326
περικυκλοῦντα, τό τε ζῳοποιὸν τοῦ σταυροῦ ξύλον ἐπιφερό μενον καὶ τὴν ἐσθῆτα τῆς πανάγνου θεοτόκου, εἰς πολλὴν τῶν πραγμάτων ἐνέπιπτε δυσελπιστίαν καὶ παντοῖος ταῖς γνώμαις ἐγί νετο. οὐκ ἔχων δ' ὅ τι καὶ πράξειεν, ἄλλως τε δὲ καὶ ὄχλῳ τοσούτῳ θαρρῶν τὸ ὅλον διὰ μάχης κριθῆναι ἠπείγετο. ὅθεν τῇ 2.82 ἑξῆς ἅμα φωτὶ σημάνας τὸ ἐνυάλιον τοὺς ἄνδρας ἐξῆγε. καὶ τῷ μὲν υἱῷ τὸν κατὰ τὸ χερσαῖον τεῖχος ἐπέτρεψε πόλεμον, αὐτὸς δὲ τὸ πολὺ τῆς δυνάμεως ἔχων καὶ τὰς καρτερὰς ἑλεπόλεις καὶ μη χανὰς κατὰ τοὺς τῶν Βλαχερνῶν πύργους ἐποιεῖτο τὴν προσβολήν, κλίμακάς τε προσφέρων τοῖς τείχεσιν ἀναλόγους τῷ ὕψει, καὶ ἀλλαχοῦ μὲν χελώνας ἀλλαχοῦ δὲ κριούς· τοξεύμασι δὲ καὶ πετρο βόλοις πανταχόθεν χρώμενος ἠπείγετο παντοῖος φαινόμενος κατα πλῆξαι μὲν τοὺς πολίτας κρατῆσαι δὲ τῆς πόλεως, περιστοιχίσας καὶ τὰ λοιπὰ τείχη τῇ ναυτικῇ δυνάμει, πυρί τε καὶ τοξεύμασιν ἐκφοβῶν. ἀλλ' οὐδὲν τῶν εἰς ὄνησιν φερόντων αὐτῷ ἡ τοσαύτη δύναμις καὶ φαντασία κατεπράξατο. τὸ μὲν γὰρ ναυτικὸν εὐθύς τις ἐπιπνεύσας ἐναντίος ἄνεμος διέλυσέ τε καὶ ἄλλην ἄλλῃ διασπα ρῆναι ἐποίησε τῶν σκαφῶν ἅτε καὶ χειμῶνος ἐξαισίου ὑπάρχοντος· κατὰ δὲ τὴν ἤπειρον γενναίως τῶν ἀπὸ τῆς πόλεως ἀγωνιζομένων καὶ ἀχρήστους αὐτῷ ποιούντων τὰς μηχανάς, διαπορηθεὶς τοῖς πᾶσιν ἀνέζευξε, καὶ ἡ πολιορκουμένη πόλις ἀνεθάρσησε, καὶ τοσοῦτον ἀνδρικώτερον ἐπετίθετο τοῖς τοῦ ἀποστάτου ὡς καί τινας τῶν ἔνδον πυλίδας ἀνοιγνύντας τῆς πόλεως ἐξιέναι καὶ τοῖς πολε μίοις συμπλέκεσθαι. ἔγνω οὖν ὁ ἀποστάτης διὰ τὸ τῆς Θρᾴκης χειμέριον ἐπὶ παραχειμασίαν τραπῆναι καὶ τὸν λαὸν σκεδάσαι ἐν ἀλεεινοτέροις χωρίοις. ὃ δὴ καὶ ποιήσας, ὡς ἤδη τὸ ἔαρ ἐπέ λαμπεν, ἀμφοτέρωθεν αὖθις κατὰ γῆν τε καὶ θάλασσαν ἔκρινε προσβάλλειν τῇ Κωνσταντίνου. ἀλλ' ἤδη καὶ τὸν Μιχαὴλ οὐχ 2.83 ὡς τὸ πρότερον, ἄρτι δὲ στρατιωτικήν τινα δύναμιν εὕρισκε συλ λεξάμενον καὶ ἑτέραν κατὰ θάλασσαν ναυτικήν. κατ' ἐκεῖνο γοῦν πάλιν ᾔει τὸ μέρος ὁπλισάμενος ᾗ καὶ πρότερον, τὸν κόλπον τῶν Βλαχερνῶν, καὶ σύνθημα δοὺς τὸ πολεμικὸν ἐνεργὸς ἦν τὰς μη χανὰς προσάγων καὶ τὰ τείχη κατασείειν πειρώμενος. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, εἰς λόγους ὁ Μιχαὴλ ἦλθέ τισι τῶν στρατευο μένων τῷ ἀποστάτῃ, ἀμνηστίαν τε κακῶν αὐτοῖς ἐπαγγελλόμενος καὶ καθυπισχνούμενος δώσειν ἀγαθὰ πολλά, εἰ μόνον δὴ μετατά ξαιντο καὶ αἵμασιν ἐμφυλίοις ἀπόσχοιντο χραίνεσθαι. ἐπέραινε δὲ οὐδέν, ἀλλὰ θαρραλεωτέρους, ὅτι δὴ καὶ παρακαλοῖντο, τοὺς ἀκούοντας ἐποίει, καὶ τῆς ἐκ τοῦ φόβου συστάσεως λελυμένους καὶ βεβαιοτέρους τῷ ἀποστάτῃ εἰργάσατο. τῆς τοιαύτης δὲ πείρας ἀπεγνωκώς, καὶ πολλὰ τοὺς σὺν αὐτῷ παρακαλέσας ἄνδρας ἀγα θοὺς γενέσθαι καὶ μὴ προέσθαι ἀλάστορι τυράννῳ τὴν ἐλευθερίαν, ἄφνω ἐκ πολλῶν πυλίδων ἐξελθὼν ἀπροσδοκήτως ἐπιτίθεται τοῖς ἐναντίοις· καὶ τῷ παραδόξῳ καταπληξάμενος τοὺς ἀντιτεταγμέ νους ἐτρέψατο, φθόρον ἱκανὸν ἐργασάμενος καὶ νίκην λαμπρὰν ἐνεγκάμενος. καὶ τὰ ναυτικὰ δὲ κακῶς ἠνέχθη τοῦ ἀποστάτου· ὡς γὰρ αἱ βασιλικαὶ τριήρεις ἀνήγοντο καὶ ἤδη συμπλέκεσθαι ἔμελλον, δείμασί τισι καὶ θορύβοις περικτυπηθέντος τοῦ ἐναντίου στόλου πρύμναν αἱ νῆες ἐκρούσαντο καὶ πρὸς τὴν χέρσον κατή γοντο, καὶ οἱ μὲν τῶν ἀνδρῶν ηὐτομόλουν πρὸς βασιλέα, οἱ δὲ πρὸς τὸ οἰκεῖον στρατόπεδον τὸ κατὰ γῆν ἀπεδίδρασκον. καὶ 2.84 οὕτω μὲν ἀπονητὶ διελύθη τοῦ τυράννου τὸ ναυτικόν. ὅθεν καὶ Γρηγόριος, ὁ τοῦ βασιλέως ἀδελφιδοῦς Λέοντος, συνεωρακὼς εὐκαταφρόνητον ὄντα τὸν Θωμᾶν (ὑπετόπαζε δὲ καὶ προϊόντος τοῦ χρόνου γενησόμενον ἐπὶ πλέον), διά τινος μοναχοῦ τῶν ἀπὸ τῆς μονῆς τῶν Στουδίου κοινολογησάμενος τῷ βασιλεῖ, μοῖράν τινα τοῦ ὑφ' ἑαυτὸν τάγματος εἰληφὼς ῥῆξιν ἐννοεῖ καὶ κατὰ νώτου γίνεται τῷ τυράννῳ, ὁμοῦ μὲν τοῦτον ἐκδειματῶν, ὁμοῦ δὲ καὶ τὸν βασιλέα ἐξιλασκόμενος, ὁμοῦ δὲ καὶ γυναικὶ καὶ τέκνοις (ἔτυχον γὰρ καθειργμένοι τούτου τῷ Θωμᾷ προσχωρήσαντος) σωτηρίαν