335
τικτομένας ἰδὼν ὁ ∆ένδερις ἐκ τούτου μορφὰς ἐλθὼν ἀπήγ γειλεν ἀφρόνως τὰ μηνυθέντα." καὶ τὸν μὲν τοῦ βασιλέως θυμὸν τοῖσδε κατεπράϋνε τοῖς λόγοις, τὸν ∆ένδεριν δὲ παιδείᾳ καθυπέβαλε πρεπούσῃ, πείσασα μή ποτε λέγειν περὶ τῶν νινίων τινί. διὸ τῆς δεσποίνης κατεπαιρόμενός ποτε ὁ Θεόφιλος ἠρώτα τὸν ∆ένδεριν εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ μάννα ἠσπάζετο· ὁ δὲ 2.106 τοῖς χείλεσιν ἐπιθεὶς τὴν δεξιὰν "σίγα σίγα περὶ τῶν νινίων" ἀντέφησεν, "ὦ βασιλεῦ." καὶ ταῦτα μὲν συνεκύρησεν ὧδε. Στρατιώτου δέ τινος χεῖρά τε νεανικὴν καὶ ἵππον ἔχοντος δεξιόν, ὁ στρατηγὸς ὑφ' ὃν οὗτος ἐτέλει, ἔρωτι κατασχεθεὶς τοῦ ἵππου ὑφ' οὗ πολλάκις ὁ ἄνθρωπος ἐκ πολέμου ἐρρύσθη, ἐζήτει τοῦτον, καθυπισχνούμενος δώσειν πολλά. ἀπαναινομένου δὲ ἐκείνου καὶ βίαν προσῆγε. μηδ' οὕτω δὲ πείθων ἀποδοθῆναί οἱ τὸν ἵππον, ἀνανδρίας ἔγκλημα προσάψας εἰς βασιλέα μετεκίνησε τοῦτον ἧς μετῄει στρατείας. ἐγένετο ζήτησις παρὰ Θεοφίλου περὶ ἵππου ἀκροφυοῦς, καὶ διατάγματα ἐπέμποντο πανταχοῦ τοιόνδε ἵππον εὑρεθῆναι καὶ πεμφθῆναι αὐτῷ. τοῦτο δραξάμε νος ἀφορμῆς ὁ στρατηγὸς ἀφαιρεῖται καὶ ἄκοντι τὸν τοῦ ἀνδρὸς ἵππον, καὶ πρὸς βασιλέα ὡς οἰκεῖον ἐκπέμπει κτῆμα. χρείας δὲ γενομένης ἐν πολέμῳ πλειόνων στρατιωτῶν, καὶ τοῦ βασιλέως κε λεύσαντος ἁπαξαπλῶς πάντα στρατεύεσθαι τὸν ὅπλα κινεῖν δυνά μενον, ἐστρατεύσατο καὶ ὁ ῥηθεὶς στρατιώτης, τροπῆς δὲ γενο μένης ἔπεσε μὴ ἔχων ἵππον τὸν σῶσαι δυνάμενον αὐτόν. ἔπεσε δὲ γυναῖκα καταλελοιπὼς καὶ τέκνα· ἥτις τὸ φιλοδίκαιον τοῦ βασι λέως ἀκούσασα, ἐκκαιομένη δὲ καὶ τῷ τοῦ ἀνδρὸς φίλτρῳ, καὶ τοῖς τέκνοις ἐπιχορηγεῖν ἀτονοῦσα τὰ ἀναγκαῖα, τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸν Θεόφιλον καθ' ἣν ἡμέραν εἴθιστο ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν, ἔποχον τῷ τοῦ ἀνδρὸς αὐτῆς ἵππῳ κατιδοῦσα δρόμῳ πολλῷ τὸν χαλινὸν κατέχει τοῦ ἵππου, οἰκεῖον εἶναι τοῦτον λέγουσα, καὶ μὴ ἄλλον τινὰ αἴτιον ἀλλ' αὐ 2.107 τὸν ὑπάρχειν τὸν βασιλέα τῆς τοῦ ἀνδρὸς αὐτῆς σφαγῆς. ἐκπλα γεὶς οὖν ὁ βασιλεὺς τέως μὲν αὐτὴν προσμένειν διωρίσατο ἄχρι τῆς ἐπὶ τὰ ἀνάκτορα ἐπανόδου αὐτοῦ, ἤδη δὲ ἐπαναδραμὼν εὐ θέως αὐτὴν παρεστήσατο, καὶ διεπυνθάνετο σαφέστερόν τι περὶ τῶν λεγομένων μαθεῖν. ἀναλαβοῦσα δὲ ἡ γυνὴ τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους ἀναδιδάσκει τὸν βασιλέα. παρεστήσατο γοῦν εὐθέως τὸν στρατηγόν, καὶ ζήτησιν ποιεῖται περὶ τοῦ ἵππου νεανικήν, τῆς γυναικὸς τέως προστάξει βασιλικῇ κρυπτομένης. ἐνισταμένου δὲ τοῦ στρατηγοῦ οἰκεῖον εἶναι τὸν ἵππον καὶ μὴ ἐξ ἁρπαγῆς κτη θέντα αὐτῷ, ἐξάγει παραχρῆμα τοῦ παραπετάσματος τὴν γυναῖκα, ἔλεγχον ἀψευδέστατον καὶ κατήγορον τῶν λεγομένων. ἣν ὁ στρα τηγὸς θεασάμενος ἀπεπάγη καὶ ἐπὶ πολὺν χρόνον ἵστατο ἐνεός· μόλις δ' οὖν εἰς ἑαυτὸν γενόμενος τῶν ποδῶν ἅπτεται τοῦ βασι λέως μετὰ κλαυθμοῦ, καὶ ἱκέτης ἐλεεινὸς γίνεται, τὴν ἁμαρτάδα ἐξαγορεύσας. τί οὖν ὁ βασιλεύς; τὴν μὲν γυναῖκα μετὰ τῶν παίδων ἀδελφοὺς ἐξ ἴσου καὶ κληρονόμους τῆς ἐκείνου δείκνυσιν ὑποστάσεως, αὐτὸν δὲ τῆς ἀρχῆς παραλύει καὶ ὑπερορίᾳ διηνεκεῖ δίδωσιν. οὕτω φιλαπεχθήμων ἦν πρὸς τὰς ἁρπαγὰς καὶ τοὺς ἐξ ἀδικίας πλουτεῖν ἐθέλοντας.
Ἐνέκειτο δὲ καὶ ταῖς οἰκοδομαῖς ὁ αὐτὸς βασιλεύς, καὶ τῶν τειχῶν τῆς πόλεως μεγίστην ἐνεδείξατο ἐπιμέλειαν, τὰ χθαμα λώτερα καταστρέψας καὶ ἀνυψώσας καὶ ἄβατα πεποιηκὼς τοῖς ἐχθροῖς· ἃ καὶ νῦν ἵστανται, τὴν ἐκείνου προσηγορίαν ἐν γράμ μασιν ἔχοντα. οὐ μὴν ἀλλὰ καὶ πόρνας ἀπελάσας ἐξ οἰκημάτων 2.108 τινῶν, καὶ καθάρας ὅλον ἐκεῖνον τὸν χῶρον ξενῶνα πεποίηκε τὴν ἐκείνου προσηγορίαν φέροντα, κάλλει τε κάλλιστον καὶ μέγιστον κατεσκεύασεν, ὅπερ ἐστὶν ἄρτι γυναικεῖον μοναστήριον. οὕτως ἐκεῖνος εἶχε πρὸς τὴν πορνείαν. πλὴν ὅτι γέ φασιν αὐτὸν κάλλει ποτὲ θεραπαινίδος ἁλόντα, ὑπηρετούσης τῇ βασιλίδι, συμφθα ρῆναι αὐτῇ, ῥᾳθύμως τότε βιοῦντα. ἐπεὶ δὲ ᾔσθετο ὠλισθηκώς, ἔγνω δὲ καὶ τὴν Θεοδώραν ὅλην γενομένην τοῦ πάθους καὶ κατη φιῶσαν, φασὶν