342
τὴν χώραν ἠνδρίσατο. καὶ μεγάλων αἴτιος αὐτοῖς καλῶν γεγονὼς αὐτῷ τε 2.127 ἠγαπήθη διαφερόντως τῷ ἄρχοντι τῶν Σαρακηνῶν καὶ τῇ γερουσίᾳ αὐτῶν.
Ταῦτα μανθάνων ὁ Θεόφιλος, ὡς εἰκὸς ἦν, ἠνιᾶτο, καὶ πάντα λίθον ἐκίνει ὡς ἂν τὸν ἄνδρα μετακαλέσοιτο. διὸ καὶ σταυρὸν καὶ χρυσόβουλλον διά τινος ἀγύρτου μοναχοῦ ἐκπέμπει τῷ Μανουήλ, ἐκκαλούμενος ἐπαναστρέψαι καὶ πᾶσαν ἀμνηστίαν κακῶν αὐτῷ χαριζόμενος δι' αὐτῶν. ἃ δὴ κομίσας ὁ εἰληφὼς εἰς χεῖρας λαθὼν τίθησι τοῦ Μανουήλ. καὶ δεξάμενος οὗτος, καὶ οἱονεὶ τὴν ψυχὴν ἐκκαυθείς, ἤδη δὲ καὶ πιστευσάμενος ἐκ τῶν προτέρων ἔργων, μηνύει τῷ ἄρχοντι τῶν Σαρακηνῶν ὡς πόθον τρέφει καὶ κατὰ Ῥωμαίων στρατεῦσαι καὶ τοὺς ἐχθροὺς ἀμύνασθαι οἳ κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, τὴν Καππαδοκίαν οἰκοῦντας. συνεκπεμφθῆναι δὲ αὐτῷ ἠξίου καὶ τὸν τούτου υἱὸν εἰς πλείονα τῆς ὑπονοίας ἀναίρεσιν. κατένευσε τοῖς αἰτηθεῖσιν ὁ Ἰσμαήλ, καὶ δίδωσιν αὐτῷ τοῦ ἐκστρατεύειν ἄδειαν. ὡς δὲ ἤγγισε τοῖς Ῥωμαίων ὁρίοις, δῆλα ποιεῖ τὰ κατ' αὐτὸν τῷ τῆς Καππαδοκίας στρατηγῷ καὶ τὴν ἐσαῦθις ἐς Ῥωμανίαν ἐπάνοδον, καὶ ἅμα ἐδί δασκεν ὡς δεῖ κατὰ τὸν δεῖνα τόπον λόχον καὶ ἐνέδραν γενέσθαι, "ἵν' ὅταν ἐκεῖσε" φησί "γένωμαι, τοὺς μὲν Σαρακηνῶν προδρό μους ἐπ' ἄλλον τινὰ τόπον ἐξελαύνειν ποιήσω, αὐτὸς δὲ πρὸς τὰ Ῥωμαίων ἤθη ἀναδραμοῦμαι." ὃ καὶ γέγονεν. ὡς γὰρ κατὰ τὸ σύνθημα τῷ ὁρισθέντι ἐπλησίαζον τόπῳ, πολλὰ τὸν τοῦ Ἰσμαὴλ υἱὸν κατασπασάμενος "σὺ μὲν ὑγιὴς" ἔφη "ἄπιθι, τέκνον, πρὸς τὸν σὸν πατέρα· ἐγὼ δὲ ἀπελεύσομαι πρὸς τὸν ἐμὸν βασιλέα 2.128 καὶ κύριον." διασωθεὶς δ' ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν ἐν τυγχάνει τῷ βασιλεῖ κατὰ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν, καὶ μάγιστρος παρ' αὐτοῦ τιμᾶται καὶ σύντεκνος ἔκτοτε χρηματίζει αὐτῷ. καὶ τὰ μὲν περὶ τοῦ Μανουὴλ ἔσχεν οὕτως· Θεοδότου δὲ τοῦ Μελισσηνοῦ, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐφ' ἱκανὸν τὸν τῆς Κωνσταντινουπόλεως θρό νον κατεσχηκότος, ἄρτι δὲ καταλύσαντος τὸν βίον, ὁ τοῦ Θεο φίλου παιδαγωγὸς Ἰαννὴς τὸν ἐκείνου διαδέχεται θρόνον, ἆθλον τὴν ἱερωσύνην λαβὼν ἀπιστίας καὶ ἀσεβείας. Ζητοῦντι δὲ τῷ βασιλεῖ Θεοφίλῳ ἐπιστατικῶς περὶ τούτων οἵτινες ἄρξουσι μετ' αὐτόν, γύναιόν τι ληφθὲν ἐκ τῶν Ἀγαρηνῶν κατά τινα τῶν προηγησαμένων πολέμων, εὐφυῶς ἔχον περὶ τὰς τοιαύτας προρρήσεις, παρέστη τῷ βασιλεῖ. ἤρετο οὖν ὁ βασι λεὺς ἃ δὴ καὶ ἐβούλετο, καὶ τίνων μακρὰν ἔσεσθαι τὴν διαδοχὴν τῆς βασιλείας ἀνειπεῖν προσέταττε. τοῦτο δὲ τὸ γύναιον, εἴτε ἐξ ἐνθουσιασμοῦ εἴτε καὶ ἐκ δαιμονικῆς ἐνεργείας κινούμενον, "σοῦ μὲν" ἔφη "ὦ βασιλεῦ διάδοχος ἔσται ὁ σὸς υἱὸς συνάμα τῇ ἰδίᾳ μητρί, μετὰ δὲ τοῦτον τὸ τῶν Μαρτινακίων γένος διαρκέσει ἐπὶ πολὺ τῇ βασιλείᾳ." ὁ δὲ ἅμα τῷ λόγῳ τὸν Μαρτινάκην, καίτοι στεργόμενον αὐτῷ, ἀπέκειρε μοναχόν, καὶ τὸν αὐτοῦ οἶκον κατα γώγιον ἀπέδειξε μοναστῶν. οὐ τοῦτο δὲ μόνον τὸ ῥηθὲν γύναιον, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προεθέσπισε· τόν τε γὰρ 2.129 πατριάρχην Ἰαννῆν ἐκπεσεῖσθαι τοῦ πατριαρχικοῦ θρόνου προήγ γειλε, καὶ τὰς σεπτὰς εἰκόνας τὴν προσήκουσαν τιμὴν καὶ προσκύ νησιν δέξεσθαι. ἐφ' οἷς περιώδυνος γενόμενος ὁ Θεόφιλος παρε κάλει πολλάκις τὴν δέσποιναν καὶ τὸν τοῦ δρόμου λογοθέτην Θεόκτιστον, καὶ ὅρκοις κατεδέσμει φρικωδεστάτοις μετὰ τὸν ἑαυτοῦ θάνατον μήτε τὸν Ἰαννῆν μεταστῆσαι τοῦ πατριαρχείου μήτε τὴν προσκύνησιν τῶν εἰδώλων ἰδεῖν ἀνασχέσθαι. οὐ τὸ γύναιον δὲ μόνον προεφήτευε ταῦτα, ἀλλὰ καὶ Ἰαννῆς διὰ λεκανομαντείας καθαρῶς ἀπέδειξεν αὐτῷ τὸν μέλλοντα τὴν ἀρχὴν διαδέξασθαι. οὐ τῷ βασιλεῖ δὲ μόνῳ τὸ γύναιον τὰς πεύσεις διέλυσεν, ἀλλὰ καὶ Κωνσταντίνῳ τῷ κατὰ τοὺς Τριφυλλίους μέγα δυναμένῳ τῷ τότε τὰ συμβησόμενα διετράνωσεν, αὐτόν τε καὶ τοὺς υἱοὺς μέλλειν εἰπὸν ὑπάρξεώς τε στερηθῆναι καὶ τὸ τῶν κληρικῶν ἀμφιάσασθαι σχῆμα· ὃ καὶ γέγονε μετὰ ταῦτα, τοῦ Βασιλείου τὴν ἀρχὴν διιθύνοντος. προεῖπε δὲ καὶ