344
οἰκοῦντα λαὸν καὶ ὑπενδοῦναι τῇ ἀσχέτῳ φορᾷ τῶν Σαρακηνῶν, τοῦτο μὲν ἄδοξον ἐδόκει τῷ Θεοφίλῳ καὶ ἄναν δρον, καλὸν δὲ καὶ πρὸς ἀνδρίαν εὔοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βουλῇ. ἐξαπέστειλε γοῦν Ἀέτιον τὸν πατρίκιον καὶ τῶν ἀνατολικῶν στρατηγόν, δοὺς αὐτῷ καὶ χεῖρα ἀρκοῦσαν εἰς ἀποτροπὴν τῶν ἐχθρῶν. ἐδίδου δὲ καὶ ἡγεμόνας τοῦ λαοῦ τοὺς μετὰ βραχὺ μαρτυρήσαντας, Θεόδωρον τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βουβούτζικον καὶ τοὺς λοι πούς, οἵτινες οὐ μόνον τοῦ πεμφθέντος τότε λαοῦ ἀλλὰ καὶ τῆς φάλαγγος τῶν μβʹ μαρτύρων γεγόνασιν ἀρχηγοί. ὡς δὲ κατὰ τὴν Ταρσὸν ἐπέστη μετὰ παντὸς τοῦ λαοῦ ὁ τῶν Σαρακηνῶν ἡγεμών, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ καὶ μαντευσάμενος δέον ἔκρινε μὴ εὐθέως χωρεῖν πρὸς Ἀμώριον, ἀποπειρᾶσαι δὲ πρότερον τῆς τοῦ βασιλέως δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ, μέρος λαβόντος τοῦ στρατοῦ, τοῦτο λογισάμενος, ὡς εἰ περιγένηται τοῦ βασιλέως 2.133 οὗτος, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί, εἰ δὲ μή, βέλτιον ἡσυχάζειν. ταῦτα βουλευσάμενός τε καὶ κρίνας ἐξέπεμψε τὸν υἱόν, λαβόντα μεθ' ἑαυτοῦ καὶ Ἄμεραμ τὸν τηνικαῦτα διέποντα τὴν Μελιτηνὴν καὶ Τούρκους ὡσεὶ χιλιάδας δέκα καὶ πᾶσαν τὴν ἐξ Ἀρμενίων στρατιὰν καὶ τὸν ἄρχοντα τῶν ἀρχόντων· ὃς κατὰ τὸν λεγόμενον ∆αζύμηνον γενόμενος παρεμβολὴν ἐπήξατο. ἀπῄει γοῦν καὶ ὁ Θεόφιλος κατ' αὐτοῦ, στρατόπεδον ἐπαγόμενος οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον συνιστάμενον. γενόμενος δὲ κατὰ τὸν οὕτω λεγόμενον χῶρον Ἀνζὶν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. εἴς τινα δὲ ὑψηλοτάτην περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀναχθεὶς Μανουὴλ κατεσκόπει τὸ πλῆθος τῶν ἐναντίων, καί πως ἐκ στοχασμοῦ βα ρύτερον ἐδόκει τὸ τῶν ἐναντίων πλῆθος. ἀλλ' ὁ Μανουὴλ "μὴ πρὸς τὸ πλῆθος, ὦ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν τῶν δορά των διάθρει καλαμῶνα τῶν ἀμφοτέρων." ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατός, ἐβουλεύετο ὅπως ἂν αὐτοῖς ἐπί θηται μετὰ δόλου. ὁ μὲν οὖν Μανουὴλ ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ' ἄλλοι τῶν στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο καὶ ὁ βασιλεύς. ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς ἤδη ἡμέρα ἐπέλαμπε, μάχη συρρήγνυται φοβερά. καὶ τῶν βα σιλικῶν ταγμάτων εὐθύμως ἀγωνιζομένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν 2.134 εἰς φυγήν. τῶν δὲ Τούρκων ἐπιμόνως χρωμένων τῇ τοξείᾳ καὶ τὸ καταδιῶκον τῶν Ῥωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην· μὴ δυνάμενοι γὰρ οἱ Ῥωμαῖοι τὰ τῶν Τούρκων φέρειν τοξεύματα τῷ βάλλεσθαι καρτερῶς, νῶτα δόντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν καὶ οἱ τῶν ταγμάτων ἔξαρχοι οὐδ' οἱ Πέρσαι τοῦτο ἠνέσχοντο δρᾶσαι, ἀλλὰ περιστάντες τὸν βασιλέα εὐρώστως σώζειν ἠπείγοντο. καὶ κἂν ἀπώλοντο πανδημεὶ οἱ περὶ τὸν βασιλέα, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατηνέχθη ὑετὸς καὶ τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ Ῥωμαίοις ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέ δωκεν ἀφορμάς. βαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως ᾔσθετο τῶν Σαρακη νῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπενδομένους καὶ τὸ στράτευμα τῶν Ῥωμαίων προδοῦναι καὶ πρὸς τὴν ἐνεγκαμένην παλινδρομῆσαι. δῆλα γοῦν εὐθὺς ταῦτα ποιεῖ τῷ βασιλεῖ, καὶ σώζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν ἅλωσιν. τοῦ δὲ βασι λέως "καὶ πῶς τοῦτο ἔσεται" ἐπερωτήσαντος, "τῶν δι' ἐμὲ προσ μεινάντων ἀπολομένων," ὑπολαβὼν ὁ Μανουὴλ "σοὶ μόνον ἔστω, βασιλεῦ," ἔφη "τὸ σώζεσθαι ἐκ θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ' αὐτοὺς διοικήσουσιν." ὀψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασι λέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασω θέντος, οἱ λειποτάκται ὑπήντων αὐτῷ, καὶ ἀναξίους ἑαυτοὺς ἔφα σκον τῆς ζωῆς βασιλέα ἐν