347
καταστροφῆς, τοῦ πλείστου μέρους τῆς συγκλήτου καὶ τῆς συνόδου καὶ αὐτοῦ τοῦ πατριάρχου τῇ αἱρέσει κατεσχημένων. μόνος δὲ τοῦτο ἐτόλμησε κινηθεὶς ἐκ θείας ἐνεργείας ὁ Μανουήλ. πρότερον μὲν γάρ, ὡς εἴρηται, ἐνδοιάζων ἦν περὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ὕστερον δὲ ταύτην ἠσπάσατο ἐκ τοιαύτης αἰτίας. νόσῳ κατεσχέθη χαλεπωτάτῃ, καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή, πάσης ἰατρικῆς τέχνης ἀποκαμούσης. ἦλθον οὖν τινὲς εἰς αὐτόν, ἀκηκοότες τοῦτον τεθνάναι, εὐλαβεῖς μοναχοὶ ἀπὸ τῆς τοῦ Στουδίου μονῆς· προσεγγίσαντες δὲ τῇ κλίνῃ, καὶ γνόντες αὐτὸν ἔτι ζῆν τε καὶ ἐμπνεῖν, εὐαγγελίζονται ζωὴν αὐτῷ καὶ ἀνάρ ρωσιν καὶ πρὸς τὴν ἔμπροσθεν ὑγίειαν ἀποκατάστασιν. ὁ δὲ πρότερον μὲν διηπίστει· ὅμως ἐνισταμένων τῶν θείων ἀνδρῶν, καὶ μὴ ἐνδοιάζειν λεγόντων πρὸς τὴν δωρεὰν καὶ δόξαν τοῦ θεοῦ τὴν ἀποκαλυφθεῖσαν αὐτοῖς, μικρὸν ἀνενεγκὼν τῆς νόσου οὕτως φησὶ πρὸς αὐτοὺς λεπτῷ καὶ ἀδρανεῖ τῷ ἄσθματι "καὶ πῶς ἔσται μοι τοῦτο, ὦ θεῖοι πατέρες; αἱ ψυχικαὶ δυνάμεις ἀπολελοίπασι, τὸ σῶμα τέλεον ἐξησθένηκε καὶ κατέσκληκεν. ἐγὼ δὲ κεῖμαι τετα 2.141 ριχευμένος καὶ σκελετός, ἐν οὐδενὶ διαφέρων ἑτέρῳ τῶν τεθνηκό των ἢ μόνῳ τῷ ἀναπνεῖν. τίς οὖν ἐλπὶς ἢ ποῖος λόγος ἔσεται ὁ πείσων με ἀναρρωσθῆναι καὶ εἰς τὴν προτέραν εὐεξίαν ἐλθεῖν;" ὑπολαβόντες οὖν οἱ ὁσιώτατοι ἔφησαν πρὸς αὐτόν "πάντα δυνατὰ καὶ οὐδὲν ἀδυνατεῖ τῷ θεῷ. εἰ γοῦν σπουδάσεις ἀναρρωσθεὶς τὴν τῶν εἰκονομάχων ἀποσβέσαι πυρκαϊὰν καὶ τὰς ἱερὰς εἰκόνας κατὰ τοὺς παλαιοὺς καὶ πατρικοὺς θεσμοὺς ἀναστηλῶσαι, εὐαγγελιζόμεθά σοι τὴν ζωήν." eἶπον καὶ ὑπεχώρησαν.
Kαὶ εὐθὺς ἥ τε νόσος ἐρράϊσε καὶ αἱ φυσικαὶ ἐνέργειαι ἀκωλύτως ἐπετελοῦντο, καὶ ἐν βραχεῖ τῷ χρόνῳ τελείαν τοῦ ἀρρωστήματος ἐσχήκει ἀπαλ λαγήν. ῥᾴων δὲ τῆς νόσου γενόμενος, ἐξιππασάμενος εὐθὺς ἄπεισι πρὸς τὸ παλάτιον καὶ εἴσεισι πρὸς τὴν βασιλίδα, καὶ πάντα τρόπον αὐτὴν παρεκίνει τὰς θείας ἀναστηλῶσαι εἰκόνας, πάλαι καὶ αὐτὴν ἀφορμῆς δράξασθαι γλιχομένην, διὰ παντὸς ἐρεθιζομένην καὶ παρὰ τῆς οἰκείας μητρὸς εἰς τοῦτο καὶ τῶν μη τραδέλφων τῶν πατρικίων. ὅμως δὲ ἀντέπιπτεν ἡ Θεοδώρα τοῖς λόγοις τοῦ Μανουήλ, εἴτε τοὺς πρὸς τὸν ἄνδρα ὅρκους εὐλαβου μένη, εἴτε, ὡς ἔφαμεν, καὶ τὸ πλῆθος δεδοικυῖα τῶν τῇ αἱρέσει κατειλημμένων. ἐγκειμένου δὲ τοῦ Μανουὴλ ἔφη ἡ Θεοδώρα ὡς ὁ ἐμός, ὦ μάγιστρε, ἀνήρ τε καὶ βασιλεὺς ἀκριβείας ἦν ἐραστής, καὶ οὐδὲν ἀπερισκέπτως ἔπραξε πώποτε, καὶ τοῦτο τὸ δόγμα, εἰ μὴ ἀπηγορευμένον ἦν τοῖς ἱεροῖς νόμοις καὶ ταῖς ἁγίαις γραφαῖς, 2.142 οὐκ ἂν ἐξῶσε τῆς ἐκκλησίας. ταῦτα δὲ ἐκείνης εἰπούσης, ταχεῖαν ἠπείλησεν αὐτῇ καταστροφὴν τῆς ζωῆς καὶ τῆς βασιλείας ἔκπτωσιν, καὶ οὐκ αὐτῇ μόνον ἀλλὰ καὶ τῷ ταύτης υἱῷ, εἰ μὴ τὸν θεῖον κόσμον τῶν ἱερῶν εἰκόνων ἀποδοίη ταῖς ἐκκλησίαις. τούτου τοῖς λόγοις εἴτε ἐκδειματωθεῖσα, εἴτε καὶ ἄλλως ἀρεσκομένη, ὡς εἴ πομεν, ἡ βασιλὶς ὅλη τοῦ ἔργου γίνεται. καὶ εὐθὺς ἀγείρεσθαι ἐν τοῖς σκηνώμασι τοῦ Θεοκτίστου προσέταττε πάντας τοὺς ἐπὶ συνέσει καὶ λόγῳ κεκοσμημένους ἔκ τε τῆς συνόδου καὶ τῆς συγ κλήτου, καὶ λόγους κινεῖν καὶ προβάλλεσθαι περὶ ὀρθοδοξίας. πάντων δὲ ὡς ἔπος εἰπεῖν συναθροισθέντων καὶ λόγων πολλῶν ῥυέντων, καὶ μαρτυριῶν ἀπὸ τῆς θείας γραφῆς παραχθεισῶν οὐκ ὀλίγων, τὸ εὐσεβὲς ὑπερίσχυσε μέρος καὶ δόγμα γέγονε τὰς θείας παραχρῆμα ἀναστηλοῦσθαι εἰκόνας, τῶν ἀρχιερέων καὶ μοναχῶν καὶ συγκλητικῶν, ὅσοι τῷ πάθει κατείχοντο πρότερον, τῶν πλειό νων τὸ κρεῖττον μεταμαθόντων καὶ μεταστοιχειωθέντων πρὸς τὴν ἀλήθειαν, ὅσοις δὲ δευσοποιὰ καθίκετο ἡ τῆς εὐσεβείας βαφὴ καὶ ἀμεταθέτως εἶχον, ἀπεληλαμένων τῆς πόλεως καὶ ὑπερορίαις παραπεμφθέντων. καθῃρέθη δὲ καὶ ὁ δυσσεβὴς πατριάρχης Ἰαννῆς, καὶ τοῦ ἀρχιερατικοῦ θρόνου ἀπηλάθη δι' ἀποστολῆς ἀξιολόγων ἀνδρῶν τῶν εἰς φυλακὴν τεταγμένων τοῦ παλατίου. οἷς πρότερον μὲν κατελθεῖν οὐκ ἐπείθετο, οὐδ' ἑκών γε