324
πρὸς αὐτόν, ὃν δὲ καὶ ἐλπίδι διαρπαγῆς λαφύρων, ὃν δὲ καὶ τῷ πρὸς τὸν Μιχαὴλ μίσει· ἐτύγχανε γὰρ οὗτος ὑπὸ πάντων διὰ σκαιοτροπίαν μισούμενος, καὶ διὰ τὸ τῆς τῶν Ἀθιγ γάνων θιασώτην εἶναι αἱρέσεως, καὶ διὰ τὴν τῆς γλώττης τραυ λότητα, καὶ δι' ἀνανδρίαν καὶ μαλακίαν συμπεισθέντων αὐτῷ συστρατεύεσθαι. ὁ Θωμᾶς γὰρ εἰ καὶ τὸν ἕτερον τῶν ποδῶν εἶχε πεπηρωμένον καὶ τὸ γένος βάρβαρος ἦν, ἀλλ' οὖν τῇ γε πολιᾷ αἰδέσιμος ἐτύγχανεν ὢν καὶ τὸ εὐπροσήγορον καὶ ἀστεῖον εἶχεν, ἅπερ φιλεῖ ὁ στρατιώτης λαός, ἀλλὰ καὶ τῶν κατὰ γενναιότητα σώματος οὔ τινος ἐφαίνετο δεύτερος. οὗτος τοίνυν ὁ Θωμᾶς πᾶ σαν τὴν ἕω παραλαβών, καὶ τοὺς τῶν δημοσίων πράκτορας φόρων ὑφ' ἑαυτὸν ποιησάμενος, καὶ μεγαλοφροσύνῃ καὶ ἐπιδόσει ἄκρᾳ 2.77 χρησάμενος, πολὺς ἐκ μικροῦ γέγονε καὶ ἐξ ἀσθενοῦς ἰσχυρός· τοὺς μὲν γὰρ ἦγε πειθοῖ καὶ φιλίᾳ, ὁπόσοις ὁ τῶν καινῶν πραγμά των καὶ τοῦ φιλοπλουτεῖν ἔρως ἐνῆν, τοὺς δὲ ἀνάγκῃ καὶ βίᾳ ὑπήγετο, ὅσοις δὴ τὰ τῶν ἐμφυλίων στάσεων κακὰ ἐμισεῖτο. ἐν τεῦθεν οἱ ἐμφύλιοι ἀναρρηγνύμενοι πόλεμοι, καὶ οἷόν τινες ποτα μοῦ καταρράκται φερόμενοι, οὐχ ὕδασιν ἀλλ' αἵμασι τὴν γῆν κατέκλυζον. πᾶσα μὲν οὖν ἡ Ἀσία πορθουμένη καὶ ληϊζομένη ἐδυσθανάτα, τῶν ἐν αὐτῇ πόλεων τῶν μὲν προστιθεμένων τῷ Θωμᾷ διὰ τὸν φόβον, τῶν δ' ὅσαι τὰ πιστὰ τῷ κρατοῦντι ἐτή ρουν λεηλατουμένων καὶ ἀνδραποδιζομένων. καὶ τὰ μὲν τῆς Ἀσίας ἅπαντα ὑπήκοα γέγονε τῷ ἀποστάτῃ, ἐξῃρημένου τοῦ θέ ματος τοῦ Ὀψικίου (τούτου γὰρ στρατηγῶν ὁ Κατάκηλας διετή ρησεν ἄχρι τέλους τῷ βασιλεῖ εὔνοιαν), ἔτι δὲ καὶ τοῦ τῶν Ἀρ μενιακῶν· καὶ τούτου γὰρ στρατηγὸς ὢν ὁ Ὀλβιανὸς εὔνοιαν ἐτή ρησε τῷ βασιλεῖ. οἷς τισὶν ἀπονέμων ἀμοιβὰς ὁ βασιλεὺς τὸ εἰς τὸ βασιλικὸν ταμιεῖον εἰσαγόμενον δημόσιον τέλος, ὃ καπνικὸν καλεῖν εἰώθασιν, ἐδωρήσατο. μανθάνουσι δὲ τοῖς Ἀγαρηνοῖς τὴν ἐμφύλιον στάσιν χαίρειν ἐπῄει καὶ σκιρτᾶν· καιροῦ γὰρ λα βόμενοι πᾶσαν νῆσον καὶ χώραν κατέτρεχον ἀδεῶς. δείσας οὖν ὁ Θωμᾶς ὡς μὴ πτοηθέντες οἱ σὺν αὐτῷ στρατιῶται τὴν τῶν Ἀγαρηνῶν ἔφοδον, λείαν, ὡς εἴρηται, ποιουμένων πάντα τὰ ἐν ποσὶ καὶ αἰχμαλωτιζόντων τὰ προστυχόντα, καταλιπόντες αὐτὸν οἰχή σονται, δέον ἐγνώκει τέως ἀναχαιτίσαι τὴν αὐτῶν ὁρμὴν δι' ἐπι 2.78 φανείας αὐτοῦ, καὶ τῷ πλήθει τῶν ἑπομένων δυνάμεων ἐκπλῆξαί τε καὶ πρὸς εἰρήνην αὐτοὺς ἐκκαλέσασθαι. ὃ καὶ συνέβη· ἄρτι γὰρ τοῖς Σαρακηνοῖς τὴν ἕω ληϊζομένοις αἰφνίδιος ἐπιφανεὶς ἐξέ πληξε, καὶ εἰς λόγους ἐλθὼν ἐσπείσατο, ὑποσχόμενος προδοῦναι τούτοις τὰ Ῥωμαίων ὅρια, καὶ τὴν αὐτῶν αὐτοῖς ὑποχείριον θέ σθαι ἀρχήν. ἀπαλλαγεὶς δὲ τοῦ ἀπὸ τούτων δέους βασιλέα ἑαυ τὸν ἀνεῖπε καὶ διάδημα τῇ κεφαλῇ περιέθετο, καὶ αὐτοκράτωρ ἐν Ἀντιοχείᾳ ἀναγορεύεται παρὰ τοῦ τηνικαῦτα τὴν ἐκεῖσε ποιμαίνον τος ἐκκλησίαν Ἰώβ.
Χεῖρα δὲ πολλὴν αὐτός τε συλλέγει καὶ παρὰ τῶν Ἀγαρηνῶν λαμβάνει, οὐ μόνον δὲ τῶν προσοίκων ἡμῖν ἀλλὰ καὶ τῶν ἐκ τῆς περαίας Αἰγυπτίων Ἰνδῶν Περσῶν Ἀσσυρίων Ἀρμενίων Χαλδαίων Ἰβήρων Ζικχῶν καὶ Καβήρων. τούτοις ἅπασι κατοχυρωθεὶς καὶ ἑαυτὸν περιφράξας ἄριστον ἐνόμισεν εἶναι καὶ βοηθὸν καὶ συνεργὸν τῆς ἀρχῆς προσλαβέσθαι, τήν τε ἑαυτοῦ κλῆσιν ἀλλάξασθαι καὶ υἱὸν εἰσποιήσασθαι. ἐκεῖθεν ὁρμηθεὶς ἅπασαν ἐδῄου καὶ ἐπόρθει τὴν ἀνατολήν. ἃ δὴ ὁ βασιλεύων ἀκηκοὼς καὶ αὐτὸς πρὸς ἀντιπαράταξιν ηὐτρεπίσθη. καὶ στρα τιὰν καὶ στρατηγὸν οὐκ ἀξιόμαχον πρὸς αὐτὸν ἀποστέλλει, ᾗ τινὶ συρραγεὶς ὁ Θωμᾶς ἄρδην ἠφάνισε, μέρος μὲν τῆς δυνάμεως ἀνελών, τὸ δ' ἄλλο τρεψάμενος εἰς φυγήν. καὶ λοιπὸν ἀδείας τυχὼν διετίθετο τὰ καθ' ἑαυτὸν κραταιότερον, ναῦς ἐξαρτύων πολεμικὰς καὶ ἑτέρας σιταγωγοὺς καὶ ἱππαγωγούς. γίνεται δὲ καὶ 2.79 τοῦ βασιλικοῦ στόλου κύριος, καὶ πρὸς τὴν Λέσβον ἅπαν ἀθροίζει τὸ ναυτικόν. αὐτὸς δὲ ὀκτὼ μυριάδων ἄρχων στρατοῦ ἐπὶ Ἄβυ δον ἥκει ὡς ἐκεῖθεν εἰς τὴν περαίαν διαβησόμενος, πάντα τὰ ἐν παρόδῳ καταδραμών, καὶ σποδὸν ποιήσας οὐ τὰ ταπεινὰ