340
σχόμενοι δι' αὐτοῦ γενέσθαι, οὐκ ἔπεισαν τὸν Θεόφιλον τοῦτον ἐκδοῦναι, ἀλλὰ μᾶλλον διὰ τοῦτο ἀνάγει αὐτὸν ὁ Θεόφιλος εἰς τὴν τῶν πατρικίων τιμὴν καὶ τῇ ἑαυτοῦ ἀδελφῇ συνοικίζει, ἕκα 2.121 στόν τε τῶν Περσῶν νομοθετεῖ κατ' ἐπιγαμίαν συνάπτεσθαι τοῖς Ῥωμαίοις. πολλοὺς δὲ ἐκ τούτων ἐμπρέπειν τοῖς βασιλικοῖς ἀξιώμασι πεποιηκὼς κώδιξι στρατιωτικοῖς ἀναγράφεται, τάγμα Περσικὸν τούτους ὀνομάσας, καὶ τοῖς κατὰ τῶν Ἀγαρηνῶν ἐξιοῦσι Ῥωμαίοις συναριθμεῖσθαι προσέταξε. τούτοις τοίνυν τοῖς δυσὶ θαρρήσας Θεόφιλος, τῷ τε Μανουὴλ καὶ τῷ Θεοφόβῳ, ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν. ἐγγὺς δὲ γενομένων ἀλλήλοις τῶν στρα 2.122 τευμάτων ἐδέησε βουλῆς. καὶ ὁ μὲν Μανουὴλ οὐ δίκαιον ἔλεγε βασιλέα Ῥωμαίων πρὸς ἀμερμουμνῆν πολεμεῖν, ἀλλά τινα μέρος λαβόντα τῶν στρατηγῶν ἐξιέναι κατὰ πρόσωπον τῶν ἐχθρῶν· ὁ Θεόφοβος δὲ καὶ αὐτὸν ἐπὶ παρατάξεως εἶναι τὸν βασιλέα ἐβού λετο, καὶ νύκτωρ ἐπιθήσεσθαι τοῖς ἐχθροῖς μετὰ τοῦ πεζικοῦ συνεβούλευε, συνεπιθήσεσθαι δέ, ὅτε δεήσει, καὶ τὸ ἱππικόν. ἀλλ' οὐκ ἔπεισε τὸν βασιλέα, πολλῶν εἰπόντων σφετερίζεσθαι τὸν Θεόφοβον τὴν τῶν Ῥωμαίων δόξαν καὶ διὰ τοῦτο βούλεσθαι ἐν νυκτὶ πολεμεῖν. ἔδοξεν οὖν εἰς τοὐμφανὲς μεθ' ἡμέραν συρράξαι τὸν πόλεμον. ὁ μὲν οὖν ἀμερμουμνῆς Ἰμπραήλ, εἴτε ἄλλως καταλαζονευόμενος εἴτε δὴ καὶ τὸν βασιλέα κατορρωδήσας, μέρος τῆς στρατιᾶς αὐτοῦ λαβὼν ἀνεχώρησεν, Ἀβουζάχαρ δέ τινα τῶν ἑαυτοῦ στρατηγῶν πρὸς τὸν κατὰ βασιλέως πόλεμον μετὰ μυριά δων ὀκτὼ ἐξαπέστειλεν. ἐγγισάντων δὲ τῶν στρατευμάτων καὶ συμπλοκῆς γενομένης καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, τέλος ἔκλιναν αἱ σχολαὶ μετὰ τοῦ δομεστίκου καὶ πρὸς ὑπαγωγὴν ἐκινή θησαν. ὁ βασιλεὺς δὲ μετὰ τῆς βασιλικῆς φάλαγγος καὶ δύο χιλιάδων Περσῶν, προσόντος αὐτοῖς καὶ τοῦ Θεοφόβου, ἐπί τινα βουνὸν ἄνεισι, περιστοιχισάντων τοῦτον τῶν Σαρακηνῶν. καὶ ἄχρι μὲν ἑσπέρας πολὺς ἦν ὁ περὶ αὐτῶν πόλεμος, τῶν μὲν ἐλπι ζόντων αἰχμάλωτον τοῦτον λαβεῖν, τῶν δὲ ἀμυνομένων καὶ μὴ προδοῦναι τὸν βασιλέα ἀνεχομένων. διὸ νυκτὸς ἐπιγενομένης 2.123 κατεσοφίσατο τοὺς Σαρακηνοὺς ὁ Θεόφοβος, τοῖς στρατιώταις ἐγκελευσάμενος κρότοις τε καὶ ἀλαλαγμοῖς χρῆσθαι κιννύραις τε καὶ χορδαῖς καὶ σαλπίγγων φωναῖς ὡς τάχα βοηθείας ἑτέρας προσ γινομένης αὐτοῖς. τοῦτο γὰρ δὴ καὶ ὑποτοπάσαντες οἱ Σαρακηνοὶ μίλια ἓξ ὑπεχώρησαν εἰς τοὐπίσω, κύκλωσιν κατορρωδήσαντες. ὅθεν ἀδείας τυχόντες μικρᾶς οἱ περὶ τὸν βασιλέα φυγῇ χρησά μενοι τὴν σωτηρίαν ἐπραγματεύσαντο καὶ πρὸς τὸ διαπεφευγὸς στρατόπεδον διεσώθησαν. μεμψάμενος οὖν τὸ προδεδωκὸς στρά τευμα μόνον ὁ βασιλεύς, οὐδὲν δὲ πλέον ἄχαρι πράξας, χάρισι καὶ διαφερούσαις τιμαῖς τοὺς περὶ τὸν Θεόφοβον ἐγέραιρεν. ὅθεν οἱ Πέρσαι πλείονα τὸν πόθον πρὸς τὸν Θεόφοβον ἀνῆπτον, καὶ μόνοι μετ' αὐτοῦ τὸν κατὰ τῶν Ἀγαρηνῶν ὑποδύεσθαι πόλεμον καθικέτευον, καὶ τρέπεσθαι τούτους διεβεβαιοῦντο τὸν βασιλέα. διὸ καὶ τοῖς λόγοις αὐτῶν κατακηλούμενος ὁ βασιλεὺς οὐδένα ἄλλον αὐτοῖς ἀλλὰ τὸν Θεόφοβον ἡγεμονεύειν ἐβούλετο.
Τῷ δ' ἐπιόντι ἐνιαυτῷ ἔξεισι πάλιν ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων, καὶ κατὰ τὸ Χαρσιανὸν συμπλακεὶς τοῖς Ἀγαρηνοῖς τρέπεται τούτους καὶ οὐκ ὀλίγους χειροῦται, αἰχμαλώτους κατα σχὼν ἄχρι τῶν εἰκοσιπέντε χιλιάδων, καὶ μετὰ νίκης λαμπρᾶς ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν. ἐλήφθη δέ τις αἰχμάλωτος τῶν Σαρακηνῶν κατὰ χεῖρά τε γενναῖος καὶ χειρῶν εὐφυΐᾳ ὀνομαστός, ὃς γνωστὸς ἦν τῷ τῶν σχολῶν δομεστίκῳ καὶ ἐμαρτυρεῖτο παρ' 2.124 αὐτοῦ ὡς εἴη τε δεξιὸς περὶ τὴν ἱππασίαν καὶ ὡς ἐν τῷ ἱππάζεσθαι δυσὶ δόρασι χρώμενος ἐντέχνως ἄγαν καὶ εὐφυῶς καταβάλλει τοὺς ἐναντίους. ἐπεὶ δὲ ἔδει ἐν τῇ ἱπποδρομίᾳ τὸν τῆς νίκης θρίαμβον ἐκτελεῖν τὸν δομέστικον, προηγεῖτο δὲ οὗτος τοῦ θριάμβου, θεα σάμενος ὁ βασιλεὺς αὐτὸν καὶ τοῖς ἐπαίνοις κλαπεὶς ἵππου τε ἐπιβῆναι ἐκέλευσε, καὶ δόρατα λαβόντα