350
Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου ἀνεγερθείσας ἐπαγωγὰς κἀκεῖσε διάγων ἠνωχλήθην ὑπὸ τοῦ φιλοσάρκου δαίμονος, ὃς οὐκ ἐνέλιπε νύκτωρ καὶ μεθ' ἡμέραν γαργαρίζων καὶ μίξεώς μοι σαρκικῆς ἀνακινῶν ἔρωτας. ἀναφλεγόμενος δὲ τῷ πάθει, ὡς ἤδη καὶ ἡττώμενος, ἔγνων Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων ἀναθέσθαι ἐμαυτόν, καὶ τοῦ τον ἐξελιπάρουν ἀπαλλάξαι με τῆς σωματικῆς ταύτης ὀρέξεως. καὶ τὸν ἐπιστάντα νυκτὸς ἅψασθαι τῇ δεξιᾷ χειρὶ τῶν αἰδοίων καὶ καταπρῆσαι, ἐπειπόντα τοῦ λοιποῦ μὴ πτοεῖσθαι τὴν φιλή δονον ὄρεξιν. διυπνισθεὶς δὲ μετὰ σφοδρᾶς ἀλγηδόνος εὑρέθην ἔχων ὡς ἐθεάσασθε. ταῦτα τοῦ πατριάρχου εἰπόντος, οὐκ ἀνά σχετον ὁ Μανουὴλ νομίσας τὸ τύρευμα ἔγνω ἐξετάσει δοθῆναι τὸ γύναιον ἐφ' ᾧ διασαφῆσαι τὴν μηχανορραφίαν. ξίφος τε οὖν εὐθὺς τούτῳ ἐπανετείνετο καὶ ῥάβδοι ἐκομίζοντο ἠκανθωμέναι, καὶ οἱ δήμιοι παρειστήκεισαν εὐτρεπεῖς. οἷς ἐκδειματωθεῖσα ἡ 2.149 δύστηνος τίθησιν ἔκπυστον τὴν ἀλήθειαν, τὴν μηχανὴν ὅπως ἐρράφη, τὴν ἀπάτην ἣν ἠπατήθη διά τε τῆς δόσεως τοῦ χρυσίου καὶ τῶν πολλῶν ὑποσχέσεων, τὰ πράξαντα πρόσωπα καὶ τὴν ὅλην σκευωρίαν τοῦ δράματος. προσετίθει δ' ὅτι καὶ εἰ ἀπέλθοι τις εἰς τὴν ταύτης οἰκίαν, εὑρήσει τὸ χρυσίον ἐν βαλαντίῳ ἔν τινι κιβωτίῳ σίτου πεπληρωμένῳ. εὐθὺς οὖν ἀποστέλλεταί τις τῶν δορυφόρων, καὶ τὸ χρυσίον ἤχθη, καὶ ἠλέγχθη τὸ δραματούρ γημα. καὶ κἂν οἱ συκοφάνται ταῖς προσηκούσαις ποιναῖς παρεδό θησαν, εἰ μὴ ἀνεξικάκως ὁ πατριάρχης ἀφεθῆναι τούτοις τὸ ἔγκλημα ἐξῃτήσατο, τὸν οἰκεῖον δεσπότην μιμούμενος, τοῦτο μόνον εἰς ἔκτισιν λαβὼν καὶ τιμωρίαν, τὸ ἀνὰ πᾶν ἔτος κατὰ τὴν τῆς ὀρθοδοξίας πανήγυριν αὐτὸς μὲν μετὰ λαμπάδων ἀπὸ τοῦ ἐν Βλαχέρναις τῆς παναχράντου ναοῦ πρὸς τὸν θεῖον τῆς ἁγίας σοφίας ἀφικνεῖσθαι ναόν, αὐτοὺς δὲ οἰκείοις ἐνηχεῖσθαι ὠσὶ τὸ ἀνάθεμα. ὃ καὶ μέχρι τῆς αὐτῶν ἐταμιεύθη ζωῆς. καὶ ἡ μὲν τῶν εἰκονομάχων αἵρεσις τοιοῦτον ἔσχε τὸν τρόπον τῆς κα ταλύσεως, ἡ δὲ τῶν ὀρθοδόξων ἐκκλησία τὸν οἰκεῖον ἀπέλαβε κόσμον, τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν. Ταύτην τῆς ὀρθοδοξίας τὴν ἑορτὴν ἄγουσά ποτε ἡ μακαρῖ τις βασίλισσα Θεοδώρα τὸ πλήρωμα εἱστία τῆς ἐκκλησίας εἰς τὸ ἐν τῇ τοποθεσίᾳ τῶν Καριανοῦ ἀνάκτορον. ἠριθμοῦντο τοῖς ἑστιάτορσι καὶ Θεοφάνης καὶ ὁ τούτου ὁμαίμων Θεόδωρος οἱ γραπτοί. τῆς εὐωχίας δὲ παρακμαζούσης καὶ τῶν τραγημάτων, 2.150 πλακούντων δηλαδὴ καὶ πεμμάτων, παρατιθεμένων, συνεχῶς ἡ βασίλισσα εἰς τὰ τῶν πατέρων ἐνατενίζουσα πρόσωπα καὶ τὰ ἐνε στιγμένα τοῖς προσώποις αὐτῶν καταμανθάνουσα γράμματα στε ναγμοὺς ἠφίει καὶ δάκρυα. εἷς δὲ τῶν πατέρων καταφωράσας τοῦτο τὴν αἰτίαν ἤρετο τῆς εἰς αὐτοὺς συχνῆς ἀτενίσεως. τῆς δὲ εἰπούσης "τὴν καρτερίαν ὑμῶν θαυμάζω, ὅπως ἐγκολαφθῆναι τοῖς προσώποις ὑμῶν τοσαῦτα ὑπεμείνατε γράμματα, ταλανίζω δὲ καὶ τὴν τοῦ ταῦτα δράσαντος εἰς ὑμᾶς ἀπήνειαν," ὑπολαβὼν ὁ μακαρίτης Θεοφάνης "ὑπὲρ ταύτης ὦ δέσποινα τῆς γραφῆς" εἶπεν "ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ βήματι δικασόμεθα σὺν τῷ ἀνδρί σου καὶ βασιλεῖ." ἐπλήγη σὺν τῷ λόγῳ τὴν καρδίαν ἡ δέσποινα, καὶ μετὰ δακρύων ἔφη πρὸς τὸν ἅγιον "καὶ αὕτη ἐστὶν ἡ ὑπόσχεσις ὑμῶν καὶ αἱ δι' ἐγγράφων ὁμολογίαι, ὡς μὴ μόνον οὐ συγκεχω ρηκέναι ἀλλὰ καὶ πρὸς ἀγῶνας καλεῖν;" ἀνακαλούμενος δὲ ταύτην ὁ πατριάρχης καὶ ὁ λοιπὸς τῶν ἀρχιερέων ἐσμός, καὶ τὸ πολὺ τῆς λύπης ἐπικουφίζοντες, ἀναστάντες εὐθὺς ἔφησαν "αἱ μὲν ἡμέ τεραι ὦ βασιλὶς ὁμολογίαι τε καὶ συνθῆκαι ἀδιάπτωτοι καὶ ἀμετα κίνητοι, τούτου δὲ τὴν ὀλιγωρίαν ἐᾶν χαίρειν καλόν." οὕτω μὲν κατεπραΰνθη τῆς δεσποίνης τὸ ἄλγος· ἀνεφύη δέ τις τηνικαῦτα αἵρεσις ἡ τῶν Ζιλίκων λεγομένη, ἥτις ἅμα τῷ ἀρχηγῷ Ζίλικι τοὔνομα, ἐν τοῖς ἀσηκρήταις τελοῦντι, ἀπέσβη καὶ διερρύηκεν, αὐτοῦ τε καὶ τῶν ἑπομένων αὐτῷ μετενεχθέντων εἰς θεοσέβειαν καὶ τῷ θείῳ μύρῳ χρισθέντων τε καὶ τελειωθέντων. καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε.