323
καὶ ἀρχέτυπον τοῦ οἰκείου βίου πρὸς μίμησιν τὸν τοῦ Κοπρωνύμου βίον, καὶ τοῦτον μιμεῖσθαι εἰς ἄκρον ἐσπούδαζε. διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἔφθασε τῆς ἀσεβείας, ἄρτι μὲν σάββατον νηστεύειν νομοθετῶν, ἄρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶτταν ἐξα κονῶν, ἄρτι δὲ τὴν μέλλουσαν ἀνάστασιν ἀθετῶν καὶ τὰ ἐκεῖθεν ἐπηγγελμένα ἀγαθὰ διασύρων, διάβολόν τε μὴ εἶναι ὅλως ἰσχυρι ζόμενος ἅτε μηδ' ὑπὸ Μωσέως τούτου παραδεδομένου. πορνείαν δὲ κατησπάζετο, καὶ τὸν ἐπὶ πᾶσι δεῖν ὀμνύναι θεὸν ἐνομοθέτει, καὶ τὸν Ἰούδαν ἀκολάστῳ γλώσσῃ τάττων μετὰ τῶν σωζομένων. 2.74 τὴν ἑορτὴν τοῦ σωτηρίου πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ ὡς Ἑλληνικὴν τάχα παίδευσιν διαπτύων τὴν ἡμετέραν καὶ θείαν παίδευσιν τοσοῦτον ἀποστρεφόμενος ὡς μηδὲ τοὺς νέους παιδοτριβεῖσθαί που συγχωρεῖν, ἵνα μήτε τῇ αὐτοῦ ἀλογίᾳ ἀντιστῆναί τις ἔχῃ ποτὲ καὶ διελέγξαι, μήτε πάλιν τῷ τάχει τῶν ὀφθαλμῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύ σεως τὰ δευτερεῖα τοῦτον φέρειν καταναγκάσειε.
Τοσοῦτον γὰρ ἤργει πρὸς τὴν μῖξιν τῶν γραμμάτων ἐκεῖνος καὶ τὴν τῶν συλλα βῶν ἀνάγνωσιν, ὡς ῥᾷον ἄν τις διῆλθε βιβλίον ἢ αὐτὸς τῇ βραδυ τῆτι τοῦ νοῦ τὰ τοῦ οἰκείου στοιχεῖα ὀνόματος. Ἀλλὰ ταῦτα μὲν παρείσθω ὡς καὶ ἄλλοις ἱκανῶς ἐστηλιτευ μένα, ἡ δ' ἱστορία ἐχέσθω τῶν ἐφεξῆς. κατὰ γὰρ τὸν καιρὸν τοῦτον ὁ ἐμφύλιος πόλεμος ἀρχὴν εἰληφὼς ἐξ ἀνατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν, φθόρον δὲ πολὺν τῶν ἀνθρώπων καὶ παρὰ τοῦτο ὀλιγανδρίαν εἰργάσατο. Θωμᾶς ἦν τῆς ἀποστά σεως ἔξαρχος, περὶ οὗ διττοὶ φέρονται λόγοι, ὧν ὁ μὲν εἷς ὁρμᾶ σθαι τοῦτόν φησιν ἐξ ἀσήμων γονέων καὶ πενιχρῶν καὶ τὸ γένος βαρβάρων, ἐπὶ πολὺ δὲ πενίᾳ συζῆν, διὰ τῆς τῶν χειρῶν ἐργα σίας τὰ πρὸς τὸ ζῆν ποριζόμενον, ἐνίοτε δὲ καὶ θητεύοντα· εἶτα τὴν ἐνεγκοῦσαν ἀπολιπόντα καὶ πρὸς τὴν μεγαλόπολιν ταύτην πεφοιτηκότα, καί τινι τῶν συγκλητικῶν εἰς ὑπηρεσίαν προσλη φθέντα, ἐς τοσοῦτον ἀκολασίας ἐληλακέναι καὶ ὕβρεως ὡς καὶ αὐτὴν κατατολμῆσαι τὴν δεσποτικὴν καθυβρίσαι εὐνήν. καὶ ἐπεὶ 2.75 ἐφωράθη, μὴ οἷός τε ὢν τὰ ὀνείδη φέρειν, δεδοικὼς δὲ καὶ τὰς ἐπηρτημένας ποινὰς τοῖς τῶν τοιούτων τολμηταῖς, φυγὰς πρὸς τοὺς Ἀγαρηνοὺς γίνεται· καὶ τούτοις πίστιν ἱκανὴν δεδωκὼς ἔκ τε τοῦ καταλλήλαις χρᾶσθαι πράξεσι καὶ ἐκ τοῦ χρόνου βεβαιῶσαι τὰ ἔργα (ἔτος γὰρ πέμπτον καὶ εἰκοστὸν διηνύσθη τούτῳ ἐν τῇ πρὸς ἐκείνους διατριβῇ) καὶ ἐκ τοῦ τὴν ἱερὰν τῶν Χριστιανῶν ἀπομόσασθαι θρησκείαν καὶ τῇ τοῦ ἐπαράτου προστεθῆναι Μωά μεδ, πολεμικῆς τινὸς φάλαγγος ἀποδείκνυται ἀρχηγὸς καὶ κατὰ Χριστιανῶν ἐκπέμπεται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑπὸ τὴν αὐτῶν θεῖναι χεῖρα καθυποσχόμενος. καὶ ἵνα μή τινα ὡς ἀλλόφυλος καὶ ἀλλόπιστος ἐμποδισμὸν ἔχῃ ἀπιστούμενος ὑπὸ Ῥω μαίων, Κωνσταντῖνον ἑαυτὸν ἐπεφήμιζεν εἶναι τὸν τῆς Εἰρήνης υἱόν, ὃν ἡ μήτηρ διὰ τὸ κακόνουν καὶ τὸ τοῦ τρόπου ὕπουλον καὶ κακόηθες πάλαι μετὰ τῆς βασιλείας καὶ τῶν ὀφθαλμῶν ἀπεστέ ρησε, τηνικαῦτα δὲ καὶ τὸν βίον ἐτύγχανε καταστρέψας. καὶ ὁ μὲν πρῶτος καὶ πολὺς οὕτως ἔχειν περὶ τῆς τοιαύτης ὑποθέσεως πιστεύεται λόγος· ἅτερος δὲ τοῦτον εἶναί φησι τὸν Θωμᾶν τὸν τῷ Βαρδανίῳ πάλαι συνόντα, περὶ οὗ καὶ ὁ ἐν τῷ Φιλομιλίῳ μονα 2.76 χὸς τὴν πρόρρησιν ἀπεφοίβασε, παρὰ τοῦ βασιλέως δὲ Λέοντος ἀναχθέντα εἰς τὴν ἀρχὴν τοῦ τῶν φοιδεράτων τάγματος. ὃς ἐπεὶ μεμαθήκοι τὸν Λέοντα ὑπὸ τοῦ Μιχαὴλ ἀνῃρῆσθαι, ἐκδικῶν τάχα τὸν εὐεργέτην, ὁμοῦ δὲ καὶ θυμὸν ἴδιον ἐμπιπλὰς (ἐτύγχανε γάρ πως ἐξ ἡλικιωτῶν διαφερόμενος πρὸς τὸν Μιχαήλ), ἅμα δὲ καὶ τὰς περὶ αὐτοῦ τοῦ ἐν τῷ Φιλομιλίῳ μοναχοῦ προρρήσεις φοβού μενος, χεῖρα ἐναντίαν κινεῖ, τοῦ τῶν ἀνατολικῶν ἀρξάμενος θέ ματος, ὅπῃ δὴ καὶ διέτριβε, δύναμιν οὐκ ἀγεννῆ τινὰ καὶ μικρὰν ἀλλὰ βαρεῖαν καὶ ἀνδρώδη συνηθροικώς, πάντα τὸν ὅπλον τὸ οἱονοῦν κινεῖν δυνάμενον ἕπεσθαί οἱ καταναγκάσας, ὃν μὲν βίᾳ, ὃν δὲ φιλίᾳ τῇ