321
Λέοντος φυλάττεσθαι, οὕτως ὡς εἶχε μετὰ τῶν σιδήρων ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον, καὶ παρὰ πάντων τῶν τέως ὄντων ἐν τῷ παλατίῳ ἀναγορευθεὶς προσεκυνήθη. ἤδη δὲ μεσούσης ἡμέρας, πανταχοῦ τῆς φήμης διαδραμούσης, τῶν δεσμῶν θλασθέντων ὑπὸ σφύρας βιαίως, οὐ χεῖρας ἀπονιψάμε νος, οὐ τὸν τοῦ θεοῦ φόβον ἐπὶ νοῦν εἰληφώς, οὐκ ἄλλο οὐδὲν τῶν δεόντων πράξας, πρὸς τὸν μέγαν τῆς ἁγίας Σοφίας ναὸν προελήλυθε, χειρὶ τοῦ πατριάρχου στεφθῆναι βουλόμενος, καὶ γλιχόμενος καὶ τῆς πανδήμου τυχεῖν ἀναρρήσεως, ἐκείνοις μόνοις τοῖς τὸν φόνον ἐξηνυκόσι συνωμόταις θαρρῶν. ἔνθα καί τις θαυ μάσειεν ἀμφοτέρων τὸ κακόγνωμον, τοῦ μὲν ἀπελθόντος, ὅπως οὐδένα ἔσχε τὸν βοηθοῦντα ἐκ τῶν τοσούτων καὶ τηλικούτων κο λάκων, ἑρπετῶν δίκην ἁπάντων καταδεδυκότων εἰς χηραμούς, τοῦ δὲ μετ' ἐκεῖνον τὸ ἀναιδὲς καὶ ἀναίσχυντον, ὃς εἰς τὴν ἐκκλησίαν εἰσῄει οὐχ ὥς τις φονεὺς καὶ δήμιος, ᾑμαγμένας ἔχων τὰς χεῖρας, ἀλλ' ὥσπερ τις ἀθλοφόρος καὶ νικητής, ἐπὶ τῷ γεγονότι γαννύ 2.69 μενος, ἐμφύλιον ἐκχέας αἷμα οὐκ ἐπὶ τοῦ τυχόντος τόπου ἀλλ' ἐν τῷ θείῳ θυσιαστηρίῳ, ἔνθα τὸ δεσποτικὸν καθ' ἡμέραν ἐκχέεται τῶν ἡμετέρων ἕνεκα λύτρον ἁμαρτιῶν. Τοῦτον τὸν Μιχαὴλ ἤνεγκε μὲν ἡ κατὰ τὴν ἄνω Φρυγίαν πόλις Ἀμώριον, οὕτω καλουμένη, ἐν ᾗ Ἰουδαίων καὶ Ἀθιγγάνωνκαὶ ἑτέρων ἀσεβῶν πλῆθος ἔκπαλαι τῶν χρόνων ἐγκατοικίζεται. καί τις δὲ αἵρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν ἔχουσα τὸν τρόπον καὶ ἀλλόκοτα δόγματα ἐπιφύεται, ἧς καὶ αὐτὸς μέτοχος ἦν, πατροπαράδοτον θρησκείαν ἀποπληρῶν. αὕτη τοῦ μὲν θείου λουτροῦ καὶ σωτηριώδους τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, τἆλλα δὲ πάντα σώζει, φυλάττουσα τὸν νόμον τὸν Μωσαϊκὸν πλὴν τῆς περιτομῆς. εἶχε δὲ διδάσκαλον ὁ Μιχαὴλ καὶ οἷον ἔξαρχον, ὑπ' αὐτοῦ μεμυσταγωγημένος, Ἑβραῖόν τινα ἢ Ἑβραΐδα κατὰ τὸν ἑαυτοῦ οἶκον, οὐ μόνον τὰ ψυχικὰ ἀλλὰ δὴ καὶ τὰς κατ' οἶκον οἰκονομίας αὐτὸν ἐκπαιδεύοντα. ὑφ' οὗ προληφθεὶς οὐδὲν ἀκέραιον ἔσωζεν, ἀλλ' ἦν ἀπιστίας τις σύνοδος, τά τε Χριστιανῶν παραχαράξας, τὰ Ἰουδαίων κιβδηλεύσας καὶ τἆλλα παρανοθεύσας, καὶ τοιοῦτος τὴν πίστιν γενόμενος, ποικί λος τε καὶ πολύμορφος, ὁποῖά φασι τὰ ἐν Λιβύῃ γίνεσθαι θηρία διὰ τὴν τοῦ ὕδατος ἔνδειαν συναγόμενα καὶ ἀλλήλοις ἐπιμιγνύ μενα. ὡς δὴ καὶ εἰς τὴν βασίλειον ἀνήχθη ἀρχήν, ἐσεμνύνετό τε καὶ ὡραΐζετο [ἢ] τῷ διαδήματι καὶ τῇ ἁλουργίδι, λόγον δὲ καὶ 2.70 μάθησιν ὡς τὰ αὐτοῦ ἀνατρέποντα καὶ δυνάμενα μεταδιδάσκειν τὰ κρείττονα ἀπεβάλλετο καὶ ἠτίμαζεν. ἐτίμα δὲ τὰ οἰκεῖα δια φερόντως· τὰ δὲ ἦν, συῶν μὲν τῶν ἀρτιτόκων προλέγειν ὅσοι τε ἔσονται εὐτραφεῖς καὶ σωμάτων μεγέθους οὐκ ἀμοιρήσουσι, καὶ ὅσοι τοῖς ἐναντίοις περισχεθήσονται, καὶ ἵππων μὲν ἐγγὺς ἑστάναι τῶν λακτιζόντων εἰδέναι, ὄνους δὲ τοὺς λακτίζοντας ὡς πορρω τάτω ἐκτρέπεσθαι εὐφυῶς. ἡμιόνων τε κριτὴς ἄριστος ἦν, καὶ τούτων ὅσοι μὲν πρὸς φόρτον ἐπιτήδειοί εἰσι διακρίνειν, ὅσοι δὲ τοὺς ἐπιβάτας εὐφόρως φέρειν δύνανται, καὶ μή τινι πτοίᾳ περι δεεῖς γινόμενοι ἐκτραχηλίζοιεν. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἵππους ὀφθαλμῶν μόνον κρίνων ἐπιβολαῖς, ὅσοι τε πρὸς δρόμον εὔτονοι καὶ ταχεῖς καὶ ὅσοι πρὸς πόλεμον τὸ καρτερικὸν διασώζουσι· προ βάτων τε καὶ βοῶν εὐτοκίας, καὶ τὴν τοῦ γάλακτος ὅσαι δαψί λειαν ἐκ φύσεως ἔλαχον· τῶν τε ἀρτιγενῶν γεννημάτων εἰδέναι διακρίνειν ποῖον ὁποίας ἐστὶ μητρός. καὶ τὰ μὲν τῆς πρώτης ἡλι κίας, εἰπεῖν δὲ καὶ τῆς τελευταίας, ταῦτα δὴ τὰ μαθήματα καὶ σεμνολογήματα· ὡς δὲ ἤκμαζεν ἤδη, τὸν πένητα βίον διαθλῶν καὶ καρτερῶν, ἔσπευδε τοῦτον πάσῃ ἀποτρίψασθαι μηχανῇ. καί ποτε τῷ ἑαυτοῦ παραστὰς στρατηγῷ ἑαυτὸν ὑπέφαινε, τῇ τῆς γλώττης τραυλότητι τὸν ἄρχοντα ἐκκαλούμενος. τῶν δὲ Ἀθιγγά νων τις, γνωστὸς ὑπάρχων τῷ στρατηγῷ, αὐτόν τε τοῦτον τὸν Μι χαὴλ καί τινα ἕτερον περιβοήτους ἔσεσθαι μετ' οὐ πολὺ διηγόρευε, καὶ βασιλείας αὐτῆς ἐπιτυχεῖν οὐκ ἐν μακρῷ τῷ χρόνῳ. τούτοις ὁ στρατηγὸς τὴν ψυχὴν