348
αὐτοῖς τῆς ἐκκλησίας ἐκστῆναι διεβεβαιοῦτο· ὡς δ' οὗτοι ὑποστρέψαντες 2.143 πρὸς τὴν πέμψασαν βασιλίδα γνώριμα τεθείκασι τὰ τῆς ἀπει θείας, ὁ πατρίκιος θᾶττον ἐκπέμπεται Βάρδας, ὁ τῆς δεσποίνης ἀδελφός, τοῦ χάριν πευσόμενος μὴ τῇ ὀρθοδόξῳ πίστει τοῦ πατριαρχείου οὐκ ἀπανίσταται. ὁ δὲ Ἰαννῆς πανοῦργος ὢν καὶ συκοφαντίας ῥάψαι εἴπερ τις εἰδώς, μολίβδῳ καταστίξας τὴν ἑαυτοῦ γαστέρα καὶ τὰ νῶτα καὶ τοὺς γλουτοὺς ὡς δοκεῖν μαστι χθῆναι παρά τινων, καὶ παρὰ τῶν πεμφθέντων ταῦτα παθεῖν κεκραγὼς βαρβαρικῶς ἐπιθεμένων αὐτῷ, καὶ μᾶλλον παρὰ Κων σταντίνου τοῦ δρουγγαρίου τῆς βίγλας, ἠντιβόλει συγχωρηθῆναι πρὸς μικρόν, ἔστ' ἂν ἀφανισθεῖεν αὐτοῦ τὰ στίγματα. καὶ ὁ μὲν Ἰαννῆς ταῦτα, ὁ δὲ Βάρδας τοῦ σκαιωρήματος ἀπελεγχθέντος εἰς θυμὸν κινηθεὶς καὶ ἄκοντα τοῦτον τοῦ πατριαρχείου κατάγει. οὗ καταχθέντος ἡ δέσποινα ἀντεισήγαγε τὸν ἱερὸν καὶ θεῖον Με θόδιον, ἔτι τῆς ὁμολογίας καὶ τῆς μαρτυρίας ἐν τῇ σαρκὶ τὰ στίγματα περιφέροντα, ἁπάντων τῶν εὐσεβῶν ἱερέων, λαϊκῶν τε καὶ μοναχῶν, ἀλλὰ καὶ τῶν ἐν τοῖς ὄρεσιν ἀσκουμένων μετὰ πολ λῆς τῆς περιχαρείας ἀποδεξαμένων τὴν προβολήν, καὶ ἀθρόον τὴν βασιλίδα καταλαβόντων καὶ ὁμοφώνως αἰωνίῳ ἀναθέματι παραδεδωκότων τὴν αἵρεσιν τῶν εἰκονομάχων. ταῦτα μὲν ἐν προοιμίοις τῇ ἀοιδίμῳ Θεοδώρᾳ καὶ τῷ ταύτης υἱῷ κατεπράχθη τὰ κατορθώματα· ὁ δὲ ἀνίερος Ἰαννῆς ἐν μοναστηρίῳ τινὶ κατειρ 2.144 χθείς, καὶ ἔν τινι μέρει τούτου ἀνεστηλωμένην θεασάμενος εἰκόνα Χριστοῦ τοῦ θεοῦ καὶ τῆς θεομήτορος καὶ τῶν ἀρχαγγέλων, τῷ ἑαυτοῦ διακόνῳ προσέταξεν ἀναβάντι τῶν σεβασμίων εἰκόνων ἀνο ρύξαι τοὺς ὀφθαλμούς, εἰπὼν μὴ ἔχειν αὐτοὺς τὴν τοῦ ὁρᾶν δύ ναμιν. ὡς οὖν ἐπύθετο ταῦτα ἡ εὐσεβὴς δέσποινα, ζήλῳ θείῳ ἐκπυρωθεῖσα τοὺς αὐτοῦ προσέταξε διορυχθῆναι ὀφθαλμούς. ἀλλὰ τοῦτο μὲν οὐκ ἐγένετο μεσιτευσάντων τινῶν, δορυφόρους δ' ἐκπέμψασα μάστιξιν αὐτὸν κατῃκίσατο λώρων διακοσίων. Ἤνεγκε δὲ τὸν Ἰαννῆν τοῦτον ἡ μεγαλόπολις αὕτη καὶ πασῶν προκαθημένη τῶν πόλεων, τῆς τῶν Μωροχαρζανίων καταγόμενον γενεᾶς. ἁψάμενον δὲ ἤδη καὶ γεροντικῆς ἡλικίας ἡ μονὴ τῶν καλλινίκων μαρτύρων Σεργίου καὶ Βάκχου ὥσπερ τινὰ δράκοντα ἐν ἐκκλησίᾳ φωλεύσαντα εἶχεν ἡγούμενον ἐν αὐτῇ, ἐν δὲ ταῖς κατὰ μικρὸν γενόμενον ἀναβάσεσι τῇ τε τῶν εἰκονομάχων ἀθέῳ αἱρέσει ἰσχυρῶς προστετηκότα καὶ γοητείαις προσανέχοντα καὶ λεκανομαν τείαις διὰ βίου παντός, διαφερόντως ἀγαπηθέντα τῷ πατρὶ Θεο φίλου Μιχαὴλ τῷ τραυλῷ εἴτε τῷ κοινωνεῖν τῆς αὐτοῦ αἱρέσεως εἴτε καὶ τῷ λογιότητι κτήσασθαι δόξαν, τοῦ Θεοφίλου δὲ διδά σκαλον γεγονότα. καὶ ἐπεὶ οὗτος τὰς τῆς βασιλείας κατέσχεν ἡνίας, σύγκελλον μὲν τοῦτον τιμᾷ πρῶτον, εἶθ' ὕστερον καὶ πα τριάρχην ἀποκαθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. κατέτρεχέ 2.145 ποτε τὰ Ῥωμαίων ἔθνος ἄπιστον καὶ σκληρόν, ὑφ' ἡγεμόσι τρισὶ στρατηγούμενον· καὶ ὡς εἰκὸς ἐπὶ τούτῳ τοῦ Θεοφίλου ἀνιωμένου, ἀποθέσθαι τὴν ἀθυμίαν ὁ Ἰαννῆς παρεκάλει καὶ θάρσους πληρω θῆναι, εἴγε μόνον τῇ αὐτοῦ συμβουλῇ πειθαρχήσειεν. ἡ δὲ συμ βουλὴ τοιαύτη ἦν. ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱππικοῦ ἱσταμένοις χαλκοῖς ἀνδριᾶσι καί τις ἀνδριὰς ἵστασθαι ἐλέγετο τρισὶ διατυ πούμενος κεφαλαῖς. προστάττει τοίνυν ὁ Ἰαννῆς ἰσαρίθμους σφύρας χαλκευθῆναι ταῖς κεφαλαῖς, ἀνδράσι τε ταύτας ἐγχειρι σθῆναι κατὰ χεῖρα γενναίοις, κατά τινα δὲ τεταγμένην ὥραν νυ κτερινὴν ἅμα αὐτῷ γενέσθαι πρὸς τὸν εἰρημένον ἀνδριάντα, καὶ ἡνίκα τούτοις κελεύσειε, παίειν ἰσχυρῶς ταῖς σφύραις τὰς κεφα λάς, μέχρις ἂν κατενεχθεῖεν εἰς γῆν ὡς ἐξ ἑνὸς κρούματός τε καὶ πλήξεως. ἡσθεὶς οὖν τοῖς λόγοις ὁ βασιλεὺς οὕτω γενέσθαι προσέταξε.
Kαὶ γενομένων ἐκεῖσε τῶν ἀνδρῶν ἅμα τῷ Ἰαννῇ πόρρω νυκτῶν (ἦν δ' ὁ Ἰαννῆς μετὰ λαϊκοῦ τοῦ σχήματος, ἵνα μὴ κατάφωρος γένηται) τοὺς στοιχειωτικοὺς