322
ἐκθερμανθείς, καὶ τὸ μέλλον ὥσπερ ἐν 2.71 οπτριζόμενος, οὐκ ἔγνω βραδυτῆτι παρώσασθαι τὸν καιρόν, οὗ 2.71 πάλιν τυχεῖν οὐ ῥᾴδιον. τράπεζα οὖν παραχρῆμα, καὶ τοὺς ἄλ λους πάντας καταλιπὼν τοὺς καὶ γένει καὶ ἀξιώμασι διαφανεστέ ρους, τούτους δὴ τοὺς ἄνδρας εἰς ἑστίασιν συγκαλεῖ, καὶ τοῦ πότου ἀκμάζοντος τὰς θυγατέρας ἄγων ἐδίδου τοῖς ξένοις ὁ στρα τηγός, καὶ νυμφίους ἔχειν καθωμολόγει, τῷ ξένῳ μὲν καὶ παρα δόξῳ τοῦ πράγματος ἐν ἐκστάσει πρότερον γενομένους, ἀποδεχο μένους δὲ ὅμως καὶ συγκατατιθεμένους, καὶ θεοῦ ἔργον τὸ τοιοῦ τον, οὐκ ἀνθρώπου ὁμολογοῦντας. Ἀλλὰ ταῦτα μὲν ἐπράττετο οὕτως· τὴν δὲ τοῦ ῥηθέντος Ἀθιγγάνου φωνὴν ὥς τινα θείαν πρόρρησιν ἐνηχηθεὶς ὁ Μιχαήλ, δεύτερον δ' οἰωνὸν εἰληφὼς καὶ τὴν κατὰ τὸ Φιλομίλιον τοῦ μο ναχοῦ προαγόρευσιν, ὡς ἤδη φθάσαντες εἴπομεν, τῷ τοῦ Λέοντος φόνῳ ἰταμώτερον ἐπέθετο καὶ θρασύτερον, κακὸς μὲν περὶ τὸν πρῶτον εὐεργέτην φανείς, ἐκεῖνον δὴ τὸν εἰρημένον Βαρδάνιον, κακίων δὲ περὶ τὸν δεύτερον, φημὶ δὴ τὸν Λέοντα, ὃς καὶ τὸν υἱὸν αὐτοῦ ἐκ τοῦ θείου βαπτίσματος υἱοθετησάμενος ἦν. ὅμως δὲ καὶ τὸν Λέοντα οἰκτίστῳ θανάτῳ κατεργασάμενος ἀπόμοιράν τινα χορηγίας τοῖς τοῦ Λέοντος ἐναποτάττει παισὶ καὶ τῇ τούτων μητρὶ ἐκ τῶν δημευθέντων κτημάτων αὐτοῦ, καί τινας τῶν ἑαυ τοῦ παίδων πρὸς ὑπηρεσίαν αὐτοῖς δωρησάμενος, καὶ τὴν μὲν τοῦ Λέοντος γαμετὴν εἰς τὴν οὕτω λεγομένην τῶν δεσποτῶν μονὴν 2.72 ἐνασφαλίζει κελεύσας, τοὺς ἄρρενας δὲ τῶν παίδων ἐν τῇ Πρώτῃ νήσῳ, ὡς εἴρηται. ὧν κατ' αὐτὴν εὐνουχισθέντων Θεοδόσιος μὲν ἀπεβίω, Κωνσταντῖνος δ' ὁ μετονομασθεὶς Βασίλειος ἀφωνίᾳ μετὰ τὸν εὐνουχισμὸν κατασχεθεὶς ἐδεῖτο μὲν τοῦ θεοῦ τὴν ἑαυτοῦ λυθῆναι φωνήν, ἐδεῖτο δὲ καὶ τοῦ ἐν θεολογίᾳ περιωνύμου Γρη γορίου, ἐκεῖσέ που ἀνεστηλωμένου τυγχάνοντος. ὑπήκουσεν οὖν τῆς αὐτοῦ δεήσεως ὁ ἅγιος, καὶ ὡράθη τῷ Κωνσταντίνῳ φάσκων ὁ θεῖος τύπος "κατὰ τὸν ὄρθρον τουτονὶ τὸν κηρὸν λαβὼν ἀνά γνωθι." ὁ δὲ πιστεύσας τοῖς λεγομένοις, εἰσελθὼν ἀνέγνω λαμ πρᾷ καὶ καθαρωτάτῃ φωνῇ τὸ "πάλιν Ἰησοῦς ὁ ἐμός." τῆς φωνῆς δὲ λυθείσης αὐτοῦ τήν τε πατροπαράδοτον ἐβδελύξατο ἄνοιαν, καὶ περὶ τὰς θείας εἰκόνας τὴν εὐγνωμοσύνην μετέθετο. Ἀλλὰ ταῦτα μὲν ὕστερον· ἤδη δὲ τὴν αὐτοκράτορα τοῦ Μι χαὴλ ἐπανελομένου ἀρχὴν καὶ τὰ κατ' αὐτὴν ὡς ἐβούλετο διοι κοῦντος, ἐπιστολὴν ὁ ἀοίδιμος Νικηφόρος ὁ πατριάρχης ἐκπέμπει, παρακαλῶν ἀπολαβεῖν τὸν ἀσπασμὸν τὰς θείας εἰκόνας καὶ ἀνά κλησιν γενέσθαι τῆς εὐσεβείας. ἀλλ' ὁ Μιχαὴλ ἀπεκρίνατο μήτε τι κακουργήσων ἐλθεῖν τῶν περὶ πίστεως ἐκτεθειμένων, μήτε μὴν τῶν ἤδη παραδοθέντων καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάζεσθαι καὶ καθαίρεσιν. "ἕκαστος οὖν" φησὶ "τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετόν, ἀπαθὴς πόνων καὶ ἄγευστος λύπης δια τελῶν." πλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδὲ τὴν ἀρχὴν ἀληθὴς Χριστιανὸς γεγονώς· ἀλλ' ὅσον τὰ τῆς βασιλείας αὐτῷ ἐκρατύνετο, τοσοῦτον κακοδαίμονι φύσει καὶ ὠμο 2.73 τάτῃ τὸν κατὰ τῶν Χριστιανῶν καὶ τῶν ὁμοφύλων ἀνερρίπιζε πόλεμον, νῦν μὲν τοὺς μοναχοὺς διαπτύων καὶ παντοίοις περιβάλ λων δεινοῖς, καὶ ποιναῖς ἐξευρίσκων ποινάς, νῦν δὲ τοὺς ἄλλους πιστοὺς ἐγκλείων φρουραῖς καὶ ὑπερορίους τιθείς. ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ πατριαρχικοῦ θρόνου ἀξιωθέντα καὶ Εὐθύμιον τὸν τηνικαῦτα τῶν Σάρδεων προεδρεύοντα, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας μηδὲ τὴν τῶν θείων εἰκόνων ἐξαρνουμέ νους τιμήν, τῆς πόλεως ἐξωθεῖ, καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παραδίδωσι κατὰ τὴν νῆσον τοῦ Ἀκρίτου, τὸν δὲ μακαρί την Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ παραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. ὅσον δὲ τὴν Χριστοῦ κληρονο μίαν ἐπίεζε, τοσοῦτον τοὺς Ἰουδαίους ἀνέτους φόρων καὶ ἐλευθέ ρους ἐτίθει, ἀγαπωμένους καὶ στεργομένους αὐτῷ τῶν ἄλλων ἀν θρώπων διαφερόντως. προυβάλλετο δ' ὥσπερ τι προκέντημα