318
ἄρχοντας τῶν ἀξιολογωτάτων καὶ ἀδωροτάτων, χρημάτων ὑπερόπτης ὢν καὶ αὐτὸς ἀκριβέστατος. ἐφιλοτιμεῖτο δὲ καὶ περὶ τὴν ἑαυτοῦ φωνήν, εὔρυθμός τις εἶναι βουλόμενος, εἰ καὶ μὴ τὴν φύσιν συνᾴδουσαν εἶχεν· ἄρρυθμος γὰρ ἦν καὶ πρὸς τὰ ἐν ἁρμονίᾳ μέλη ἀνεπιτή δειος. εἰώθει γὰρ κἀν ταῖς ψαλμῳδίαις ἐξάρχειν τῶν αἴνων, καὶ μᾶλλον ὅτε ἐν τῇ τοῦ Χριστοῦ γεννήσει οἱ τῆς ἑορτῆς κανόνες ἐψάλλοντο· ἐξῆρχε γὰρ τῶν ᾠδῶν τορωτέρᾳ καὶ ἀγρίᾳ φωνῇ, καὶ ὅτε τῆς ζʹ ᾠδῆς κατήρχετο τοῦ εἱρμοῦ τοῦ λέγοντος "τῷ παντάνα κτος ἐξεφαύλισαν πόθω." ᾧ δὴ καὶ γέλωτα ὠφλίσκανε παρὰ 2.61 τοῖς ἀκούουσι, τὸν τοῦ θεοῦ φόβον ἐκφαυλίσας καὶ τῇ τῶν δαιμό νων μέριδι προσθέμενος διὰ τῆς τῶν πανσέπτων εἰκόνων ἀρνήσεως. καὶ τὰ μὲν τοῦ βασιλέως ἐν τούτοις. Μιχαὴλ δὲ ὁ ἐξ Ἀμωρίου ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμε νος, ἐπὶ τὸ μεῖζον προβαίνων, διαβολὴν ἔσχε καθοσιώσεως· ὃς ταύτην εἰ καὶ δυσχερῶς ὅμως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως τακτικὰ διδάσκειν τὸν ὑπὸ χεῖρα λαόν. ἦν δὲ ὁ Μιχαὴλ οὐ ταῖς ἄλλαις πάσαις κακίαις ἐπιρρεπὴς μόνον, ἀλλ' ἐνόσει καὶ γλώσσης ἀκολασίαν, καὶ τὰ ἔνδον τῆς καρδίας ἐκφαυλίζειν δυνά μενος μυστήρια. ἐλάλει γὰρ πᾶν τὸ παριστάμενον εἰς τοὐμφανές, ἀπερρίπτει δὲ καὶ κατ' αὐτοῦ τοῦ βασιλέως λόγους οὐκ εὐπρεπεῖς, ἀπειλῶν αὐτῷ τε καθαίρεσιν τῆς βασιλείας καὶ τῇ αὐτοῦ συζύγῳ γάμον ἐπισείων ἀνόσιον. ἅπερ ὁ βασιλεὺς πυνθανόμενος πρῶτον μὲν εὐμηχάνως ἐπειρᾶτο παραπροσποιούμενος τὴν γνῶσιν, ἀπο στῆσαι τοῦτον τῆς ἀθυρογλωσσίας καὶ τῶν κακῶν βουλευμάτων βουλόμενος· ᾔδει γὰρ αὐτὸν αἰσχίστῃ νόσῳ ἀκολάστῳ γλώσσῃ δουλεύοντα. ὡς δὲ καὶ παραινέσεσι καὶ ἀπειλαῖς ὅπῃ παρείκοι χρώμενος εὐθὺς μὲν ἐξαρνούμενον εὕρισκε τὰ λεγόμενα, ἀδείας δὲ πάλιν τετυχηκότα τῶν κατὰ σκοπὸν μὴ ἀφιστάμενον, ἐπαφίησιν αὐτῷ σκοποὺς καὶ ὠτακουστὰς λεληθότως, οἵτινες πολλάκις ἐν εὐωχίαις καὶ μέθαις μετακινούμενον τῶν φρενῶν ὑπὸ τοῦ οἴνου καταλαβόντες καὶ τοῖς προτέροις μάλα προθύμως ἐπιτιθέμενον κατάδηλον ποιοῦσι τῷ βασιλεῖ. ἐγένετο δὲ προσθήκη πίστεως τῶν 2.62 διαβαλλομένων τῷ Μιχαὴλ καὶ ὁ Ἑξαβούλιος, ἀνὴρ φρενήρης καὶ συνήθης τῷ βασιλεῖ, οὐκ ἄγνωστος δὲ καὶ τῷ Μιχαήλ. οὗτος πολλάκις ἐπισχεῖν αὐτὸν τῆς ἀθυροστομίας ἐπιχειρήσας, καὶ παραινέσας σιγᾶν, καὶ μὴ οὕτως ἀκαίρως παρρησιάζεσθαι καὶ εἰς προῦπτον ἑαυτὸν συνωθεῖν κίνδυνον παρακαλέσας, ἐπειδὴ μὴ ἔπειθε, δῆλα πάντα τὰ κατ' αὐτὸν τίθησι τῷ βασιλεῖ. καὶ δὴ πρὸ μιᾶς ἡμέρας τῆς κατὰ σάρκα Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως δεξάμενος τὰς μηνύσεις ὁ βασιλεὺς ἐπὶ βήματός τε ἐν τοῖς ἀσηκρητείοις ἐκάθισε, καὶ ἀκριβὴς ἐξεταστὴς τῶν μηνυθέντων ἐγίνετο. ἁλίσκεται τοίνυν τυραννίδος ὁ Μιχαήλ, αὐτὸς καταθέ σθαι ὑπὸ τῆς ἐναργείας τῶν ἐλέγχων ἀναγκασθείς· καὶ ψῆφος ἐκφέρεται κατ' αὐτοῦ πυρὶ καταστρέψαι τὴν ζωήν, ἐμβληθέντος ἐν τῇ καμίνῳ τοῦ ἐν τῷ παλατίῳ λουτροῦ, εἶναι δὲ καὶ αὐτὸν θεωρὸν τὸν βασιλέα τοῦ δράματος. ἤγετο μὲν οὖν τὴν ἐπὶ θάνα τον δεσμώτης, εἵπετο δὲ καὶ ὁ βασιλεὺς θεατὴς εἶναι ὀριγνώμενος τοῦ δρωμένου. ἐν ὅσῳ δὲ τὸ μεταξὺ παρήμειβον διάστημα, ἡ βασιλὶς Θεοδοσία, τὸ τοῦ Ἀρσαβὴρ θυγάτριον, μαθοῦσα τὸ μέλ λον πραχθῆναι ἔξεισι μετὰ σπουδῆς ὅτι πολλῆς τοῦ θαλάμου, παράβακχόν τι καὶ μανικὸν κινουμένη, τὸν βασιλέα τε καταλα βοῦσα ἀλάστορά τε καὶ θεομάχον ἀπεκάλει οἷς οὐδὲ τὴν θείαν ἡμέραν ἄγει διὰ φειδοῦς, τοῦ θείου μέλλων σώματος μετασχεῖν, καὶ τῆς ὁρμῆς διεκώλυεν. οὗτος δὲ τῷ θεῷ μὴ προσκροῦσαι δε δοικώς, τὸ μὲν παραχρῆμα παλίντροπον αὐτῷ τὴν σωτηρίαν ἐβράβευσε, σίδηρον δὲ τοῖς ποσὶ περιθεὶς τοῦ Μιχαήλ, καὶ τῆς 2.63 κλειδὸς ἑαυτῷ τὴν φρουρὰν ἐπιτρέψας, τῷ παπίᾳ τὴν αὐτοῦ φυ λακὴν ἀνατίθησι. πρὸς δὲ τὴν σύζυγον ἐπιστραφεὶς ἔφη "ἐγὼ μέν, ὦ γύναι, ταῖς σαῖς βακχείαις πεισθεὶς ἐποίησα ὡς ἐκέλευ σας· σὺ δὲ οὐκ εἰς μακρὰν ἐπόψει, καὶ τὰ τῆς ἐμῆς νηδύος βλα στήματα, τὰ ἀποβησόμενα, εἰ καὶ σήμερόν με τοῦ ἁμαρτήματος ἠλευθέρωσας." οὕτω τὸ μέλλον,