330
οὐδένα εὕρισκε τὸν ἀντιπαραταττόμενον· ἐχήρευον γὰρ πᾶσαι βοηθείας, τοῦ εἰωθότος φυλάττειν στόλου παντὸς συστρατευομένου τῷ Θωμᾷ. διὸ καὶ μεγάλας ὠφελείας ἐκ πασῶν, αἷς καὶ προσώρμιζεν, ἐκαρποῦτο. ἧκε δέ ποτε καὶ εἰς Κρήτην, καὶ ταύτην καταδραμὼν καὶ ἀνδρα ποδισάμενος ὡς ἐνῆν, καὶ τὴν τῆς νήσου καταμαθὼν ἀρετὴν καὶ χάριν, τοῦτο ἔφη πρὸς τοὺς ὑπηκόους, "ἰδοὺ γῆ ῥέουσα γάλα καὶ μέλι." καὶ τότε μὲν ἔφη πλέον οὐδέν, παντοίων δὲ τὸν στόλον ἐμπεπληκὼς ἀγαθῶν τῶν ἐπ' οἶκον νόστων ἐμέμνητο. ὡς δ' ὁ χειμὼν ὑπέληγε καὶ τὸ ἔαρ ἐπέλαμπε, τεσσαράκοντα ναῦς πλη ρώσας ἀνδρῶν μαχίμων καὶ οὔριον ἄνεμον ἐπιτηρήσας πρὸς Κρή την ἀπέπλει, τὰς ἄλλας τῶν νήσων παρατρέχων ἐπιεικῶς. κατα λαβὼν δὲ τὴν νῆσον τῷ ἀκρωτηρίῳ τῷ λεγομένῳ Χάρακι προσορ μίζεται. ὡς δ' οὐδὲν αὐτῷ οὔτε κατὰ τὴν ἀπόβασιν οὔτε κατὰ τὴν καταγωγὴν ἐφάνη πολέμιον, παρεμβολὴν πηξάμενος ὀχυρὰν 2.93 τοὺς μὲν ἐπιτηδείους εἰς προνομὴν ἐξαπέστειλεν, αὐτὸς δὲ τοὺς λοιποὺς ἔχων ἄρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος, κἀκείνων πορρωτέρω σταδίων δέκα ἢ καὶ ιεʹ γενομένων, πῦρ ἐμβαλὼν ταῖς ναυσὶ τὰς πάσας κατέφλεξε, φεισάμενος τὸ παράπαν οὐδεμιᾶς. ὁ δὲ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως ἐκδειματωθέντες, τῷ παραδόξῳ τοῦ θεαθέντος πράγματος καταπλαγέντες) τὴν αἰτίαν ἐπυνθάνοντο καὶ εἰς λόγους ἦλθον νεωτερικούς. ἐπεὶ δὲ ἤκουον ἃ πάλαι ὤδινον, ὡς αὐτοί τε τούτων ὑμεῖς αἴτιοι, ἀποικίαν ζη τοῦντες καὶ γῆν ἀγαθήν, ἐμοὶ δὲ ταύτης οὐδετέρα νενόμισται κρείττων, εἰς ταύτην ἦλθον τὴν ὁδόν, τὰ ὑμῖν τε θυμήρη πράτ των καὶ ἐμαυτὸν τῆς ἐξ ὑμῶν ἀπαλλάττων ὀχλήσεως. ὡς δὲ καὶ γυναικῶν καὶ παίδων ἐμέμνηντο, "καὶ γυναῖκες" ἔφη ὁ Ἀπόχαψ "ὧδε, ἡμέτεραι αἰχμάλωτοι, καὶ παῖδες μετὰ μικρὸν ἐξ αὐτῶν." τούτοις τοῖς λόγοις κατασιγασθέντες, καὶ ἀποδοχῆς ἄξια κρίναν τες τὰ λεγόμενα, τάφρον μὲν ἤγειραν πρῶτον βαθεῖαν, καὶ χάρα κας ἐν ταύτῃ καταπήξαντες, ἔνθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τόπος σώζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διενυκτέρευον. χρόνος οὐκ ἐρρύη πολύς, καὶ τὰ πραττόμενα ἡ φήμη τὸν βασιλέα ἐδίδασκε. καὶ ὃς τῷ πρωτοσπαθαρίῳ Φω τεινῷ τῶν ἀνατολικῶν στρατηγοῦντι τὰ τῆς Κρήτης ἅπαντα ἀνα τίθησιν. οὗτος ἐκεῖσε παραγενόμενος καὶ τὰ πάντα καταμαθὼν τὸν βασιλέα ἀνεδίδασκε τὰ πραττόμενα, καὶ δύναμιν ἠξίου πέμ πειν τὴν ἐκεῖθεν ἀποσοβήσουσαν τοὺς ἐχθρούς.
∆αμιανὸν γοῦν 2.94 τινὰ ὄντα κόμητα τοῦ βασιλικοῦ ἱπποστασίου καὶ πρωτοσπαθάριον μετὰ πολλῆς δυνάμεως καὶ παρασκευῆς ὁ βασιλεὺς ἀπέστειλεν εἰς βοήθειαν τοῦ στρατηγοῦ Φωτεινοῦ, οἳ καὶ ἑνωθέντες κατὰ τῶν Ἀγαρηνῶν ὡπλίζοντο. εἰς οὐδὲν δὲ χρήσιμον αὐτοῖς τὸ τέλος ἐνε περάνθη· αὐτός τε γὰρ ὁ ∆αμιανὸς κατὰ τὴν πρώτην προσβολὴν καιρίαν πληγεὶς καὶ θανὼν καὶ τοῖς λοιποῖς τροπῆς γέγονεν αἴτιος, καὶ ὁ Φωτεινὸς μόλις ἐν δρόμωνι διασώζεται καὶ τῷ βασιλεῖ τῶν πραχθέντων αὐτάγγελος γίνεται. ἀλλ' οὗτος μέν, ἐπεὶ διὰ τιμῆς ἤγετο τῷ βασιλεῖ πάντως, τὴν τῆς Σικελίας στρατηγίαν αὖθις τῆς Κρήτης ἀλλάσσεται· τοῖς δὲ Σαρακηνοῖς ἐν ταραχῇ καὶ μερίμνῃ διάγουσιν ἔτι μοναχός τις ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβὰς ἁμαρτάνειν ἔφησεν, εἰ ἀσφαλῶς οἴονται ἕξειν ἱδρυθέντες ἐν τῷδε τῷ τόπῳ, καὶ ἅμα λέγων τὸν Χάνδακα τούτοις ὑπέδειξε, δεξιὸν τόπον καὶ εὐφυῆ πρὸς πᾶσαν εὐετηρίαν. ἐν τούτῳ πόλιν ἱδρύ σαντες καὶ οἷόν τινα πάσης ἀκρόπολιν τῆς νήσου, καὶ ἐκ ταύτης ὁρμώμενοι τὴν ὅλην κατέτρεχον νῆσον καὶ τὰς λοιπάς. ἐδουλώ σαντο δὲ τοὺς αὐτόχθονας καὶ τὰς ἐν τῇ Κρήτῃ πόλεις πλὴν μιᾶς. τότε δὴ καὶ ὁ Κύριλλος ὁ Γορτύνης πρόεδρος στέφει τελειοῦται μαρτυρικῷ, μὴ θελήσας ἀρνήσασθαι τὸν Χριστόν. καὶ Κρήτη μὲν ἑάλω τοῦτον τὸν τρόπον. Τῶν ἐμφυλίων δὲ πολέμων ἀπαλλαγεὶς ὁ βασιλεὺς Μιχαὴλ οὐ τῷ θεῷ τὴν νίκην ἐπέγραψεν ἀλλὰ τῇ ἑαυτοῦ φρονήσει καὶ στρατηγίᾳ· διὸ καὶ ὑπὸ φρονήματος φυσηθεὶς ἀκάθεκτος ἦν