317
λόγος φθά σας παρέστησε. καὶ τοῦ θρόνου ἐπιβάς, ἔχων δὲ συνεπαρήγου 2.58 σαν καὶ τὴν βασιλικὴν ἐξουσίαν, οὐκ ἐν σκότει καὶ γωνίαις ἔτι ἀλλ' ἐν ὑπαίθρῳ καὶ παρρησίᾳ τὴν αἵρεσιν τῶν εἰκονομάχων ἐδη μοσίευε. Λέων δὲ ὁ βασιλεὺς τῇ τε προηγησαμένῃ κατὰ Βουλγάρων νίκῃ ἐξωγκωμένος, καὶ κατὰ τῶν Ἀράβων δὲ μικρῷ πρότερον εὐ τυχήσας, ἀκατάσχετος ἦν τὸ φρόνημα καὶ πρὸς τὸ σκληρὸν ἀπέ νευε καὶ ὠμότερον· ἀπαραίτητός τε γὰρ τὴν ὀργὴν ἐγεγόνει, καὶ τῶν ἁμαρτημάτων κολαστὴς αὐστηρότατος, τοῖς τε ἐντυγχάνειν ἐθέλουσιν ἀνέντευκτος καὶ δυσξύμβουλος, ἐπί τε μικροῖς ἁμαρτή μασι μεγάλας ἐπιφέρων τὰς καταδίκας, ὧν μὲν χεῖρας ἀφαιρού μενος ὧν δὲ πόδας ὧν δέ τινα ἕτερα τῶν καιριωτάτων μελῶν, ἅπερ ἀποτέμνεσθαι ἀποφαινόμενος ἀνὰ τὴν λεωφόρον ἀνακρεμαννύειν ἐκέλευσεν εἰς κατάπληξιν τάχα τῶν ὁρώντων καὶ δέος. ἐκ τούτου μισητὸς κατέστη τῷ ὑπὸ χεῖρα παντί. πλέον δ' ἐπέτεινε τὸ μῖσος τὰ μετὰ ταῦτα· οὐ μόνον γὰρ κατὰ τῶν ὁμοτίμων τὴν φύσιν ἀν θρώπων ἐπῆρτο καὶ ἠγριαίνετο, ἀλλὰ καὶ κατ' αὐτῆς ἐκορυβαντία τῆς εὐσεβοῦς πίστεως καὶ τοῦ θεοῦ. ὄργανον δ' ἐπιτήδειον πρὸς τοῦτο ἔσχεν ἄνδρα τινὰ διαβόητον ἐπὶ πανουργίᾳ, τοῦ τάγματος τῶν ἐν τῷ παλατίῳ ψαλλόντων τὴν ἀρχὴν ἔχοντα, ἔξωθεν μὲν ἱεροπρεπῆ φαινόμενον καὶ θεοσεβῆ, ἔνδοθεν δὲ ὡς ἐν βαθεῖ κω δίῳ τὸν λύκον ἐπικαλύπτοντα. οὗτος ὁ βέβηλος καιρὸν ἐπιτήδειον εὑρηκώς, καθ' ὃν εἰς ἐπήκοον ἐν τῇ ἐκκλησίᾳ εἴωθεν ἡ τοῦ μεγαλοφωνοτάτου Ἠσαΐου ἀναγινώσκεσθαι προφητεία ἡ λέγουσα "τίνι 2.59 ὡμοιώσατε κύριον; καὶ τίνι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτήν, ἢ ὁμοιώματι κατεσκεύασεν αὐτήν;" καὶ τὰ λοιπὰ τῆς προφητείας, παραστὰς οὖν πρὸς οὖς λέγει τῷ βασιλεῖ "σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ μὴ λάθῃ σε τὸ ἀληθές, καὶ τοιαύτης ἔχου λα τρείας ὁποίαν σοι ὑποτίθησιν ὁ προφήτης." τοιαῦτα εἰπὼν ἐνέ σταξε τῇ διανοίᾳ τοῦ βασιλέως πλείονα ἰὸν τῆς αἱρέσεως, ὡς ἣν πρότερον μετὰ φειδοῦς καὶ ἐνδοιασμοῦ κηρύττειν ἠπείγετο λατρείαν, ταύτην ἀνακεκαλυμμένῳ προσώπῳ καὶ ἀναιδῶς, εἰπεῖν πλέον μετὰ ἀπειλῶν καὶ κινδύνων αἱρεῖσθαι ἠνάγκαζεν. ὅσοι μὲν οὖν μαλα κιζόμενοι προυδίδοσαν τὴν ἀλήθειαν, ἐν ἀδείαις ἦσαν· οἱ μὴ πει θαρχοῦντες δὲ τῷ αὐτοῦ δυσσεβεστάτῳ προστάγματι ἀνηκέστοις αἰκίαις καὶ συμφοραῖς παρεδίδοντο. Καίπερ δὲ οὕτως ἔχων δυσσεβείας καὶ παρανομίας, ἀλλά γε πρὸς τὴν τῶν δημοσίων πραγμάτων ἀντίληψιν ἀγρυπνότατος ἦν, ὡς μηδέν τι τῶν δεόντων καὶ ὀνησιφόρων ἐᾶν ἀτημέλητον. φασί γέ τοι μετὰ τὸν ἐκείνου θάνατον Νικηφόρον εἰπεῖν τὸν πατριάρχην ὡς ἡ πολιτεία Ῥωμαίων ἄρα, εἰ καὶ δυσσεβῆ, ἀλλά γε μέγαν προστάτην ἀπώλεσε. πρὸς τῷ ἐπιμελῶς δὲ καὶ ἀγρύπνως τὰ δη μόσια διοικεῖν, καὶ τοῖς ἀδικοῦσι λίαν ἐπαχθέστατος ἦν. ἐξιόντι γοῦν ποτὲ τοῦ παλατίου τῷ βασιλεῖ προσῄει τις ἐγκαλῶν ὡς τὸ αὐτοῦ γύναιον ἁρπαγείη ὑπό τινος τῶν συγκλητικῶν· "ἐμοὶ δὲ" φησί "καὶ τῷ ἐπάρχω τῆς πόλεως περὶ τούτου ἐγκαλέσαντι οὐδε 2.60 μία ἐπηκολούθησεν ἐκδίκησις." ὁ γοῦν βασιλεὺς τὸν τοῦ ἀνδρὸς λόγον ἐνωτισθεὶς εὐθέως προσέταξεν ὡς παρασταίη ἐπανιόντι αὐ τῷ εἰς πρόσωπον ὁ ἐγκαλούμενος συγκλητικός. ἤδη δὲ καὶ ἐπανα ζευγνύντος τοῦ βασιλέως παρέστησαν ἐνώπιον αὐτοῦ ὅ τε παθὼν καὶ τὴν ἐκδίκησιν ἐκζητῶν καὶ ὁ τὸ ἐξάγιστον δράσας ἔργον καὶ αὐτὸς ὁ ἔπαρχος, καὶ τοῦ βασιλέως κελεύσαντος λέγειν τῷ δεο μένῳ ἃ πεπόνθει, ὁ μὲν διεξῄει τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους, ὁ δ' ἔνοχος τῷ ἐγκλήματι, ἐπειδὴ μὴ οἷός τε ἦν τοὺς ἐλέγχους διαδι δράσκειν ταῖς ἀποδείξεσι πάντοθεν συνειλημμένος, ὡμολόγησε τὸ ἀνοσιούργημα. ἐρομένου δὲ τοῦ βασιλέως καὶ τὸν ἔπαρχον διὰ τί μὴ πρέπουσαν ἐπενέγκοι τῷ ἀτοπήματι τὴν ἐκδίκησιν, ἐπεὶ καὶ οὗτος ἐνεὸς ἐγεγόνει πρὸς τὴν ἀπολογίαν, τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, τὸν δὲ μοιχὸν ταῖς τοῦ νόμου παραδέδωκε τιμωρίαις. ἐχρημάτιζε δὲ τὰ πλείω καὶ ἐν τῷ Λαυσιακῷ καθήμενος τρικλίνῳ, προεβάλλετό τε στρατηγοὺς καὶ στρατιώτας καὶ