325
καὶ εὐ χείρωτα καὶ εὐάλωτα ἀλλὰ καὶ τὰ ἐπικαιρότατα καὶ δυσάλωτα. ἦν δέ τι χωρίον ἐρυμνὸν τὴν εἰς τὸν βασιλέα πίστιν τηροῦν, καὶ ἐπ' αὐτῷ τὸν εἰσποίητον ἐκπέμπει υἱόν· ὁ δὲ θρασέως ἱππαζόμε νος καὶ ἀτάκτως τῷ οἴεσθαι γυμνὸν ἀντιπάλων εἶναι τὸ χωρίον λόχῳ δή τινι περιπίπτει τοῦ Ὀλβιανοῦ, καὶ τὴν κεφαλὴν ἀποτμη θεὶς ἔμαθε μὴ θρασύνεσθαι. τὴν μὲν κεφαλὴν τοῦ δειλαίου ἐκεί νου ἔπεμψε τῷ βασιλεῖ ὁ Ὀλβιανός, οὗτος δὲ πάλιν Θωμᾷ τῷ ἐκείνου πατρὶ μετὰ βρυάγματος βαίνοντι καὶ μεγαλαυχουμένῳ. ἥνπερ οὗτος δεξάμενος, καὶ κατὰ μηδὲν τοῦ φρονήματος ὑπενδούς, πρὸς τὴν Θρᾴκην ἀπὸ τοῦ χωρίου ὃ καλοῦσιν Ὁρκώσιον περαιοῦ ται, νύκτα κατατηρήσας συνοδικήν. ἔμελε δὲ περὶ τούτου τῷ βασιλεῖ Μιχαήλ, καὶ τὴν ἐκείνου προλαβὼν περαίωσιν αὐτὸς τάς τε πόλεις ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἐστήριζε καὶ τὰ ἀσθενῆ τῶν χωρίων ὠχύρου, κἂν μηδὲν ἐκ τῆς τοιαύτης σπουδῆς ἀπώ νατο, ἅμα τῇ ἐκείνου πρὸς τὴν πόλιν ὑποστροφῇ καὶ τῇ τοῦ Θωμᾶ περαιώσει πάντων τὴν ἐκείνου πίστιν ἀπαρνησαμένων καὶ προσκεχωρηκότων τῷ ἀποστάτῃ καὶ μετ' αὐτοῦ στρατεύεσθαι κατὰ τῆς βασιλίδος προθυμουμένων. ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐγχωροῦν 2.80 στρατὸν ἀγηοχὼς καὶ δύναμιν τῷ δοκεῖν ἀξιόλογον συστησάμενος, στρατηγούς τε ἐπιστήσας αὐτῇ τόν τε ῥηθέντα Κατάκηλαν καὶ τὸν Ὀλβιανόν, ἐπαφίησι κατὰ τοῦ τυράννου. ἐπεμελεῖτο δὲ καὶ τῶν κατὰ θάλασσαν, ὡς ἀνυστὸν ἦν. ὥσπερ δέ τις χείμαρρος ἐξ ὑψηλῶν ὀρέων ὁ τύραννος ἐπελθὼν τήν τε κατὰ χέρσον δύναμιν καὶ τὴν κατὰ θάλασσαν διεσκέδασε, καὶ τοσαύτην ἐνέθηκε πτοίαν τῷ βασιλεῖ ὡς καὶ σιδηρᾶν ἅλυσιν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὸ καταντικρὺ πολίχνιον ἀποτεῖναι, τὴν ἔσωθεν ἄβατον τηροῦσαν θάλασσαν. ἦν δέ τις στρατηγὸς ὑπερόριος ἐν Σκύρῳ τῇ νήσῳ (μία δὲ αὕτη τῶν Κυκλάδων), ἀδελφιδοῦς μὲν τυγχάνων Λέοντος τοῦ βασιλέως, τούτου δὲ ἀναιρεθέντος παρρησιασάμενος πολλάκις καὶ τὸν Μιχαὴλ εἰς πρόσωπον ὀνειδίσας διὰ τὸν φόνον, καὶ διὰ τοῦτο τὴν ὑπερορίαν κατακριθείς. τοῦτον προσεταιρισάμενος ὁ Θωμᾶς στρατεύματός τινος κατὰ γῆν ὡσεὶ χιλιάδων δέκα ἀνα δείκνυσι στρατηγόν· καὶ τὸν κατὰ θάλατταν δὲ στόλον εὐτρεπι σάμενος καὶ ἕτερον αὐτῷ ἐπιστήσας στρατηγόν, οἷόν τινας προ δρόμους ἐξέπεμψε κατὰ τῆς βασιλίδος, διά τε γῆς καὶ θαλάσσης ὠφέλιμον εἶναι κρίνας ποιεῖσθαι τὰς προσβολάς. οὗ γενομένου, καὶ κατὰ ταυτὸν ἀναφανέντων τῶν τε ναυτικῶν καὶ πεζικῶν δυνά μεων ἐν τῷ πρὸς Βλαχέρναις κόλπῳ, ἀντισχεῖν ὅλως μὴ δυνηθεί σης, ὡς εἴρηται, τῆς ἐκτεταμένης σιδηρᾶς ἁλύσεως, προσβολαὶ τοῖς τείχεσι πανταχόθεν ἐγίνοντο. ἐπῆλθε δὲ μετ' ὀλίγον καὶ ὁ Θωμᾶς, καὶ ἐνεργὸς πάντοθεν ἐγίνετο ἡ πολιορκία. οὐδὲν δὲ ὅ τι καὶ λόγου ἄξιον ἐπράττετο, τῶν ἔνδον εὐρώστως ἀμυνομένων καὶ 2.81 τὰς ἑλεπόλεις ἐκκρουομένων. ᾤετο μὲν γὰρ ὁ Θωμᾶς ἅμα τε ἐπι φανῆναι τῇ βασιλίδι καὶ ἅμα τοὺς πολίτας ἀναπετάσαι αὐτῷ τὰς πύλας διὰ τὸ πρὸς τὸν Μιχαὴλ μῖσος, καὶ διὰ τοῦτο τόν τε Γρηγόριον, ὡς εἴπομεν, πρότερον ἔπεμψε, καὶ αὐτὸς πανσυδὶ μετὰ καὶ τοῦ υἱοθετηθέντος αὐτῷ Ἀναστασίου, ἄρτι τὸν μοναχικὸν ἀρνησαμένου βίον καὶ πρὸς τὸν κοσμικὸν ἀποκλίναντος, κατόπιν ἐπηκολούθησεν· ὡς δὲ οὐδὲν τῶν κατ' ἐλπίδας αὐτῷ ἀπήντησεν, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον ὑπὸ τῶν ἔνδον ἐπλύνετο, τότε μὲν παρεμ βολὴν ἐν τοῖς Παυλίνου, ἔνθα τὸ τῶν θαυματουργῶν Ἀναργύρων τέμενος ἵδρυται, ὀχυρὰν ἐπήξατο, λαὸν δὲ πεπομφὼς ἄχρι τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἱεροῦ ἀπεπειρᾶτο τῶν πολιχνίων, εἴ πως αὐτὰ προσαγάγοι καὶ μή τινα κατὰ νώτου ἔχοι ἐχθρόν. ταῦτα δὲ καταστησάμενος, καί τινας ἡμέρας εἰς παρασκευὴν δοὺς ἑαυτῷ, ὡς ἔκ τινος ἀπόπτου κατεῖδε τὸν μὲν Μιχαὴλ τὸ πολεμικὸν ση μεῖον ἐπὶ τοῦ στέγους τοῦ τῆς θεοτόκου τοῦ ἐν Βλαχέρναις πεπη γότα ναοῦ, κἀκεῖθεν τὴν κατὰ τῶν ἐναντίων ἰσχὺν ἐξαιτούμενόν τε καὶ προσλαμβάνοντα, τὸν υἱὸν δὲ αὐτοῦ Θεόφιλον πάντα τὸν τῆς πόλεως περίβολον μετὰ τοῦ πατριάρχου καὶ τοῦ ὑπ' αὐτὸν τάγμα τος