332
ἄκουσαν ἄγει. ταύτης οὖν οἱ ἀδελφοὶ προσίασι τῷ Μιχαήλ, τὰ τοῦ δράματος διηγούμενοι· ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ οὕτως καταλάβοι ἔχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολ μηκότος Εὐφημίου ἀποτεμεῖν. ὅπερ μαθὼν ὁ Εὐφήμιος, συνω μότας λαβὼν τούς τε ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρ μαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παραγενόμενον ἀπελαύνει καὶ πρὸς τὸν τῆς Ἀφρικῆς ἀποδιδράσκει ἡγούμενον, πᾶσαν τὴν Σικε 2.98 λίαν ὑπ' ἐκεῖνον ποιῆσαι καθυπισχνούμενος καὶ διδόναι φόρους αὐτῷ πολλούς, εἰ μόνον ἀναγορευθείη Ῥωμαίων βασιλεύς. δεξά μενος οὖν τὸν λόγον ὁ ἀμηρᾶς ἀναγορεύει τοῦτον βασιλέα Ῥω μαίων καὶ χεῖρα δίδωσι πολλήν, καὶ τῆς Σικελίας γίνεται ἐγκρα τής, παρ' αὐτοῦ τούτου λαβὼν αὐτήν. πλὴν ὁ μὲν Εὐφήμιος οὐ πολὺν χρόνον τοῦ βασιλικοῦ ἀπολαύσας ἀξιώματος ἀφαιρεῖται τὴν κεφαλήν, τῆς οἰκείας ἀποστασίας καὶ παρανομίας τοῦτον λα βὼν τὸν μισθόν. ἄξιον δὲ καὶ τὸν τρόπον εἰπεῖν τῆς αὐτοῦ ἀναι ρέσεως. ὡς γὰρ ἐν σχήματι βασιλικῷ περιῄει τὴν Σικελίαν ἀνευ φημούμενος, ἀπῄει κατὰ Συράκουσαν. ἄποθεν δὲ γενόμενος τῆς ἑαυτοῦ τάξεως καὶ τῶν δορυφόρων, καὶ ὅσον ἀπὸ τόξου βολῆς τῇ πόλει προσεγγίσας, ὡμίλει τοῖς πολίταις καὶ πρὸς ἑαυτὸν λόγοις τὴν ἐκείνων ἐφείλκετο εὔνοιαν. μεμονωμένον δὲ τοῦτον ἰδόντες ἀδελφοὶ δύο Συρακούσιοι, πρὸς ἑαυτοὺς βουλευσάμενοι καὶ σύμ πνοοι γενόμενοι καὶ τὸ ἓν φρονήσαντες προσέρχονται τούτῳ εἰρωνι κῶς τε καὶ τωθαστικῶς, ὡς βασιλεῖ τάχα τὴν προσήκουσαν τιμὴν ἀπονέμοντες. ὁ δὲ Εὐφήμιος μὴ συνεὶς τὸν δόλον, τὴν παρ' αὐ τῶν ἀναγόρευσιν καὶ τὸν ἀσπασμὸν προσδεξάμενος, προσεκάλει τούτους μετὰ φιλοφροσύνης ὡς καὶ αὐτὸς τὸν οἰκεῖον ἀσπασμὸν ἀποδώσων. καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσερείσας τῷ στόματι θατέρου τῶν ἀδελφῶν, θριξὶ μὲν κατέχεται ἰσχυρῶς παρὰ τούτου, πρὸς δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τὴν κεφαλὴν 2.99 ἀποτέμνεται. καὶ οὗτος μὲν ταύτην ἔτισε δίκην τῆς οἰκείας ἀπο νοίας. Οἱ δὲ Ἀγαρηνοὶ οὐ τῆς Σικελίας μόνον ἔκτοτε ἀλλὰ καὶ Καλαβρίας καὶ τῶν πλειόνων τῆς Ἰταλίας ἐγένοντο ἐγκρατεῖς, πάντα κατατρέχοντες καὶ διαπορθοῦντες. ὁ Μιχαὴλ δὲ ἐπὶ μῆ νας ηʹ καὶ ἔτη θʹ τῆς βασιλείας γενόμενος ἐγκρατής, δυσεντερίας ἁλοὺς ἀρρωστήματι καταστρέφει τὸν βίον, τοσούτων παραίτιος τῇ πολιτείᾳ Ῥωμαίων γενόμενος κακῶν δι' ἣν εἶχεν ἀσέβειαν πρὸς θεὸν καὶ πρὸς τὰ πράγματα μοχθηρίαν, ὅσων προλαβὼν ἐπεμνή σθη ὁ λόγος. ἀπεστάτησε δὲ ἐπ' αὐτοῦ καὶ πᾶσα ἡ ∆αλματία. ἐφέρετο δὲ καὶ χρησμὸς παλαιὸς περὶ αὐτοῦ, ἔχων οὕτως ἀρχὴ κακῶν δὲ προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων, δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. ἐτάφη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους με γάλῳ ἡρῴῳ Ἰουστινιανοῦ, ἐν λάρνακι πρασίνῳ Θετταλικῇ. Μετὰ δὲ τὸν τοῦ Μιχαὴλ θάνατον ὁ υἱὸς αὐτοῦ Θεόφιλος, ἀνδρὸς ἤδη ἡλικίαν ἔχων, διεδέξατο τὴν πατρῴαν ἀρχήν, κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς ηʹ ἰνδικτιῶνος, λόγῳ μὲν τῆς δικαιοσύ νης ἔμπυρος ἐραστὴς καλεῖσθαι βουλόμενος νόμων τε φύλαξ πολι τικῶν ἀκριβής, τῇ δ' ἀληθείᾳ ἔξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόν των διατηρῶν, ὡς ἂν μή τις κατ' αὐτοῦ νεανικὸν τολμήσειε, 2.100 ταῦτα ὑπεκρίνετο. εὐθὺς οὖν ἐκ προοιμίων τοὺς τῷ πατρὶ αὐτοῦ συναραμένους εἰς τὸν τοῦ Λέοντος θάνατον ἔγνω πάντας ὀλέθρῳ δοῦναι καὶ ἀπωλείᾳ. ὅθεν ἐξέθετο δόγμα τοὺς τῶν βασιλικῶν ἅπαντας ἀπολαύοντας φιλοτιμιῶν, προσέτι δὲ καὶ βασιλικῆς τιμῆς μετασχόντας τῆς οἱασοῦν, κατὰ τὴν Μαγναύραν ἤτοι τὸ Πεντα πύργιον συναθροισθῆναι. ὡς δὲ τοῦτο ἐγένετο καὶ πάντες ἠθροί σθησαν ὡς ἐκέλευσεν, ὡς ἐν σκότῳ τέως τὴν τῆς ψυχῆς κρύψας θηριωδίαν, πραείᾳ καὶ ἠρεμαίᾳ φωνῇ ἔφη πρὸς τοὺς συνειλεγμέ νους "ἐβούλετο μὲν καὶ δι' ἐπιθυμίας εἶχε, ὦ λαὸς καὶ κλῆρος ἐμός, ὁ ἐμὸς μακαρίτης πατὴρ τοὺς ἀντιλαβομένους καὶ τῆς βα σιλείας ὑπερμαχήσαντας πολλῶν μὲν τιμῶν πολλῶν δὲ τούτους ἀγαθῶν καὶ ἑτέρων καταξιῶσαι γερῶν, καταχθεὶς δ' ὑπὸ τοῦ