349
λόγους ἐπειπὼν καὶ τὴν ἐνοῦσαν δύναμιν ἐν τῷ τοιούτῳ ἀνδριάντι ἀφελόμενος παίειν τοὺς ἄνδρας ἐκέλευε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο ἰσχυροτάταις χρησάμενοι ταῖς καταφοραῖς τὰς δύο τοῦ ἀνδριάντος ἀπέκοψαν κεφαλάς, ὁ τρίτος δὲ μαλακωτέραν ποιήσας τὴν πλη γὴν μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σώματος ἀπέτεμε τὴν κεφαλήν. οἷς δὴ παραπλησίως καὶ τὰ κατὰ τοὺς ἡγεμόνας τοῦ ἔθνους ἐπηκολούθησε· στάσεως γάρ τινος κραταιᾶς ἐπεισπε σούσης τῷ γένει, ταύτῃ δὲ καὶ μάχης ἐμφυλίου ἐπακολουθησάσης, 2.146 οἱ δύο τῶν ἡγεμόνων πίπτουσιν, ἐπλήγη δὲ καὶ ὁ τρίτος, οὐ μήν γε καιρίως, ἤργησε δ' ὅμως ἐκ τῆς πληγῆς, καὶ οὕτως τὸ ἔθνος ἠσθενηκὸς οἴκαδε ἀπενόστησε. καὶ τὰ μὲν τῆς γοητείας οὕτως. Τῷ δὲ γόητι τούτῳ Ἰαννῇ ἀδελφὸς ἦν σαρκικός, ὄνομα τῷ ἀνδρὶ Ἀρσαβήρ, τὴν τύχην πατρίκιος. τούτῳ προάστειον ἦν κατὰ τὸ εὐώνυμον μέρος τοῦ Στενοῦ, ἔγγιστα τῆς μονῆς τοῦ ἁγίου Φωκᾶ, οἰκοδομὰς ἔχον πολυτελεῖς, στοάς τε καὶ βαλανεῖα καὶ διατριβὰς ἄλλας ἐπιτερπεῖς. ἐκεῖσε δὲ ὁ γόης συχνὰς ποιῶν τὰς καταγωγάς, ὑπόγαιόν τι κατασκευάσας ἐνδιαίτημα καὶ τῷ Τρο φωνίου παρόμοιον, ὄπισθεν δὲ πυλίδας δημιουργήσας εἴσω τοὺς θέλοντας παραπέμπειν, τοὺς βουλομένους ἐδέχετο ἐν ἐκείνῳ τῷ πονηρῷ ἐργαστηρίῳ, καὶ νῦν μὲν ἐταμιεύοντο θαλαμηπολούμεναι μονάζουσαί τε καὶ ἄλλως γυναῖκες τῷ κάλλει διαπρεπεῖς, αἷς συνεφθείρετο, νῦν δὲ ἡπατοσκοπίαι καὶ λεκανομαντεῖαι καὶ γοη τεῖαι καὶ νεκυομαντεῖαι ἐνηργοῦντο, δι' ὧν πολλάκις συνεργείᾳ δαιμόνων τινὰ τῶν μελλόντων προέλεγεν. ἀλλὰ τοῦτο τὸ κτῆμα ἐλθὸν ὕστερον εἰς τὸν παρακοιμώμενον εἰς ἔδαφος καταστρέφεται, καὶ εἰς μονὴν κατεσκευάσθη ἐπ' ὀνόματι Φωκᾶ τοῦ μεγαλομάρ τυρος. Καθαιρέσει δέ, ὡς εἴπομεν, οὗτος καὶ οἱ τούτου μέτοχοι καθυποβληθέντες οὐδ' οὕτως ἡσυχίαν ἦγον, ἀλλὰ κατὰ τῶν ἁγίων ἔτι ἐνεανιεύοντο εἰκόνων καὶ πονηρὰ κατὰ τῶν εὐσεβῶν ἐμε 2.147 λέτων. συκοφαντίαν γὰρ ῥάψαντες κατὰ τοῦ μεγάλου Μεθοδίου ἐπειρῶντο διαβάλλειν τὸν ἀνεπίληπτον καὶ οὕτω τὸν ὀρθόδοξον λυπῆσαι λαόν. χρυσίου γὰρ πολλοῦ ὑποφθείραντές τινα γυναῖκα καὶ ὑποσχέσεσιν, εἰ μόνον τούτοις συμφήσειε (μήτηρ δὲ τὸ γύ ναιον ἦν Μητροφάνους τοῦ μετέπειτα Σμύρνης προεδρεύσαντος), πείθουσι κατειπεῖν τοῦ ἁγίου πρός τε τὴν δέσποιναν καὶ τοὺς ἐπι τρόπους τοῦ βασιλέως ὡς εἴη αὐτῇ πεπλησιακώς. βῆμα γοῦν εὐθέως φρίκης μεστὸν ἐκ πολιτικῶν καὶ ἱερῶν ἀνδρῶν συγκροτού μενον. παρῆσαν οἱ εὐσεβεῖς κατηφείας καὶ λύπης πεπληρωμένοι, οὐκ ἀπῆσαν οἱ ἀσεβεῖς μῶμον ἐκ τῆς πράξεως οὐ τὸν τυχόντα προστριβῆναι τῇ τῶν ὀρθοδόξων ἐκκλησίᾳ οἰόμενοι. παρῆσαν οἱ συκοφάνται μέγα φρονοῦντες ὡς τάχα τῆς κατηγορίας πρόχειρον ἐχούσης τὸν ἔλεγχον. παρῆγον εἰς μέσον τὸ γύναιον, καὶ ἃ ἐδι δάχθη τοῖς δικάζουσιν ἐθριάμβευεν. ἐσκυθρώπαζον οἱ δικασταί, καὶ τῶν ἄλλων πλέον ὁ μάγιστρος Μανουήλ, εἰ δι' ἑνὸς ἀνθρώ που κινδυνεύσει τὸ τῶν ὀρθοδόξων πλήρωμα γέλως γενέσθαι τοῖς ἀντιθέτοις. τούτων πάντων ἐπαισθόμενος ὁ ἱερὸς Μεθόδιος, καὶ τοὺς μὲν ἀσεβεῖς τῶν ἐλπίδων μεταστῆσαι βουλόμενος, τοὺς δ' εὐσεβεῖς ἀπαλλάξαι τῆς κατεχούσης βαρυθυμίας καὶ τῇ ἐκκλησίᾳ μὴ λίθος γενέσθαι προσκόμματος, μηδὲν τὸν ὄχλον ὑποστειλά μενος, ἀποσεισάμενος τὴν ἀναβολὴν ἐπ' ὄψει πάντων τῶν θεω μένων ἀπογυμνοῖ τὰ αἰδοῖα ὁ πάσης αἰδοῦς καὶ τιμῆς ὄντως ἄξιος. καὶ ἐφάνη τοῖς πᾶσι ταῦτα μεμαρασμένα ἀπό τινος νόσου 2.148 καὶ τῆς φυσικῆς παντάπασιν ἐνεργείας ἄμοιρα. αἰσχύνης τὸ πρᾶγμα τοὺς χαιρεκάκους ἐνέπλησε καὶ τοὺς συκοφάντας, εὐφρο σύνης δ' ὅτι πολλῆς καὶ θυμηδίας τοὺς εὐσεβεῖς. καὶ περιλα βόντες αὐτὸν μεθ' ὑπερβαλλούσης περιχαρείας κατησπάζοντο, περιεπλέκοντο, οὐκ εἶχον ὅπως τῷ πλήθει χρήσονται τῆς χαρᾶς. καί τις τῶν γνησιωτέρων προσελθὼν ἠρέμα ἐπηρώτα τὸν πατριάρ χην, τὸν τρόπον μαθεῖν ἐθέλων τοῦ μαρασμοῦ τῶν μορίων. ἀνα λαβὼν δὲ οὗτος διηγεῖτο ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτιπερ ἐν Ῥώμῃ πεμφθεὶς πρὸς τὸν πάπαν διὰ τὰς κατὰ