331
τὴν 2.95 ὁρμήν. τῆς γαμετῆς οὖν τελευτησάσης αὐτοῦ ὑπεποιεῖτο μὲν τὸν ἄζυγα βίον, λάθρᾳ δὲ πρὸς τοὺς προύχοντας τῆς συγκλήτου πέμπων ἀνέπεισε παρ' αὐτῶν παρακαλεῖσθαι ἑτέρᾳ συζευχθῆναι γυναικί, εἰ μὴ πεισθείη δέ, καὶ βίαν ἐπενεγκεῖν ἀπειλούντων, πρόφασιν δῆθεν εὔσχημον προτεινομένων, ὡς οὐ δέον αὐτοὺς μὲν ὑπὸ βασιλεῖ τάττεσθαι, τὰς δὲ αὐτῶν γυναῖκας δεσποίνης στερεῖ σθαι καὶ βασιλίδος. ἐπέπειστο οὖν ὀψέ ποτε διὰ τῶν ἐπιπλα στῶν λόγων, καὶ πρῶτα μὲν ἀπῄτει χειρόγραφα τοὺς ὑπηκόους εὐνοίας, ὡς αὐτήν τε τὴν ἐσομένην αὐτῷ γυναῖκα καὶ τὰ ἐξ αὐτῆς τεχθησόμενα μετὰ τὸν αὐτοῦ θάνατον ὑπερβαλλόντως τιμήσουσι, καὶ μετ' ἐκεῖνον βασιλέας ἔχοιεν κἀκείνην δέσποιναν. οὕτως οὐ τοῦ κατ' ἐκεῖνον ἀλλὰ καὶ τοῦ μετ' αὐτὸν ᾤετο κρατήσειν αἰῶ νος. εἶτα καὶ ταῖς μετὰ τέχνης αἰτήσεσι πείθεται τῆς συγκλήτου, καὶ ἠγάγετο πρὸς γάμον γυναῖκά τινα πάλαι νυμφευθεῖσαν Χριστῷ καὶ τὸν μοναδικὸν ἀσπασαμένην βίον κἀν τῷ ἐν τῇ Πριγκήπῳ μο ναστηρίῳ μονάζουσαν ἐκ παιδός· Εὐφροσύνη ταύτης ἡ κλῆσις, πατρὸς δὲ λέγεται εἶναι Κωνσταντίνου τοῦ βασιλέως, ὃν ἡ μήτηρ Εἰρήνη δικαίως διὰ τὰς σφετέρας ἀπετύφλωσεν ἀκολασίας. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε. Ὁ δὲ Μιχαὴλ ἕτερον στόλον ἐκπέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν, στρατηγὸν ἐπιστήσας αὐτοῖς Κρατερὸν τὸν τῶν Κι βυρραιωτῶν διέποντα τὴν ἀρχήν· ὃς ἑβδομήκοντα διήρεις τὰς ὑφ' ἑαυτὸν λαβὼν καὶ τὰς ἐκ τῶν ἄλλων νήσων ἁπάσας, ἐν τῇ Κρήτῃ 2.96 γενόμενος μετὰ μεγίστου φρυάγματος οὐδὲ τοὺς Ἀγαρηνοὺς ὑπο κλινομένους εὗρεν, ἀλλὰ καὶ αὐτοὺς γενναίως ὑποστάντας τὸν κίνδυνον. συμπλοκῆς δὲ γενομένης, ἤδη τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος ἄχρι μεσούσης ἡμέρας, οὐδέτερον μέρος ἀπέκλινεν, ἀλλὰ γενναίως ἀντέχοντες ἐκαρτέρουν. ἄρτι δὲ τῆς ἡμέρας κλι νούσης πονήσαντες οἱ Κρῆτες ἐνέδωκαν εἰς φυγήν, καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ πολέμῳ ἀπέθανον, πλείονες δὲ τὰ ὅπλα ῥίψαντες ᾐχμαλωτίσθησαν. τάχα δ' ἂν ἑάλω καὶ ἡ πόλις αὐθημερόν, εἰ μὴ νὺξ ἐπιγενομένη ἀνέτρεψε τέλεον τὰ πράγματα. Ῥωμαῖοι μὲν γὰρ ὡς ἤδη τάχα νενικηκότες, καὶ πάντας αὔριον ἐν βραχεῖ βρα χεῖς ὄντας ἐλπίσαντες συλλαβεῖν, ὡς ἐν οἰκείᾳ ἀλλ' οὐκ ἐν ἀλλο τρίᾳ διάγοντες, πρὸς πότους καὶ τρυφὰς ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ' ἄλλης σωτηρίας φροντίσαντες, ὕπνου δὲ μόνου καὶ τῆς πάντα ῥᾳδίως ἀνατρεπούσης ἀναπαύλης τε καὶ ῥᾳστώνης. ὅθεν περὶ μέσας νύκτας οἱ Κρῆτες, ἐπειδὴ τῶν ἑαυτῶν φυλάκων ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες οἴνῳ καὶ ὕπνῳ τοὺς τῆς Ῥωμαϊκῆς παρεμβολῆς ἐμάνθανον κατεχομένους, αὐθωρὸν ἐπιπεσόντες μετ' ἀλαλαγμοῦ καὶ μέθῃ κατεσχημένους εὑρόντες ἅπαντας ἄρδην ἀπώ λεσαν, ὡς μηδ' ἄγγελον, τοῦτο δὴ τὸ τοῦ λόγου, περιλειφθῆναι· μόνος δ' ὁ στρατηγὸς ἐμπορικοῦ τινὸς πλοίου ἐπιβὰς τὴν σωτη ρίαν ἑαυτῷ ἐμνηστεύετο. ὡς δὲ πολλὰ ζητήσας ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς τοῦτον οὐχ εὕρισκεν οὔτ' ἐν τοῖς πεσοῦσιν οὔτ' ἐν τοῖς αἰχμαλώτοις, ἔμαθε δ' ὅτι φυγὰς ᾤχετο, τοὺς καταδιώξοντας 2.97 ἔπεμψεν· οἳ καὶ καταλαβόντες αὐτὸν ἐν Κῷ τῇ νήσῳ ξύλῳ κρε μάσαντες ἀπέκτειναν. μετὰ δὲ ταῦτα ἀνήρ τις πολεμικὸς καὶ φρονήσεως καὶ ἀγχινοίας οὐκ ἄμοιρος, τὸ ἐπώνυμον Ὀρύφας, στρατόν τινα προστάξει ἀθροίσας βασιλικῇ, τὸν τεσσαρακοντά ριον τότε καλούμενον ἐκ τοῦ διανεμηθῆναι αὐτοῖς ἀνὰ τεσσαρά κοντα χρυσίνους, τάς τε ἄλλας νήσους ἐπιὼν ἀνῄρει τοὺς προνο μεύοντας Ἀγαρηνούς, τοῖς μὲν λόχους ἐπάγων τοῖς δὲ φανερῶς πολεμῶν, καὶ τοὺς Κρῆτας συνέστειλε καὶ τῆς πολλῆς καὶ ἀσχέτου ὁρμῆς ἀνεχαίτισε. καὶ ταῦτα μὲν συνηνέχθη τῇδε. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐφήμιός τις ἀνὴρ κατὰ Σικελίαν λαοῦ τινὸς ἐξηγούμενος, ἐρασθεὶς παρθένου τινὸς τὸ μοναδικὸν ἐκ παιδὸς ἀναλαβούσης σχῆμα, περὶ πολλοῦ ἐποιεῖτο τὸν οἰκεῖον ἔρωτα ἐκπληρῶσαι, τῶν νόμων οὐδὲ φροντίζων ὅλως, ἀλλ' ὡς εἰς παρά δειγμα μόνον ἀποβλέπων τὸν βασιλέα, τοιοῦτόν τι τολμήσαντα καὶ αὐτόν. ἁρπάζει γοῦν τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν