338
ἀλωπεκῆν ὑποκρίνεται, καὶ χρήσεις προφη τικὰς ἀπῄτει καὶ μαρτυρίας τὰς εἰκόνας ἐπιτρεπούσας προσκυνεῖ σθαι. θατέρου δὲ τῶν ἀδελφῶν τοῦ μακαρίτου Θεοφάνους ῥῆσίν τινα ἐκ τῆς τοῦ Ἠσαΐου προφέροντος προφητείας, οὐκ ἔχειν οὕτω 2.115 ταύτην ἀντέλεγεν ὁ Θεόφιλος, καὶ ἅμα τὴν ἑαυτοῦ βίβλον ἀνελίτ των ἐδείκνυ τάχα τοὺς λόγους πιστούς. ὡς δὲ νενοθεῦσθαι ὑπ' αὐτοῦ οὐ μόνον δὴ ταύτην ὁ ἅγιος ἐπεβόα, ἀλλὰ καὶ πάσας τὰς ὅσαι εἰς τὴν αὐτοῦ ἐλθοῦσαι ἔτυχον χεῖρα, ἐκείνην ἔλεγε προτιθεὶς ἰέναι πρὸς αὐτὸν τὴν βίβλον τὴν κατὰ τὴν πατριαρχικὴν ἐν τῷ Θωμαΐτῃ κατὰ τήνδε τὴν θέσιν κειμένην βιβλιοθήκην εἰς πίστιν τῶν λεγομένων. ἐπεὶ γοῦν τις ἀπέσταλτο καὶ θᾶττον ἢ λόγος ἤγαγε τὸ βιβλίον, ἑκὼν μὲν ἀνελίττων ὁ βασιλεὺς ἡμάρτανε τοῦ βιβλίου, καὶ αἰσχυνόμενος ὑπερεπήδα μὲν τὴν ζητουμένην φράσιν, ἐν ἄλλοις δὲ καὶ ἄλλοις ἐποιεῖτο τὴν ζήτησιν. ὡς δ' ὑπὸ τοῦ μα καρίτου Θεοφάνους ἀνεδιδάσκετο δακτυλοδεικτοῦντος ὡς ἐπὶ τρία φύλλα διαβιβάσας τὸ ζητούμενον καταλάβῃς, τότε δὴ μὴ φέρων τοὺς τῆς παρρησίας ἐλέγχους, συνειδὼς δὲ καὶ τὴν ἀλήθειαν ἔχουσαν οὕτως, τὸ ἕως τότε ἀπορρίψας μακρόθυμον καὶ τὸν θῆρα ἀνακαλύψας "οὐ δίκαιον" ἔφησε "βασιλέα ὑπὸ τοιούτων ἀνδρῶν ἐνυβρίζεσθαι," καὶ λοιπὸν προσέταξε τῷ τοῦ Λαυσιακοῦ μεσο κηπίῳ αὐτοὺς ἀπαχθέντας ῥαβδισθῆναι ῥάβδων φοραῖς βαρυτά ταις ἄχρι τῶν διακοσίων, καὶ τοῖς μετώποις αὐτῶν ἐπιγραφῆναι βαρβαρικῶς ἐγκεντηθέντας οὓς συντέθεικε λήρους ἰάμβους. εἰσὶ δὲ οὗτοι. πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες 2.116 ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. τούτου δὲ θᾶττον γενομένου ἐκεῖνοι μὲν τὸν τῆς ὁμολογίας καὶ καρτερίας ἀνεδήσαντο στέφανον, οὗτος δὲ ὁ σοβαρὸς καὶ πάντων ἀθλίων ἀθλιώτερος πᾶσιν ἀνεδείχθη βλάσφημος καὶ διώκτης καὶ τῶν πώποτε κακοδόξων κακοδοξότερος.
Μετὰ τὸ γραφῆναι τοίνυν τὰς ὄψεις οἱ ὁμολογηταὶ εἰς ὑπερορίαν ἐστάλησαν. πρὸ τούτων δὲ καὶ ὁ ἅγιος Μεθόδιος εἴς τινα νῆσον ἐν τάφῳ καθείρχθη ζῶν, ἅμα δυσὶν ἀνδροφόνοις, ἐν ᾧ τάφῳ διά τινος ἐτρέφετο ἁλιέως. ὃν δὴ ἁλιέα εὑρόντες οἱ ἅγιοι Θεοφάνης καὶ Θεόδωρος, καὶ τὰ κατ' αὐτὸν πυθόμενοι, διὰ τοῦ τοιούτου ἁλιέως γράφουσι τῷ μεγάλῳ Μεθοδίῳ τάδε. τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, 2.117 ναίοντι τὴν γῆν καὶ πατοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. πρὸς οὓς καὶ αὐτὸς ἀντέγραψε διὰ τοῦ αὐτοῦ ἁλιέως τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. πρὸς τούτοις δὲ καὶ τὸν μακαρίτην Μιχαήλ, τὸν σύγκελλον τῆς κατὰ τὴν ἁγίαν πόλιν ἐκκλησίας, σὺν ἑτέροις πολλοῖς ἀσκη ταῖς τῇ φυλακῇ καθεῖρξε, τῇ πολυχρονίῳ κακώσει ὑπάξαι τούτους καραδοκῶν. Καὶ τὰ μὲν κατὰ τῶν ἁγίων τοιαῦτα αὐτῷ νεανιεύματα, καὶ οὕτως τὸν δι' ἡμᾶς ὀφθέντα ἄνθρωπον, θεὸν ὄντα ἀληθινόν, ὕβριζε, καὶ τοὺς αὐτοῦ ἀληθινοὺς θεράποντας οὐ βραχεῖ χρόνῳ καὶ περιωρισμένῳ κατὰ πάντα δὲ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἐκά κου καὶ ἀνηκέστοις καθυπέβαλλε συμφοραῖς. ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδὸς εἶναι, διὸ καὶ ὕμνους ποιῶν τινὰς καὶ στιχηρὰ μελίζων ᾄδεσθαι προετρέπετο· μεθ' ὧν καὶ τὸ τοῦ τετάρτου ἤχου "εὐλο γεῖτε" ἐκ τοῦ κατὰ τὴν ηʹ ᾠδὴν "ἄκουε κόρη" μεθαρμοσάμενος, καὶ ῥυθμὸν ἕτερον παρασχών, ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς ἐπή κοον ᾄδεσθαι διωρίσατο. φέρεται δὲ καί τις λόγος ὡς ἔρωτι τοῦ μέλους βαλλόμενος κατὰ τὴν μεγάλην ἐκκλησίαν ἐν φαιδρᾷ πανη 2.118 γύρει οὐ παρῃτήσατο τὸ χειρονομεῖν, δοὺς τῷ κλήρῳ ὑπὲρ