336
ἐξειπεῖν ἐπομνύμενον καὶ τὰς χεῖρας αἴροντα πρὸς θεὸν ἦ μὴν τότε μόνον διολισθῆναι, καὶ συγγνώμην αἰτεῖν παρὰ τῆς ἑαυτοῦ γυναικός. κατεσκεύασε δὲ καὶ ἀνάκτορα ταῖς ἑαυτοῦ θυγατράσι παρὰ τὸν οὕτω καλούμενον χῶρον τὰ Καριανοῦ, ὧν καὶ ἐς ἡμᾶς τῷ χρόνῳ κατεργασθέντων λείψανα περισώζονται. 2.109 ἔκτισε δὲ ὁ βασιλεὺς καὶ τὰ τοῦ Βρύαντος ἀνάκτορα, πρὸς τὴν τῶν Σαρακηνικῶν οἰκημάτων ὁμοίωσιν κατασκευάσας αὐτά. Καὶ περὶ μὲν τὰ τοιαῦτα ἐδόκει τε καὶ ἐνομίζετο μεγαλοπρε πὴς ὁ Θεόφιλος καὶ θαυμαστός, περὶ δὲ τοὺς τὰς θείας καὶ ἀχράντους προσκυνοῦντας εἰκόνας λίαν βαρύς τις καὶ αὐστηρὸς καὶ πάντας τοὺς πρὸ αὐτοῦ τυράννους ὠμότητι παρελάσαι φιλο 2.110 νεικῶν. οἱ μὲν γὰρ προλαβόντες Λέων τε ἦσαν καὶ Κωνσταντῖνος ὁ Κοπρώνυμος καὶ Μιχαὴλ ὁ τούτου πατὴρ ὁ τραυλός. ὁ μὲν ἐθέσπισε μή τινι τῶν γεγραμμένων εἰκόνων, κἄν που γραφόμεναι τύχοιεν, τὴν ἅγιος φωνὴν ἐγχαράττεσθαι, ὡς οὐκ ἄλλῳ τινὶ τῆς τοιαύτης ἁρμοζούσης φωνῆς ἢ μόνῳ τῷ θείῳ, οὐκ εὐστόχῳ βαλὼν τῷ νοΐ· τῆς γὰρ θεὸς φωνῆς τοῖς ἀνθρώποις μεταδιδοὺς ὁ θεός, ὑψηλοτέρας οὔσης παρὰ τὸ ἅγιος πρόσρημα, ταπεινοτέρας οὔσης τῆς ἅγιος κατὰ πολὺ οὐκ ἂν τούτους ἀποστερήσειε.
Πλὴν τοῦτο μὲν οὗτος ἐθέσπισεν, ὁ πρὸ αὐτοῦ δὲ Λέων καὶ ὁ υἱὸς αὐ τοῦ Κωνσταντῖνος τὸ μηδὲ προσκυνεῖσθαι ὅλως αὐτάς, Θεόφιλος δὲ τὸ μηδὲ χρώμασι ταύτας μορφοῦσθαι· χαμαίζηλον γὰρ τὸ πρὸς τὰ τοιαῦτα ἐπτοῆσθαι, μόνην δὲ σκοπεῖν τὴν ἀλήθειαν. καθῃροῦντο μὲν οὖν ἐντεῦθεν κατὰ πᾶσαν τὴν ἐκκλησίαν αἱ θεῖαι μορφαί, θηρία δὲ καὶ ὄρνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο, τὴν τούτου θηριώδη καὶ ἀνδραποδώδη ἄνοιαν ἐξελέγχοντα. ἐντεῦθεν βεβήλοις χερσὶ τὰ ἅγια καὶ ἱερὰ κειμήλια ἐπὶ τῆς ἀγορᾶς ἐρρι πτοῦντο καὶ ἐφυβρίζοντο. ἐντεῦθεν τὰ τῶν κακούργων ἐπληροῦτο δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων τὰς θείας μορφάς, μοναζόν των, ἐπισκόπων, ποιμαινομένων, καὶ τῶν γραφόντων αὐτάς. πλήρη δὲ καὶ τὰ ὄρη καὶ τὰ σπήλαια τῶν ὡς κακούργων λιμῷ ἀναι ρεθέντων καὶ δίψει. ἀβάτους γὰρ τηρεῖσθαι τὰς πόλεις τοῖς μο ναχοῖς ἐγκελευσάμενος, καὶ πάντα τρόπον αὐτοὺς ἀπελαύνεσθαι θεσπίσας, μᾶλλον δὲ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾶν, εἰργά 2.111 σατο τὰ μοναστήρια καὶ ἡσυχαστήρια περιφανῆ πολυάνδρια, τῶν ἱερῶν ἀνδρῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ ἱερὸν ἔνδυμα μὴ βου λομένων, λιμῷ δὲ καὶ κακουχίαις προαιρουμένων τὴν ζωὴν κατα στρέφειν, ἐνίων δὲ περιβολῆς κατολιγωρούντων καὶ παρὰ τοῦτο ἀπολλυμένων. πολλοὶ δὲ καὶ τῶν ῥᾳθυμότερον διαζώντων τὸν ἄνετον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, ὕμνων θείων καὶ ᾠδῶν καὶ αὐτοῦ τοῦ σχήματος ἀφειδήσαντες· καὶ γὰρ οὐδὲ τούτους τε λεῖσθαι τοὺς συλλόγους ὁ τύραννος συνεχώρησεν, οἳ πολλάκις καὶ μόνοι δύνανται τηρεῖν καὶ οἷον χαλινός τις εἶναι τοῖς πρὸς τὰ πάθη ἀλόγως κατολισθαίνουσι. πλὴν οὐ παντάπασι τῶν ἀνθρώπων οὐδὲ τότε τὸ παρρησιαστικόν τε καὶ ἐλευθέριον ἀπεφοίτησεν· ἀλλά τινες τῶν θερμοτέρων, πολλοὶ μὲν καὶ καθ' ἕκαστον, τινὲς δὲ καὶ κατασυστάδην, ὥσπερ οἱ τῆς τῶν Ἀβραμιτῶν ὁρμώμενοι μονῆς μοναχοί, μετὰ παρρησίας ὀφθέντες αὐτῷ λογικῶς ἔκ τε τῶν τοῖς ἁγίοις πατράσιν ἡμῶν εἰρημένων, ∆ιονυσίῳ τῷ μεγάλῳ, Ἱεροθέῳ καὶ Εἰρηναίῳ, ἀπεδείκνυσαν ὡς οὐ χθὲς καὶ πρῴην ἡ τῶν μοναχῶν πολιτεία τε ἐφεύρηται καὶ κατάστασις, παλαιὰ δέ τις καὶ ἀρχέγονος. οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ τῶν θείων εἰκόνων μορ φώματα ἀπεδείκνουν σύντροφά τε τοῖς ἀποστόλοις καὶ ὁμοδίαιτα, εἴγε Λουκᾶς μὲν ὁ θεῖος ἀπόστολος τὴν τῆς θεοτόκου μορφὴν ἀνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ δεσπότης ἡμῶν καὶ θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθόνης ἀπομαξάμενος ἀχειρότευκτον ἡμῖν καταλέ λοιπεν. οὗτοι γοῦν οἱ θειότατοι ἄνδρες τὴν τοῦ τυράννου ἄνοιαν 2.112 ἐξελέγξαντες καὶ τὴν θηριωδίαν τῷ σφόδρα παρρησιασθῆναι ἐκκα λεσάμενοι μετὰ πολλὰς αἰκίας τε καὶ βασάνους τῆς πόλεως ἐξωρί σθησαν, τὸν δὲ τοῦ προδρόμου ναὸν τὸν οὕτω καλούμενον τοῦ φοβεροῦ κἀν