343
Γεωργίῳ τῷ στρατιωτικῷ τὸν κατειληφότα αὐτὸν θάνατον ἐν τῇ σφενδόνῃ τοῦ ἱπποδρομίου· ἐκεῖσε γὰρ μετέπειτα τοῦ Βασιλείου βασιλεύοντος ἀποστασίας ἐγκλήματι περιπεσὼν ἀπετμήθη. Ἤδη δὲ τοῦ ἦρος διαλάμποντος οἵ τε Ἀγαρηνοὶ καὶ Θεόφιλος κατ' ἀλλήλων ἐξώρμησαν, ἀλλήλους δὲ πτοηθέντες ὑπέστρεψαν ἄπρακτοι. ὑποστρέψας δὲ ὁ Θεόφιλος πρεσβείαν ἐδέξατο τοῦ χαγάνου Χαζαρίας, ἐξαιτουμένου κτισθῆναι τὸ Μάρκελ ὀνομα 2.130 ζόμενον φρούριον· τοῦτο γὰρ ἐδόκει ἔρυμα καρτερὸν εἶναι τῆς τῶν Πατζινακῶν ἐφόδου, διεῖργον αὐτοὺς πρὸς τὰ μέρη τοῦ Τανάϊδος ποταμοῦ. οὗ ὑπακούσας τῇ αἰτήσει ὁ βασιλεὺς ἐξαπέ στειλέ τινα Πετρωνᾶν, καὶ τὴν τούτων αἴτησιν εἰς πέρας ἤγαγεν. οὗτος ὑποστρέψας γνώμην ἐδεδώκει τῷ βασιλεῖ ὡς οὐκ ἄλλως ἄρξει τῆς Χερσῶνος βεβαίως ἢ στρατηγὸν προχειριζόμενος ἴδιον· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου οὐδεὶς τῶν ἡμετέρων ἄρξων ἐκείνων ἐστέλλετο, ἀλλ' ἐγχώριός τις πρωτεύων τὴν προσηγορίαν τὰ τῆς πόλεως ἦν διοικῶν. προσδεξάμενος οὖν τὴν αὐτοῦ συμβουλὴν ὁ βασιλεὺς οὐκ ἄλλον ἀλλ' ἐκεῖνον αὐτὸν ἐξαπέστειλε στρατηγὸν τῆς χώρας, διατάγματα πέμψας τῷ τότε πρωτεύοντι καὶ τοῖς ἄλλοις αὐτόχθοσι δυνατοῖς ὑπείκειν αὐτῷ ἀνενδοιάστως. ἔκτοτε οὖν ἐκράτησε στρατηγοὺς εἰς Χερσῶνα πέμπεσθαι. Τῷ δ' ἐπιόντι ἐνιαυτῷ τῆς ἐαρινῆς ἐπιστάσης ὥρας ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν ὁ Θεόφιλος μετὰ δυνάμεως καὶ χειρὸς πολλῆς. πρόεισι δὲ πορρωτέρω τῆς Συρίας, κείρων ὁμοῦ τὴν γῆν καὶ πορ θῶν καὶ πᾶν τὸ προστυχὸν ληϊζόμενος. πόλεις τε γὰρ πολέμου νόμῳ κατέσχε δύο καὶ ἠνδραποδίσατο, καὶ αὐτὴν δὲ τὴν λεγομένην Σωζόπετραν ἐξεπολιόρκησε, πατρίδα τυγχάνουσαν τοῦ ἀμερ μουμνῆ· ὑπὲρ ἧς πολλὰ κατεδεήθη διὰ γραμμάτων οὗτος, φεί σασθαι ἐκλιπαρήσας τῆς ἑαυτοῦ πατρίδος, εἰ καὶ μὴ προσέσχε τοῖς γραφομένοις ὁ βασιλεύς. καὶ ταῦτα διοικησάμενος ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν ὁ Θεόφιλος, τὸν Θεόφοβον κατόπιν λιπὼν 2.131 ἐφ' ᾧ τε διαθέσθαι τὰ τοῦ στρατοῦ καλῶς καὶ διὰ τάχους πρὸς αὐτὸν ἐπαναδραμεῖν. ἀλλ' οἱ Πέρσαι διὰ τὴν τῶν σφῶν σιτηρε σίων ὑστέρησιν ὄντες περιαλγεῖς ἐν Σινώπῃ συσχόντες τὸν Θεό φοβον βασιλέα καὶ ἄκοντα ἀνεκήρυξαν, πολλὰ λιπαροῦντα καὶ ποτνιώμενον ἀποσχέσθαι τῆς τοιαύτης ὁρμῆς, καὶ ἐπαπειλοῦντα δεινὰ πείσεσθαι τούτους ὅσον οὔπω χάριν τοῦ τοιούτου τολμήμα τος. ὡς δ' οὐ προσεῖχον αὐτῷ ἀλλ' ὅλῃ γνώμῃ καὶ προαιρέσει τοῦ ἐγχειρήματος εἴχοντο, λάθρᾳ τὰ τελεσθέντα γνωρίζει τῷ βασιλεῖ, καὶ ἐνόρκως πληροφορεῖ ὡς οὐκ αὐτὸς οἱ Πέρσαι δὲ τῶν τολμηθέντων αἴτιοι. καὶ τότε μὲν τὴν ἐκείνου προαίρεσιν ὁ βα σιλεὺς ἀποδέχεται, καὶ πρὸς τὰ βασίλεια αὐτὸν εἰσκαλεῖ, τὴν προτέραν εὐκληρίαν ἀποδιδούς, συγγνώμην δὲ ἅπασι τοῖς Πέρ σαις δίδωσι καὶ κακῶν ἀμνηστίαν. οὓς καὶ πεισθέντας ταῖς ὑπο σχέσεσι καὶ τῆς Σινώπης ἀποδημήσαντας ἔγνω δεῖν ὁ βασιλεὺς διαστῆσαι καὶ μὴ τοσοῦτον πλῆθος ὁμοῦ διάγειν.
Καὶ ἐπείπερ εἰς τρεῖς μυριάδας τὸ πᾶν ἐκορυφοῦτο τῶν Περσῶν πλῆθος, κα λῶς σκεψάμενος ἑκάστῳ θέματι χιλιάδας ἐξαπέστειλε δύο, ὑπὸ χεῖρα τελεῖν προστάξας τοῖς ἐν αὐτῷ στρατηγοῦσιν. αὕτη ἡ αἰτία ὑπόπτους τε τοὺς Πέρσας ἐποίησε, καὶ μετ' οὐ πολὺ τὸν Θεό φοβον ἐξήγαγε τῆς ζωῆς. ἐγένετο δέ τις καὶ δευτέρα αἰτία, ἣν ὁ λόγος δηλώσει κατὰ τὸν οἰκεῖον καιρόν. Ὁ δ' ἀμερμουμνῆς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλύσει τῆς ἐκπορθηθείσης πατρίδος αὐτοῦ, ὡς πανταχοῦ θε 2.132 σπίσαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυλωνίας καὶ Φοινίκης καὶ Παλαι στίνης καὶ κοίλης Συρίας, ἔτι δὲ καὶ τῆς πορρωτέρω Λιβύης ἀθροίζεσθαι. πάντα δὲ τὸν στρατευόμενον σὺν αὐτῷ γράφειν ἐπὶ τῆς οἰκείας ἀσπίδος Ἀμώριον ἐκέλευσε, τὴν κατ' αὐτοῦ ὁρμὴν αἰνιττόμενος. συνήχθη γοῦν αὐτῷ πᾶς ὁ στρατὸς ἀνὰ τὴν Ταρσόν. ἐπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ ∆ορύλαιον, τριῶν ἡμερῶν ὁδὸν Ἀμωρίου ἀπέχον. πολλῶν οὖν συμβουλευόντων μετοικίσαι τὸν ἐν Ἀμωρίῳ