351
2.151 Βόγορις δὲ ὁ Βουλγάρων ἀρχηγός, γυναῖκα ἄρχειν Ῥω μαίων ἀκηκοὼς μετὰ παιδὸς ἁπαλοῦ, εἰς θράσος ᾔρετο· ὅθεν καί τινας ἀγγέλους ἀπέστειλε πρὸς τὴν βασιλίδα, ἀπειλῶν λύειν τὰς συνθήκας καὶ εἰσβολὴν ποιεῖσθαι κατὰ Ῥωμαίων. ἡ δὲ βασιλὶς μηδὲν ἀγεννὲς μηδὲ γυναικεῖον ἐννοήσασα "καὶ ἐμὲ εὑρήσεις" μηνύει "ἀντιστρατεύουσαν, θεοῦ δὲ νεύσει καὶ κατισχύουσαν. εἰ δ', ὅπερ οὐκ ἔνι, ὑπερέξεις αὐτός, καὶ οὕτως ἡ νίκη ἐμή· γυναῖκα γὰρ ἔσῃ, ἀλλ' οὐκ ἄνδρα νενικηκώς." οἷς ὁ βάρβαρος διαταραχθεὶς ἡσυχίαν ἠσπάσατο καὶ τὰς προηγησαμένας ἀνενέου σπονδάς. διεπρεσβεύσαντο δὲ ἀλλήλοις πάλιν ἥ τε βασιλὶς καὶ ὁ ἄρχων, ἡ μὲν περί τινος Θεοδοσίου τοῦ ἐπίκλην Κουφαρᾶ, ἀξιο λόγου ἀνδρὸς καὶ χρησίμου τῷ πολιτεύματι, αἰχμαλώτου ὄντος ἐν Βουλγαρίᾳ, ὁ δὲ περὶ τῆς οἰκείας ἀδελφῆς, κατά τινα προνο μὴν ληφθείσης καὶ τοῖς βασιλείοις διατριβούσης. αὕτη γὰρ πρὸ πολλοῦ ἀχθεῖσα αἰχμάλωτος, τὰ Χριστιανῶν τε μυηθεῖσα καὶ γραμμάτων μετασχοῦσα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν, ἄρτι τε τῆς αἰχμαλωσίας ἀπολυθεῖσα, οὐ διέλιπε πρὸς τὸν ἀδελφὸν τὰ Χριστιανῶν ἐκθειάζουσα καὶ τῇ αὐτοῦ καρδίᾳ πίστεως καταβάλ λουσα σπέρματα, προμυηθέντος ἤδη παρὰ τοῦ Κουφαρᾶ τὰ θεῖα μυστήρια. τοῦ ἀλλαγίου δὲ γενομένου καὶ τῆς γυναικὸς ἀποδοθείσης τῷ ἀδελφῷ, ἀντιδοθέντος δὲ τῇ δεσποίνῃ τοῦ Κου φαρᾶ, εἰ καὶ προενήχητο ὁ ἄρχων καὶ προετελέσθη τὰ θεῖα, ἀλλ' ἔτι τὴν αὐτὴν ἐφύλαττε ἀπιστίαν, τῆς οἰκείας θρησκείας ἐξηρτημένος. λιμοῦ δὲ σφοδροῦ τὴν χώραν τῶν Βουλγάρων 2.152 κατεσχηκότος, καὶ πάσης βοηθείας ἀργούσης, τὸν τῶν Χριστια νῶν ὁ ἄρχων εἰς βοήθειαν ἐπεκαλεῖτο θεὸν τὸν ὑπὸ τοῦ Κουφαρᾶ καὶ τῆς αὐτοῦ ἀδελφῆς αὐτῷ μυσταγωγηθέντα. τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸ ἔθνος ποιεῖν παρεσκεύασεν ἅπαν. καὶ τυχόντες ἀπαλλα γῆς, οὕτω δὴ πρὸς θεοσέβειαν μετατίθενται καὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας καταξιοῦνται, Μιχαὴλ κατονομασθέντος τοῦ ἄρ χοντος κατὰ τὸ ὄνομα τοῦ βασιλέως τῶν Ῥωμαίων παρὰ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος ἀρχιερέως καὶ τοῦ θείου μεταδεδωκότος λου τροῦ. Συνέβη δὲ καὶ ἕτερόν τι τὸ ὁδηγῆσαν καὶ βεβαιῶσαν τὸν ἄρχοντα πρὸς εὐσέβειαν. ἀπλήστως οὗτος ἔχων πρὸς τὰ κυνη γέσια, καὶ βουλόμενος τούτοις ἐντρυφᾶν μὴ μόνον ὅτε πρὸς θήραν ἐξίοι, ἀλλὰ καὶ ὅτε σχολάζοι, διὰ ζωγραφίας ἐντρυφᾶν τοῖς τοιού τοις, οἶκον δημιουργήσας νέον Μεθόδιόν τινα μοναχὸν Ῥωμαῖον τὸ γένος, ζωγράφον τὴν τέχνην, ἐκέλευσεν ἱστορίας πληρῶσαι τὸ οἴκημα. ὥσπερ δὲ ὑπό τινος ἐπιπνοίας θείας ὁδηγούμενος οὐκ ἐπέσκηψε ῥητῶς ὁποῖα δὴ καὶ τίνα τῶν ζῴων ἐξιστορήσοι, ἀλλ' ἐκέλευε γράφειν ἅττα καὶ βούλοιτο, φοβερὰ μέντοι εἶναι τὰ γρα φόμενα καὶ πρὸς ἔκπληξιν καὶ δέος τῶν θεωμένων. ὁ δὲ μηδὲν ἕτερον εἰδὼς φρικωδέστερον τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταύτην ἐκεῖ καθυπέγραψεν. ἰδὼν δὲ ὁ ἄρχων ἔνθεν μὲν τῶν δι καίων τὸν χορὸν στεφανούμενον ἐκεῖθεν δὲ τὸν τῶν ἁμαρτωλῶν κολαζόμενον, καὶ παρὰ τοῦ ζωγράφου συνεὶς τὸν νοῦν τῆς ζωγρα φίας, εὐθύς τε τὴν οἰκείαν ἐξόμνυται θρησκείαν, καὶ κατηχηθείς, 2.153 ὡς εἴπομεν, παρὰ τοῦ θείου ἐπισκόπου τὰ θεῖα μυστήρια ἀωρὶ τῶν νυκτῶν τοῦ θείου μεταλαμβάνει βαπτίσματος. οἱ δὲ τοῦ ἔθνους ἄρχοντες καὶ τὸ κοινὸν τὴν τῆς θρησκείας ἐγνωκότες μετα βολὴν κατεξανίστανται τοῦ ἄρχοντος καὶ ἀνελεῖν ἐσπούδαζον. τούτους δ' ἐκεῖνος μετὰ τῶν περὶ αὐτὸν ὀλίγων ὄντων τρεψάμενος, τοῦ σταυρικοῦ τύπου προηγουμένου, τῷ παραδόξῳ καταπλαγέντας χριστιανίσαι πεποίηκε. μεταβληθέντος δὲ παντὸς τοῦ ἔθνους πρὸς θεοσέβειαν, γράφει πρὸς τὴν δέσποιναν ἐξαιτῶν δοθῆναί οἱ γῆν, στενοχωρουμένων τῶν ὑπ' αὐτόν, ὑπισχνούμενος ἑνοποιῆσαι τὰ ἔθνη καὶ εἰρήνην ἐργάσασθαι ἀΐδιόν τε καὶ ἀμετάβλητον. ἡ δὲ βασιλὶς ἱλαρῶς λίαν τὴν ἱκετείαν προσήκατο, καὶ δέδωκεν ἔρημον οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς καλουμένης Σιδηρᾶς, ὅριον τότε τυγχάνουσαν Ῥωμαίων τε καὶ Βουλγάρων, ἄχρι τῆς ∆εβελτοῦ, ἣν οἱ Βούλγαροι Ζαγορὰν