334
τὴν αὐτοῦ γαμετὴν ἔμπο ρον ἐθεάσατο;" ταῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐθωρὸν μόνους ἐξελ θεῖν τοὺς ἀνθρώπους, τὴν δὲ ναῦν ἐκείνην παραδοῦναι πυρὶ αὐ τοῖς ἱστίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀγωγίμοις. περιέβαλε δὲ καὶ τὴν δέσποιναν ὕβρεσι, καὶ τῆς ζωῆς ἐξαγαγεῖν ἠπείλησεν εἰ φωρα θείη ἔκτοτε τοιοῦτόν τι ποιοῦσα. Ὥρμητο δ' ἡ βασιλὶς Θεοδώρα ἐκ τῆς χώρας τῶν Παφλα γόνων, γεννήτορας αὐχοῦσα Μαρῖνον οὐκ ἄσημον ἄνδρα καὶ μη τέρα Θεοκτίστην τὴν οὕτω Φλωρῖναν κατονομαζομένην, ἀμφο τέρους εὐσεβείᾳ ἐντεθραμμένους καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν οὐκ ἐξαρνουμένους ὡς οἱ κατ' ἐκεῖνο πάντες καιροῦ, ἀσπαζομένους δὲ καὶ ἐνστερνιζομένους ὑπερφυῶς. διαδήματι δὲ τῆς Θεοδώρας καταστεφθείσης καὶ ἡ ταύτης μήτηρ Θεοκτίστη ζωστή τε καὶ πατρικία τετίμητο. αὕτη δ' οὖν ἡ Θεοκτίστη κατὰ τὸν ἑαυτῆς οἶκον ἔγγιστα διακείμενον τῶν Γαστρίων, τὰς τῆς Θεοδώρας μετακαλουμένη παῖδας (πέντε δὲ ἦσαν τὸν ἀριθμόν, ἥ τε Θέκλα Ἄννα Ἀναστασία Πουλχερία τε καὶ Μαρία) ἄλλαις τε δωρεαῖς αἷς ὑποσύρεσθαι τὸ θῆλυ πέφυκεν ἐδεξιοῦτο, καὶ ἰδίᾳ παραλαμβάνουσα μὴ μαλακίζεσθαι μηδὲ μένειν θηλείας, ὅπερ ἦσαν, ἐξελιπάρει, ἀνδρίζεσθαι δὲ καὶ τῆς μητρῴας θηλῆς ἄξια διανοεῖσθαι καὶ πρέποντα, τὴν πατρῴαν μὲν αἵρεσιν μυσαττομέ νας, κατασπαζομένας δὲ τὰς τῶν ἁγίων εἰκόνων μορφάς. καὶ 2.104 ἅμα ταύτας εἰς χεῖρας ἐμβάλλουσα (ἐφύλαττε δὲ ἔν τινι κιβωτίῳ) τῷ τε προσώπῳ καὶ τοῖς χείλεσιν αὐτῶν ἐπιτιθεμένη ἡγίαζε, καὶ πρὸς τὸ ἐκείνων ἀνηρέθιζε φίλτρον. τοῦτο οὖν ἐνδελεχῶς ποιοῦσα, καὶ ταῖς ἐγγόνοις τὸν περὶ τὰς θείας εἰκόνας πόθον ἀνάπτουσα οὐκ ἔλαθε τὸν Θεόφιλον πυνθανόμενον ὅ τι τε αὐταῖς παρὰ τῆς μάμμης δεδώρηται καὶ ὅ τι χάριτος ἐξείργασται ἄξιον. αἱ μὲν οὖν ἄλλαι τὰς τούτου πεύσεις, σταθηρὸν ἔχουσαι φρόνημα, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία κατὰ τὴν ἡλικίαν νηπιάζουσα τάς τε φιλοφροσύνας κατέλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, προσετίθει δὲ καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, οὕτω δὲ ἁπαλὰ φρονοῦσα καὶ λέγουσα, ὡς νινία πολλὰ εἴη αὐτῇ κατὰ τὸ κιβώτιον, καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι μετὰ τὰ φιλήματα. ταῦτα τὸν βασι λέα εἰς μανίαν διήγειρε, πρᾶξαι δέ τι τῶν δραστικωτέρων εἰς αὐ τὴν ἐκωλύετο, τῇ τε πρὸς τὴν γυναῖκα αἰδοῖ καὶ εὐλαβείᾳ καὶ πλέον ᾗ ἐκέχρητο παρρησίᾳ εἰργόμενος (καὶ γὰρ ἦν ἀριδήλως ἐπι σκώπτουσα τοῦτον καὶ διελέγχουσα ἐπί τε τοῖς καθ' ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ δηλωθείσῃ αἱρέσει, καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν τῶν ἁπάντων ἀπέχθειαν), ἐκώλυε δὲ μόνον τὴν πρὸς τὴν Θεοκτίστην τῶν θυγατέρων αὐτοῦ ἄφιξιν. Τούτοις παραπλήσια συμβέβηκε καὶ τῇ βασιλίδι Θεοδώρᾳ. ἐτρέφετο παρὰ τοῖς βασιλείοις ἀνδράριον παρακεκομμένον καὶ τῷ 2.105 Ὁμηρικῷ Θερσίτῃ παρόμοιον, ∆ένδερις ὄνομα τούτῳ, ἄσημά τε φθεγγόμενον καὶ γέλωτα κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς βασι λείοις ἐνδιαιτώμενον. τοῦτο γοῦν εἰσπηδῆσάν ποτε κατὰ τὸν τῆς Αὐγούστης κοιτωνίσκον θείας εἰκόνας κατέλαβεν αὐτὴν περιπτυσ σομένην. ταύτας ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυνθά νετο, καὶ πλησιέστερον ἐλθὼν κατεμάνθανεν. ἡ δὲ βασιλὶς "τὰ καλά μου" ἔφησεν ἀγροικικῶς "νινία, καὶ ἀγαπῶ ταῦτα πολλά." εἱστιᾶτο τηνικαῦτα ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν διαβάντα τὸν αἰσχρὸν τοῦτον ∆ένδεριν ἤρετο ὅποι ποτὲ ἐτύγχανεν ὤν· ὁ δὲ παρὰ τὴν μάνναν ἔφησεν εἶναι, τὴν δέσποιναν οὕτω καλῶν Θεο δώραν, καὶ θεάσασθαι αὐτὴν καλὰ νινία τοῦ προσκεφαλαίου ἐξαί ρουσαν. συνῆκεν οὖν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γενόμενος ἐξανέστη τε τῆς τραπέζης καὶ πρὸς αὐτὴν ἀπῆλθεν εὐθύς, ἄλλαις τε πολλαῖς ὕβρεσι πλύνων καὶ εἰδωλολάτριν ἀκολάστῳ γλώσσῃ ἀποκαλῶν· καὶ ἅμα διεξῄει τοὺς λόγους τοῦ μυσαροῦ. ἡ δὲ τέως μὲν τὸν θυμὸν καταστορεννῦσα τοῦ βασιλέως "κακῶς ὑπείληφας" ἔλεγεν "ὦ βασιλεῦ· οὐχ ὡς ὑπωπτεύσας ἔχει καὶ ἡ ἀλήθεια. τῷ δὲ κατόπτρῳ μου ἤμην ἐνατενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς