346
τοὺς πρέσβεις μεθ' ὕβρεως ἀπέπεμψεν, ἀνόητος ἂν εἶναι εἰπὼν εἰ χίλια κεντη νάρια καταναλώσας ἐπὶ συλλογῇ τοῦ οἰκείου στρατοῦ τοσούτων ἀποδώσει τοὺς ἡλωκότας κεντηναρίων. ἀπράκτων δὲ τῶν πρέσβεων ὑποστρεψάντων τῇ ἀπληστίᾳ τῆς συμφορᾶς πληγεὶς ὁ Θεόφιλος, πᾶσάν τε βρῶσιν καὶ πόσιν ἀποστρεφόμενος καὶ σχεδὸν ἀπόσιτος γεγονώς, καὶ μηδὲν ἕτερον προσιέμενος ἢ τὸ ἐκ χιόνος ἀποθλιβό μενον ὕδωρ, δυσεντερίας ἑάλω νοσήματι. ἀλλὰ καίπερ οὕτως ἔχων πονήρως οὐκ ἠρέμει, οὐδὲ μετρίως ἔφερε τὴν τοῦ Ἀμωρίου καταστροφήν, ἀλλὰ καιρὸν καὶ τρόπον ἐζήτει πῶς ἂν ἀμύναιτο 2.138 τὸν ἐχθρόν. διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρί κιον Θεοδόσιον, ἐκ τοῦ τῶν Βουβουτζίκων καταγόμενον γένους, ἐπικουρίαν τε ἐξαιτῶν πεμφθῆναι, καὶ ἀποστεῖλαι δύναμιν ἀξιό μαχον καὶ κακῶσαι μέρη τινὰ τῆς Λιβύης τῷ ἀμερμουμνῇ διαφέ ροντα. ἀλλ' αὕτη μὲν ἡ πρεσβεία ἄπρακτος ἔμεινε, τοῦ Θεοδο σίου τὴν ζωὴν καθ' ὁδὸν καταστρέψαντος· ὁ Θεόφιλος δὲ καὶ ταύτης διεκπεσὼν τῆς ἐλπίδος ἐπὶ πλέον τε ὑπὸ τῆς νόσου σφιγγό μενος ἄνεισι κλινήρης πρὸς τὴν Μαγναύραν, ἐν ᾗ τήν τε σύγκλη τον ἐκκλησιάσας καὶ τὸ λοιπὸν ἐμφανὲς μέρος τῆς πόλεως τὰ καθ' ἑαυτὸν ἐξετραγῴδει καὶ ὠλοφύρετο, καὶ τοὺς συνειλεγμένους ἐζήτει τὴν εἰς αὐτὸν ἀπομνημονεύειν εὔνοιαν ἐν τῷ πίστιν καὶ εὐμένειαν τηρῆσαι πρός τε τὴν αὐτοῦ σύζυγον καὶ τὸν παῖδα, καὶ διαφυλάτ τειν τούτοις τὴν βασιλείαν ἀνεπιβούλευτον. ἐπικλασθέντων δὲ τῶν συνηθροισμένων τοῖς ἐλεεινοῖς τούτοις ῥήμασι τοῦ βασιλέως ὀδυρμὸς ἤρθη καὶ κωκυτὸς παρὰ πάντων· καὶ πάντες θεοκλυ τοῦντες ηὔχοντο μὲν τῷ βασιλεῖ ὑγείαν τε καὶ ζωήν, εἰ δ', ὅπερ ἀπευκτὸν ἦν αὐτοῖς, θάνατος, ἔλεγον, ἐπακολουθήσει, ὑπὲρ τῆς αὐτοῦ γαμετῆς σφῶν δὲ δεσποίνης καὶ τῶν παίδων ὑπισχνοῦντο καὶ αὐτάς, εἰ δεήσοι, προέσθαι τὰς ψυχὰς καὶ τηρῆσαι τούτοις τὴν βασιλείαν ἀδιαλώβητον. καὶ οἱ μὲν κατεπηγγείλαντο ταῦτα, ὁ δὲ βασιλεὺς Θεόφιλος ὑπὸ τῆς νόσου τελείως τακεὶς καὶ μικρὸν ἐπιβιοὺς τὸ κοινὸν ἀνεπλήρωσεν ὄφλημα, ἐπὶ δώδεκα ἔτεσι καὶ μησὶ τρισὶ τὴν βασιλείαν ἰθύνας. ἐπεὶ δέ, ὡς φθάσας ὁ λόγος 2.139 ἐδήλωσε, χώραν ἔσχον οἱ διαβάλλοντες τὸν Θεόφοβον ἀπὸ τῶν εἰρημένων αἰτιῶν, ὡς ἔγνω ὁ Θεόφιλος τὸ τέλος τῆς αὐτοῦ βιο τῆς, ἐν δεσμωτηρίῳ τίθησι τὸν Θεόφοβον ζοφωδεστάτῳ κατὰ τὸν Βουκολέοντα. καὶ ἤδη τοῦ τέλους ἐγγίζοντος προσέταξεν ἀποτε μεῖν τούτου τὴν κεφαλὴν καὶ αὐτῷ ἐνεγκεῖν. ἥνπερ δεξάμενος, καὶ ταῖς χερσὶ τῶν τριχῶν ἐπαφώμενος, ἔσχατον εἶπε λόγον, ὡς ἀπὸ τοῦ νῦν οὔτε ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος. τινὲς δὲ τῷ Ὀρύφᾳ δρουγγαρίῳ τῆς βίγλας τυγχάνοντι ἀνατιθέασι τὴν τοῦ Θεοφόβου σφαγήν, αὐθαιρέτως αὐτὴν ἐργασαμένῳ μηδενὸς κε λεύσαντος. Καταστρέψαντος δὲ τοῦ Θεοφίλου τὴν ζωὴν ὁ παῖς αὐτοῦ Μιχαὴλ τὰ σκῆπτρα τῆς βασιλείας ἀναδέχεται σὺν τῇ μητρὶ Θεο δώρᾳ, ἐπιτρόπους ἔχων καὶ ῥυθμιστὰς οὓς αὐτῷ ἐνδιαθήκως ἐπέστησεν ὁ πατήρ, τόν τε μάγιστρον Μανουὴλ καὶ δομέστικον χρηματίσαντα τῶν σχολῶν, καὶ τὸν πατρίκιον Θεόκτιστον καὶ λο γοθέτην τοῦ δρόμου. οἳ παραχρῆμα τοῦ θανεῖν τὸν Θεόφιλον ἐξελθόντες εἰς τὸν ἱππόδρομον, κἀκεῖσε τὸν δῆμον ἐκκλησιάσαν τες, λόγους τε διῆλθον τῆς πρὸς αὐτοὺς εὐνοίας ἀναμιμνήσκοντες τοῦ τελευτήσαντος βασιλέως, καὶ ἐπαγωγὰ πολλὰ καὶ θελκτήρια λέξαντες τὴν τῶν ἀκουόντων εὐμένειαν ἐπεσπάσαντο, τὸ ἑαυτῶν ὑποσχομένων ἐκχέαι αἷμα ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως Μιχαήλ. καὶ ὅρκοις εὐθὺς ἐνεπέδουν τοὺς λόγους. ἐγκρατοῦς δὲ τῆς βασιλείας σὺν τῷ υἱῷ γενομένης τῆς Θεοδώρας, εὐθὺς καὶ 2.140 ἐκ προοιμίων ὑποθήκαις ἀνδρῶν εὐσεβῶν τὰ τῆς αἱρέσεως ἀνεσκο πεῖτο τῶν εἰκονομάχων, ἀπὸ τῆς βασιλείας Λέοντος τοῦ ἐξ Ἀρμε νίων καὶ μέχρι τῆς τελευτῆς Θεοφίλου τὴν ὑπὸ Ῥωμαίους διανε μομένης. συνεπετίθετο δὲ τῇ καθαιρέσει ταύτης καὶ ὁ Θεόκτι στος. ὁ δὲ Μανουὴλ ἐπί τινα καιρὸν ὀκλάζων ἦν, οὐδεὶς δὲ παρρησιάζεσθαι ἐτόλμα, εἰς τοὐμφανὲς ἐνεγκεῖν λόγον περὶ τῆς ταύτης