319
εἰ καὶ πόρρω προφητικῆς ἦν ἐπιπνοίας, ἀληθῶς ἀπεφοίβασε. λέγουσι δ' ὅτι καὶ χρησμὸς ἦν ἄνωθεν αὐτῷ δεδομένος ὡς κατὰ τὴν ἡμέραν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως πέπρωται αὐτῷ τήν τε βασιλι κὴν εὐδαιμονίαν ἀποβαλεῖν, προσαπολέσαι δὲ καὶ αὐτὴν τὴν ζωήν.
Σιβυλλιακὸς δὲ ἦν ὁ χρησμός, ἔν τινι βίβλῳ τῆς βασιλικῆς βιβλιο θήκης ἐγγεγραμμένος, οὐ χρησμοὺς μόνον ἁπλῶς ἐχούσῃ, ἀλλὰ καὶ μορφὰς καὶ σχήματα τῶν βασιλέων διὰ χρωμάτων. ἦν οὖν θηρίον μεμορφωμένον ὁ λέων ἐν τῷ βιβλίῳ, ἄνωθεν δὲ τῆς αὐτοῦ ῥάχεως ἐπεγέγραπτο τὸ χῖ στοιχεῖον μέχρι καὶ αὐτῆς τῆς γαστρός, κατόπιν δέ τις ἀνὴρ ἐπιθέων δόρατι καιρίαν ἐδίδου πληγὴν τῷ θηρίῳ διὰ μέσου τοῦ χῖ. ἀσάφειαν δ' ὑποφαίνοντος τοῦ χρη σμοῦ, μόνος ὁ τηνικαῦτα κοιαίστωρ αὐτὸν διετράνου, Λέοντα μέλλειν φήσας τινὰ βασιλέα κατ' αὐτὴν τὴν ἡμέραν τῆς τοῦ Χρι στοῦ γεννήσεως θανάτῳ ὀλεθρίῳ παραδοθῆναι. ὑπέθραπτε δὲ οὐδὲν ἧττον τὸν βασιλέα καὶ ἐξεδειμάτου καὶ ἡ τῆς οἰκείας μητρὸς ὄψις. ἔδοξε γὰρ αὕτη κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν τῆς θεοτόκου φοιτῶσα συνεχῶς κόρῃ τινὶ συναντᾶν λευχείμοσιν ἀν 2.64 δράσι δορυφορουμένῃ, ἑώρα δὲ καὶ τὸν θεῖον ναὸν αἵματος πε πλησμένον. προστάξαι δὲ τὴν θεαθεῖσαν κόρην ἑνὶ τῶν λευχει μόνων ἀνδρῶν χύτραν τινὰ πλήσαντι αἵματος τῇ μητρὶ τοῦ Λέον τος ἐπιδοῦναι πιεῖν· αὐτῆς δὲ πολυετῆ χηρείαν προβαλλομένης, δι' ἣν μήτε κρεῶν μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης τῆς χύτρας ἅψασθαι, "καὶ πῶς" ἔφησεν ἡ κόρη μετὰ θυμοῦ "οὐ παύεται ὁ σὸς υἱὸς πολλῶν ἐμπιπλῶν αἱμά των ἐμὲ καὶ τὸν ἐμὸν παροργίζων υἱὸν καὶ θεόν;" πολλά τε ἔκ τοτε τὸν ἑαυτῆς ἐξελιπάρει υἱὸν τῆς τῶν εἰκονομάχων ἐκστῆναι αἱρέσεως, τὴν ὄψιν ἐκτραγῳδήσασα. καὶ ἑτέρα δέ τις ὄψις οὐ μικρῶς συνετάρασσε· Ταράσιος γὰρ ὁ ἀοίδιμος πατριάρχης, πά λαι τὸν βίον μετηλλαχώς, Μιχαήλ τινα ἐδόκει καλεῖν ἐξ ὀνόματος ἐν ὀνείροις, ἐπιπηδῆσαι προτρεπόμενος τῷ Λέοντι καὶ καιρίαν πλῆξαι αὐτόν. ἐστρόβει δὲ αὐτὸν καὶ ἡ τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ πρόρρησις καὶ ἡ τῆς ἐσθῆτος μεταμφίασις, ἣν ὁ Μιχαὴλ ἐποιήσατο, ὥς που φθάσαντες ἱστορήσαμεν. οἷς ἅπασι δειματούμενος ὁ βασιλεὺς ἐπάλλετό τε τῷ δέει καὶ τὴν ψυχὴν ἐκυμαί νετο. διὸ καὶ ἄγρυπνος διετέλει παρ' ὅλην τὴν νύκτα. σοφώ τερα τοίνυν ἢ βασιλικώτερα βουλευσάμενος, τὴν ἐπὶ τὸν παπίαν φέρουσαν πυλίδα διαρρήξας κατεσκόπει τὰ ἔνδον. εἰσελθὼν δὲ εἴς τι δωμάτιον θέαμα ὁρᾷ εἰς ἔκπληξιν οὐ τὴν τυχοῦσαν ἄγον αὐτόν· εἶδε γὰρ τὸν μὲν κατάκριτον ἐπὶ στιβάδος ὑψηλῆς πάνυ μεγαλοπρεπῶς ἀνακείμενον, τὸν δὲ παπίαν ἐπὶ ξηροῦ κατακλινό 2.65 μενον τοῦ ἐδάφους. περιεργότερον δὲ προσελθὼν ἐπεσκόπει τὸν Μιχαήλ, εἰ ὅπερ φιλεῖ ἐν τοῖς κυμαινομένοις καὶ τὴν ζωὴν ἀμφί βολον ἔχουσι γίνεσθαι, ἐπιπόλαιόν τινα καὶ ἐμμέριμνον ὑπνώττει ὕπνον ἢ τοὐναντίον ἀφρόντιδα καὶ ἡδύν. ὡς δ' εὗρεν ἀνέτως ὑπνοῦντα (καὶ γὰρ οὐδ' ἐπαφώμενος αὐτὸν διυπνίσαι ἴσχυσεν), εἰς μείζονα ἀνήφθη θυμὸν τοῖς παρ' ἐλπίδα τούτοις θεάμασι, καὶ ἀπῄει κατὰ σχολήν, δεινὸν οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ τῷ παπίᾳ εὐσείων. καὶ ταῦτα μὲν ὁ βασιλεύς. οὐκ ἔλαθε δὲ ταῦτα τοὺς περὶ τὸν παπίαν, ἀλλά τις τῶν προκοίτων τοῦ Μιχαὴλ ἐκ τῶν φοινικῶν φωρασάμενος ἐμβάδων ἀπήγγειλε πάντα σαφῶς. οἷς ἐκπαθεῖς καὶ μικροῦ δεῖν ἔκφρονες οἱ περὶ τὸν παπίαν γενόμενοι ἐσκέπτοντο πῶς ἂν τὸν κίνδυνον διαφύγοιεν. ὑπέλαμπεν ἄρτι ἡμέρα, καὶ σκέπτεται σκῆψιν τοιάνδε ὁ Μιχαήλ, ὡς ψυχικάς τι νας κηλῖδας βούλεταί τινι τῶν θεοφίλων ἐξαγορεῦσαι διὰ Θεοκτί στου, ὃν μετὰ ταῦτα τῷ τοῦ κανικλείου τετίμηκεν ἀξιώματι. ἐπε τέτραπτο γοῦν τοῦτο γενέσθαι παρὰ βασιλέως. ὁ δὲ Μιχαὴλ ἀδείας λαβόμενος λέγει πρὸς τὸν Θεόκτιστον "καιρός, ὦ Θεόκτι στε, τοῖς συνωμόταις ἐπαπειλῆσαι, ὡς εἰ μὴ τάχιον σπεύσουσιν ἐξελέσθαι τοῦ κινδύνου ἡμᾶς, πάντα τὰ τῆς πράξεως ἀνακαλύψαι τῷ βασιλεῖ." καὶ τοῦ Θεοκτίστου ὡς ἐκελεύσθη ποιήσαντος, εἰς