320
ἀγωνίαν οὐ τὴν τυχοῦσαν ἐνέπεσον οἱ συνίστορες, καὶ διεσκοποῦντο πῶς ἂν αὐτοί τε σωθεῖεν καὶ τὸν ὅσον οὐδέπω θανεῖν κινδυνεύ σαντα διασώσαιεν. ῥάπτουσιν οὖν βουλὴν ἥτις αὐτούς τε ἐρρύ σατο καὶ τῷ Μιχαὴλ πρὸς τῇ βασιλείᾳ καὶ τὴν ζωὴν ἐχαρίσατο. 2.66 ἔθος ἐπεκράτει τότε, μή, ὥσπερ νῦν, ἔνδον τῶν βασιλείων, ἔκ τοτε λαβὸν τὴν ἀρχήν, μένειν τοὺς τῇ ἐκκλησίᾳ τοῦ παλατίου ψάλλοντας κληρικούς, ἀλλὰ τοῖς ἰδίοις οἴκοις, περὶ δὲ τρίτην φυλακὴν τῆς νυκτὸς ἀγείρεσθαι κατὰ τὴν ἐλεφαντίνην, κἀκεῖθεν ἀπιέναι πρὸς τὴν ἐκκλησίαν καὶ τῷ θεῷ τὰς ἑωθινὰς ἀποδιδόναι εὐχάς. τούτοις οἱ συνωμόται ἐγκαταμιχθέντες τότε, ὑπὸ μάλης ἐγχειρίδια ἔχοντες, συνεισῄεσαν, καὶ ἔν τινι σκοτεινῷ τῆς ἐκκλη σίας λοχήσαντες τόπῳ τὸ σύνθημα ἐξεδέχοντο. ὡς δ' ὁ ὕμνος διεπεραίνετο, ἤδη δὲ παρῆν καὶ ὁ βασιλεύς, καὶ τῆς ὑμνῳδίας ἐξῆρχεν, ὡς ἔθος, "τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ" (εἶχε γάρ, ὡς εἴπομεν, τορωτέραν φωνήν), τότε δὴ εἰσπηδήσαντες ἀθρόον οἱ συνωμόται ἐκ μὲν τῆς πρώτης ἡμάρτανον προσβολῆς, πρὸς τὸν τοῦ κλήρου ἔξαρχον ἀποπλανηθέντες, εἴτε παρόμοιον ὄντα τῷ βασιλεῖ κατὰ τὴν σωματικὴν ἐμφέρειαν, εἴτε τῇ περὶ τὴν κεφαλὴν ὁμοίᾳ περιβολῇ· ἦν γὰρ ἡ ὥρα κρυμώδης τε καὶ χειμέ ριος, καὶ διὰ τοῦτο ἐν περιβλήμασι πάντες διεκαρτέρουν στεγανω τέροις, πίλοις τὰς κεφαλὰς ὀξυτάτοις περικαλύπτοντες. ἀλλ' ὁ μὲν τοῦ κλήρου καθηγεμὼν τὸν κίνδυνον ἀπεώσατο, τὸν πῖλον τῆς κεφαλῆς ἀφελὼν καὶ τῇ φαλάκρᾳ τὴν σωτηρίαν πραγματευσάμε νος· ὁ δὲ βασιλεὺς συναισθόμενος τῆς ἐπιβουλῆς εἰς τὰ ἄδυτα τοῦ θυσιαστηρίου εἰσέδυ, καὶ τὴν τοῦ θυμιατηρίου σειρὰν διαρ πάσας, ἢ ὥς τινες λέγουσι θεῖον σταυρόν, τὰς βολὰς τῶν πλητ τόντων ἐδέχετο. ἀλλ' οἱ συνωμόται ἀθρόοι καὶ οὐ καθ' ἕνα ἐπι δραμόντες, ὁ μὲν κατὰ τῆς κεφαλῆς, ἄλλος κατὰ τῶν σπλάγχνων 2.67 καὶ ἄλλος ἀλλαχόθι τοῦ σώματος κατετίτρωσκον. καὶ χρόνον μέν τινα ἀντέσχε, τῷ θείῳ σταυρῷ τὰς τῶν ξιφῶν ὁρμὰς ἀποκρουόμε νος· πάντοθεν δ' ὡς θηρίον βαλλόμενος καὶ πρὸς τὰς τρώσεις ἀπο καμών, τελευταῖον ἕνα τινὰ γιγαντιαῖον ἐπιφέροντα ἰδὼν τὴν πλη γήν, ὅρκῳ τῆς τῷ ναῷ ἐνοικούσης κατεδέσμει χάριτος καὶ φείσα σθαι ἐξελιπάρει· τῆς τῶν Κραμβωνιτῶν οὗτος ὁ γεννάδας ὥρμητο γενεᾶς. ἀλλ' ὅ γε, "οὐχ ὅρκων" εἰπών "ἀλλὰ φόνων καιρός," παίει κατὰ τῆς χειρὸς διανταίαν πληγήν, ὡς μὴ μόνον τῆς κλειδὸς ταύτην ἀποτεμεῖν, ἀλλὰ καὶ τὸ κέρας συναποτεμεῖν τοῦ σταυροῦ. ἀποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλήν, ἤδη καταπεπονημένου ταῖς πληγαῖς καὶ ὀκλάσαντος. τοιούτῳ μὲν βίου τέλει ὁ Λέων ἐχρήσατο, κατὰ τὸν ∆εκέμβριον μῆνα, ὥρα ἦν ὡς δεκάτη τῆς νυκτός, ἐπ' ἔτη βασιλεύσας ζʹ καὶ μῆνας εʹ, ὠμότατος, εἴπερ τις ἄλλος, γεγονώς, καὶ τῶν πρὸ αὐτοῦ πάντων ὁ ἀσεβέστατος, οἷς τήν τε προσοῦσαν αὐτῷ ἐν τοῖς κοινοῖς ἐπιμέλειαν καὶ τὴν ἐν χερσὶ γενναιότητα ἀπημαύρωσε. λέγεται δὲ καὶ φωνὴν οὐρανόθεν καταρ ραγῆναι εὐθὺς τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς· ἧς καί τινες ἀκηκοότες ναυτίλοι, τὸν καιρόν τε καὶ τὴν νύκτα καταγραψάμενοι, ἐκ τοῦ μετὰ ταῦτα συμπεράσματος εὗρον οὖσαν ἀληθινήν. ἀνῃρημένου δὲ τοῦ Λέοντος, οἱ ἀνῃρηκότες σύροντες τὸν τούτου νεκρὸν ἀνηλεῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξήγαγον, παντὸς αὐτοῖς περιῃρημένου φόβου διὰ τὸ τὴν βασί λειον αὐλὴν ὅπλοις οἰκείοις πάντοθεν περιφραχθῆναι. κατέσπα σαν δὲ τῶν βασιλείων καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τοῖς τέσσαρσι 2.68 τέκνοις αὐτῆς, Σαββάτιον τὸν μετονομασθέντα κατὰ τὴν ἀνάρρη σιν Κωνσταντῖνον Βασίλειόν τε καὶ Γρηγόριον ἅμα Θεοδοσίῳ· οὓς καὶ ἀκατίῳ ἐνθέντες πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, κἀκεῖ σε τῶν πάντων ἐκτμηθέντων συνέβη τὸν Θεοδόσιον τὴν ἑαυτοῦ καταλῦσαι ζωὴν καὶ ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί.
Ὁ δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παπία φρουρᾶς ἀνεθείς, ἔτι τοὺς πόδας ἐν σιδηροπέδαις ἔχων κατισχημένους διὰ τὸ τὴν κλεῖν τῶν σιδήρων ἐν τῷ κόλπῳ τοῦ