315
ἐκεῖθεν δὲ ἐξελθὼν ἄπεισι ταχέως πρὸς τὸν μονάζοντα, καὶ φησὶ πρὸς αὐτὸν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἐλεύσεταί σοι ὁ βασι λεὺς ἐν εὐτελεῖ τῇ περιβολῇ, ἐρωτήσων περὶ τῆς πίστεως καὶ ἄλλων ἀναγκαιοτάτων πραγμάτων. σὺ δὲ ἀλλὰ μέμνησο ταχεῖάν τε τοῦ βίου καταστροφὴν καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλῆσαι αὐτῷ, εἰ μὴ ἑκών γε αἱροῖτο τῷ τοῦ βασιλέως Λέοντος τοῦ ἐξ Ἰσαυρίας προστεθῆναι δόγματι καὶ τὰ εἴδωλα τῶν θείων σηκῶν ἐξορίσαι (τὰς θείας εἰκόνας οὕτω καλέσας), ἐπαγγείλασθαί τε τοῦ εἰρημέ νου βίου γενομένῳ ζωῆς τε μακρὰν βιοτὴν καὶ τῆς βασιλείας κυ βέρνησιν εὐτυχῆ τε καὶ πολυχρόνιον. οὕτω παιδαγωγήσας τὸν μοναχόν, καὶ ἃ μέλλει λέγειν ἐς βασιλέα παιδεύσας, ἐπάνεισι. μετὰ μικρὸν δὲ καὶ τὸν βασιλέα νυκτὸς ἐν ταπεινῷ τῷ σχήματι 2.56 προσλαβόμενος ἔρχεται πρὸς τὸν μοναχόν, καὶ τῆς διαλέξεως ἤδη λαμβανούσης ἀρχὴν ἔγχιστα τὸν βασιλέα παραστησάμενος ὁ μονα χὸς ὡς τάχα προεγνωκὼς ἐκ θείας ἐπιπνοίας τὸ βασιλικὸν ἀξίωμα "οὐκ εὔλογα" ἔφη "ποιεῖς, ὦ βασιλεῦ, παραλογιζόμενος ἡμᾶς τῇ ἰδιωτικῇ ἀμπεχόνῃ, καὶ τὸν ἔνδον αὐτῆς κρυπτόμενον ἐπικα λύπτων βασιλέα. ἀλλ' εἰ καὶ σὺ μὲν οὕτως, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις ἡμᾶς οὐκ εἴασεν ἐπὶ πλέον οὕτω κατασοφίζεσθαι ὑπό σου." τοῦτο ὡς ἤκουσεν ὁ βασιλεύς, καὶ ὡς οὐκ ἔλαθεν ἐν εὐτελεῖ προσχήματι τὸ βασιλικὸν κρύπτων ἀξίωμα, κατεπλάγη τε, ὡς ἦν εἰκὸς τὸν τὸ σκαιώρημα ἀγνοοῦντα, καὶ τόν τε μοναχὸν ὡς θεῖον ἄνδρα ἐγνώρισε, καὶ τὰ προσταττόμενα παρ' αὐτοῦ εὐπει θῶς καὶ μετὰ ταχύτητος ποιήσειν ἐπήγγελτο, καὶ τῶν σεβα σμίων εἰκόνων ἐπιψηφίζει καθαίρεσιν. καὶ πρότερον μὲν ἐν τῷ λεληθότι διεσκοπεῖτο πῶς ἂν αὐτῶν ἐκτελεσθῇ τὸ σπούδασμα, καὶ μή τις στάσις ἀνεγερθῇ περὶ τὴν ἐκκλησίαν· ἔπειτα καὶ εἰς τοὐμ φανὲς τὸ δόγμα ἐξήνεγκε, καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς ἐκκλησίας οἱ μὲν ἑκόντες οἱ δὲ ἄκοντες ὑπέκυπτον τῷ προστάγματι. ἠναγκά ζετο δὲ καὶ ὁ μέγας ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος ἐν τῷ τῆς καθαιρέσεως τῶν ἁγίων εἰκόνων ὑποσημήνασθαι τόμῳ· ὃν μηδα μῶς πειθαρχήσαντα ὑπερόριον ἀνὰ τὴν Προικόνησον τίθησι, πά λαι προαισθόμενον τὴν τοῦ Λέοντος σκαιοτροπίαν, καὶ ὡς κυκήσει οὗτος καὶ συνταράξει τὰ τῆς ἐκκλησίας. ἔδοξε γὰρ τῷ μακαρίτῃ Νικηφόρῳ, ὁπηνίκα τὸ διάδημα περιετίθει τῇ τοῦ Λέοντος κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι· καὶ τοῦτο σύμβο 2.57 λον καὶ οἰωνὸν ἔθετο τῶν μετὰ ταῦτα συμβεβηκότων κακῶν. ἀπα γομένῳ δὲ τῷ μεγάλῳ πρὸς τὴν ὑπερορίαν ὁ ὁμολογητὴς Θεοφάνης ὁ τῆς τοῦ μεγάλου Ἀγροῦ μονῆς καθηγούμενος, αἰσθόμενος ἐξ ἐπιπνοίας θεϊκῆς τὴν διέλευσιν τούτου, κατ' ἀγρόν τινα ἐνδιατρί βων, θυμιάμασι καὶ κηροῖς προύπεμπεν αὐτὸν μετὰ τῆς νηὸς διι όντα. αὐτός τε ὁ πατριάρχης προσκυνήσεσιν ἐσχάταις ἐδεξιοῦτο καὶ ἐκτάσει χειρῶν καὶ εὐλογίαις αὐτὸν κατησπάζετο, μὴ θεώμε νος μὴ θεώμενον, ἀλλὰ τοῖς πνευματικοῖς ὀφθαλμοῖς ἀλλήλους ἰδόντες, καὶ τὸ προσῆκον ἕκαστος ἑκάστῳ ἀπονέμοντες σέβας. τῶν συμπλεόντων δέ τινος εἰρηκότος τῷ πατριάρχῃ "πρὸς τίνα, ὦ δέσποτα, τὰς χεῖρας αἴρων εἰς ὕψος τὸν ἀσπασμὸν ἐποίου;" "πρὸς τὸν ὁσιώτατον" ἔφη "καὶ ὁμολογητὴν Θεοφάνην, τὸν καθη γητὴν τοῦ Ἀγροῦ, λαμπάσι καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον." μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ πατριάρχου ἐξέβη εἰς ἔργον πρόρρησις· μετὰ πολλῶν γὰρ καὶ ἄλλων ἐν οὐ μακρῷ τῆς ἐκκλησίας ἀφορι σθεὶς καὶ πολλαῖς καὶ ἀπείροις κακώσεσιν ὑποβληθεὶς τὸν τῆς ὁμο λογίας ἀνεδήσατο στέφανον, μηκέτι θεάσασθαι τοῦ λοιποῦ τὸν πατριάρχην ἀξιωθείς, ἵνα μηδ' ἐν τούτῳ διαπέσῃ ἡ τοῦ πατριάρ χου πρόρρησις. ὑπερορίᾳ δὲ τοῦ πατριάρχου παραπεμφθέντος, ὡς εἴπομεν, ἄνεισιν ἀναξίως εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον, κατ' αὐτὴν τὴν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν, Θεόδοτος ὁ Μελισσηνός, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος φθά σας παρέστησε. καὶ τοῦ θρόνου ἐπιβάς, ἔχων δὲ συνεπαρήγου 2.58 σαν καὶ τὴν βασιλικὴν ἐξουσίαν, οὐκ ἐν σκότει καὶ γωνίαις ἔτι ἀλλ' ἐν ὑπαίθρῳ καὶ παρρησίᾳ τὴν αἵρεσιν