν τινι ὑπερδεξίῳ τόπῳ ἑστὼς μετὰ τῆς περὶ αὐτὸν ἑταιρείας κατεσκόπει τὰ δρώμενα. καὶ κατανοή σας ὡς ἀσύντακτοι καὶ πᾶσαν τάξιν ἀπολείποντες οἱ Βούλγαροι ἐπιδιώκουσι τοὺς φεύγοντας, παρακαλέσας τοὺς ἀμφ' αὐτὸν καὶ ἄνδρας ἀγαθοὺς γενέσθαι καθικετεύσας καὶ μὴ τῶν Ῥωμαίων εὔ κλειαν περιιδεῖν χωροῦσαν εἰς τὸ μηδέν, ἐπιτίθεται ῥαγδαίως αὐ τοῖς. καὶ τῷ παραδόξῳ τῆς ἐπιθέσεως τρεψάμενος τοὺς παρατυ χόντας, καὶ τὸ λοιπὸν τῶν Βουλγάρων στράτευμα τῷ αἰφνιδίῳ κατέπληξε καὶ ταραχῆς καὶ φόβου ἐνέπλησε, καὶ ἀλκῆς οὐδεὶς ἐμέμνητο. τούτων ἔπεσον μὲν ἐν τῇ προσβολῇ πολλοί, καὶ αὐτὸς ὁ τῶν ὅλων ἀρχηγός, εἰ καὶ ταχέως ὑπὸ τῶν οἰκείων ἵππῳ κέλητι ἀναχθεὶς δρασμῷ τὴν σωτηρίαν ἐπραγματεύσατο, ἑάλωσαν δὲ καὶ 2.54 τῶν πεσόντων πολλῷ πλείους. τοῦτο τὸ ἔργον τὰ μὲν τῶν Βουλ γάρων ἐταπείνωσε φρονήματα, τὰ δὲ τῶν Ῥωμαϊκῶν κεκυφότα καὶ πρὸς γῆν νεύοντα ἀναθαρρῆσαι πεποίηκεν. ὁ δὲ βασιλεὺς μετὰ λαμπρῶν τῶν τροπαίων καὶ λείας ὅτι πολλῆς τὴν βασιλίδα καταλαβὼν τῶν ἐν χερσὶν εἴχετο πραγμάτων. Ἄρτι δὲ καὶ εἰς μνήμην ἐλθὼν τοῦ κατὰ τὸ Φιλομίλιον μο ναχοῦ, ἔγνω δώροις καὶ ἀναθήμασιν αὐτὸν τῆς ἐπ' αὐτῷ προφη τείας ἀμείψασθαι. ἐξαπέστειλε γοῦν τινὰ τῶν πιστοτάτων, ἀνα θήματα εἰς αὐτὸν κομίζοντα καὶ ἔπιπλα καὶ σκεύη ἀργυρᾶ καὶ χρύσεα καὶ εἴδη εὐώδη τῶν εἰς ἡμᾶς ἐξ Ἰνδίας κομιζομένων. ἀλλ' ἐκεῖνος μὲν ὁ μοναχὸς ἔτυχε προαποθανεῖν, κατέστη δὲ τῇ κέλλῃ αὐτοῦ διάδοχος μοναχός τις ἄλλος, τὴν κλῆσιν Σαββάτιος, τῆς ἀθέου τῶν εἰκονομάχων αἱρέσεως ἀνάπλεως ὤν. ἐς τοῦτον ὁ παρὰ βασιλέως πεμφθεὶς ἀφικόμενος τά τε ἀπεσταλμένα τῷ αὐτοῦ καθηγητῇ παρὰ βασιλέως δῶρα δέξασθαι παρηγγύα, καὶ γράμ μασι καὶ εὐχαῖς τὸν πέμψαντα ἀνταμείψασθαι. ὁ δὲ τὰ μὲν ἀπε σταλμένα λαβεῖν οὐκ ἠθέλησεν, αὐτὸν δὲ ὀπισθόρμητον ἀπιέναι παρεκελεύσατο, ἀνάξιον εἶναι λέγων καὶ τὸν βασιλέα τῆς ἁλουρ γίδος ὡς εἰδώλοις προστετηκότα καὶ τοῖς λόγοις ἑπόμενον Εἰρήνης τῆς βασιλίδος καὶ Ταρασίου τοῦ πατριάρχου, ὧν τὴν μὲν παρδὼ καὶ θυάδα τὴν Εἰρήνην, τὸν δὲ τὸν ἐν πατριάρχαις ἀοίδιμον Τα ράξιον κατωνόμαζεν ὁ παμμίαρος. ἠπείλει δὲ καὶ ταχεῖαν ἔκπτω σιν τῆς βασιλείας τῷ βασιλεῖ καὶ τοῦ βίου καταστροφήν, εἰ μὴ 2.55 θᾶττον τοῖς αὐτοῦ λόγοις πεισθεὶς τὰς θείας καταστρέψειε στηλο γραφίας. δεξάμενος δὲ τὰ γράμματα ὁ αὐτοκράτωρ, καὶ παρὰ τοῦ ἀγγέλου δὲ μαθὼν ὅσα τε ὁ μοναχὸς εἶπε καὶ ὅσα αὐτὸς ἤκουσε, καὶ ταραχῆς ἀνάπλεως γεγονώς, Θεόδοτον μετεπέμψατο τὸν Μελισσηνὸν καὶ περὶ τοῦ σκέμματος ἀνεκοινοῦτο τὰ ποιητέα. ὁ δὲ καὶ πάλαι τῇ τοιαύτῃ αἱρέσει κατεσχημένος, καὶ καιρὸν ζη τῶν παρρησιάσασθαι τὴν ἀσέβειαν, ὑποτίθησι τῷ βασιλεῖ τοιάνδε τινὰ συμβουλήν. μοναχόν τινα φήσας εἶναι ἔργων παραδόξων δημιουργόν, τὰς οἰκήσεις ποιούμενον ἀνὰ τὸν ∆αγιστέα, "τούτῳ δεῖ" φησί "προσαναθέσθαι τὴν πρᾶξιν, καὶ ὅπερ ἂν ἐκεῖνος ὑπό θοιτο, τοῦτο δεῖ καὶ ποιῆσαι." καὶ ταῦτα μὲν εἶπε πρὸς τὸν βασιλέα,