352
κατωνόμασαν. τοῦτον οὖν τὸν τρόπον ἡ πᾶσα Βουλγαρία μετερρυθμίσθη πρὸς θεοσέβειαν, καὶ ἡ δύσις εἰρήνης καθαρωτάτης ἀπήλαυσε. καὶ τὰ μὲν κατὰ τὴν ἑσπέραν αἰθρία εἶχε, καὶ σταθηρὰ εὐσέβεια ἐπολιτεύετο. Ἀγαλλομένη δὲ ἡ βασιλὶς ἐπὶ τῷ γεγονότι καὶ τερπομένη, καὶ οἷον ἐπαυξῆσαι τὸ καλὸν σπουδάζουσα, τοὺς κατὰ τὴν ἀνατο λὴν Μανιχαίους, οὓς δὴ καὶ Παυλικιάνους ἀπὸ τῶν αἱρεσιαρχῶν ἡ κοινολεξία οἶδε καλεῖν, μεταγαγεῖν ἐσπούδασε πρὸς θεοσέβειαν, ἢ εἰ μὴ τοῦτο, ἐξᾶραι τελέως καὶ ἀπ' ἀνθρώπων ποιῆσαι. ὃ δὴ καὶ πολλῶν συμφορῶν τὴν οἰκουμένην ἐνέπλησεν. οἱ γὰρ ἐπὶ τῷ 2.154 πρᾶξαι τὸ πρόσταγμα ἐκπεμφθέντες (ὁ τοῦ Ἀργυροῦ δὲ ἦν Λέων καὶ ὁ τοῦ ∆οῦκα Ἀνδρόνικος καὶ ὁ Σούδαλις) μὴ μετρίως ἀλλ' ἀγρίως τῷ ἐπιτάγματι χρώμενοι τοὺς μὲν ξύλοις ἀνήρτων, τοὺς δὲ ξίφει παρεδίδοσαν, ἄλλους δὲ ἄλλαις κακῶν ἰδέαις παρέπεμπον, καὶ ποικίλοις καὶ παντοδαποῖς κολάσεων τρόποις ὡς δέκα μυριά δας ἀνδρῶν ἀπώλεσαν καὶ τὰς ὑπάρξεις αὐτῶν ἐδημοσίευσαν, ὡς ἐντεῦθεν τὸ λοιπὸν ἐπαναγκασθὲν πλῆθος πρὸς ἀποστασίαν ἀπι δεῖν. ἡ δὲ ἀρχὴ τῆς ἀποστασίας γέγονε τοῦτον τὸν τρόπον. ἐστρα τήγει τῶν ἀνατολικῶν Θεόδοτος ὁ Μελισσηνός, ὑπηρέτει δὲ τούτῳ τὴν τοῦ πρωτομανδάτορος πληρῶν ἀρχὴν ἀνήρ τις τὴν κλῆσιν Καρβέας, τῇ πίστει τῶν Μανιχαίων κατάσχετος. οὗτος τὸν ἑαυ τοῦ πατέρα ἀνεσκολοπίσθαι μαθών, καὶ πέρα δεινοῦ τὸ πραχθὲν ἡγησάμενος, φυγὰς μετὰ καὶ ἑτέρων ὁμοπίστων πεντασχιλίων πρὸς Ἄμερα παραγίνεται τὸν τῆς Μελιτηνῆς ἀμηρᾶν, κἀκεῖθεν πρὸς τὸν ἀμερμουμνῆν. παρ' ἐκείνου δὲ μετὰ πολλῆς ἀποδε χθέντες τιμῆς, καὶ λόγους ἀσφαλείας καὶ δόντες καὶ λαβόντες, ἐξέρχονται μετ' οὐ πολὺ κατὰ τῆς τῶν Ῥωμαίων γῆς, πόλεις τε ἤρξαντο κτίζειν τὴν Ἀργαοῦν λεγομένην καὶ τὴν Ἄμαραν. καὶ ἐπεὶ πρὸς πολυανδρίαν ἐπεδίδοσαν ἀεὶ συρρεόντων τῶν διὰ τὸν φόβον ἀποκεκρυμμένων Μανιχαίων, προσέθεσαν ταῖς δυσὶ ταύ ταις πόλεσι καὶ τρίτην, ἣν Τεφρικὴν κατωνόμασαν. ἐξ ὧν ὁρ μώμενοι καὶ τῷ τῆς Μελιτηνῆς ἀμηρᾷ συμμιγνύμενοι Ἄμερι καὶ Ἀλεὶμ τῷ τῆς Ταρσοῦ, οὐκ ἔληγον ἀφειδῶς τὴν Ῥωμαίων κατα 2.155 τρέχοντες καὶ λυμαινόμενοι γῆν. ἀλλ' ὁ μὲν Ἀλεὶμ ἔν τινι τῶν Ἀρμενίων χώρᾳ μετὰ τοῦ οἰκείου στρατοῦ ἀπελθὼν τὸν βίον κατέ λυσε σὺν παντὶ τῷ αὐτῷ ἑπομένῳ στρατεύματι. καὶ ὁ Ἄμερ δὲ πρὸς ἐμφύλιον ἐμπεσὼν στάσιν τοῦ συνάρχοντος αὐτῷ ἐπαναστάν τος (ὁ τοῦ Σκληροῦ οὗτος ἐλέγετο) πρὸς τοὺς οἰκείους εἶχε τὸν νοῦν καὶ ἑτέροις πολεμεῖν οὐκ ηὐκαίρει, μέχρις ἂν τὸν ἀντίπαλον καταγωνισάμενος ἀδείας ἔτυχε. τότε γὰρ ἐκεχειρίαν λαβών, καὶ ἄλλως οὐκ εἰδὼς ἠρεμεῖν, τῷ Καρβέᾳ τε ἥνωτο καὶ κατὰ Ῥωμαίων ἔξεισι παμπληθεί. ἀντιστρατεύει δὲ κατ' αὐτῶν ὁ τῆς βασιλίδος ἀδελφὸς Πετρωνᾶς, τὴν τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν διοικῶν, λόγῳ μὲν τῷ πρεσβυτέρῳ αὐτοῦ ἀδελφῷ προσή κουσαν Βάρδᾳ, ἔργῳ δὲ παρ' αὐτοῦ διοικουμένην τῷ μὴ ἐκεῖνον σχολάζειν ἀλλὰ περὶ τὴν ἐπιτροπὴν τοῦ βασιλέως προσέχειν τὸν νοῦν. οὗτος τοίνυν ὁ Πετρωνᾶς στρατηγὸς τυγχάνων τῶν Θρᾳ κησίων ἀντιπαρατάττεται κατά τε Ἄμερ καὶ τοῦ Καρβέα. ὅπως δὲ συνεπλάκη καὶ οἷα ἔδρασε, κατὰ τὸν οἰκεῖον τόπον ἡ ἱστορία δηλώσει.
Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἤδη τὴν παιδικὴν παραμείψας καὶ τῆς ἀνδρικῆς ἁπτόμενος ἡλικίας ἱμείρετο τῶν πραγμάτων δι' ἑαυ τοῦ ἀντέχεσθαι, παραθηγόμενος εἰς τοῦτο παρὰ τοῦ ἐπιτρόπου καὶ θείου Βάρδα τοῦ τῆς βασιλίδος ἀδελφοῦ· οὗτος γὰρ ἔρωτα περικαῆ τῆς βασιλείας ἐσχηκὼς οὐδὲν ἄλλο ἐπραγματεύετο ἀλλ' ἢ τὰ πρὸς τὸ σπουδαζόμενον συμβαλλόμενα. ἀλλ' ἵνα σαφέστερον 2.156 τὸν λόγον τοῖς ἐντυγχάνουσι θήσωμεν, πορρωτέρω τοῦτον ἀγά γωμεν. ἐγένετο δὴ τῷ Μανουὴλ πρὸς τὸν λογοθέτην Θεόκτιστον, καὶ αὐτοῖς ἐπιτρόποις οὖσι τοῦ βασιλέως καὶ εἰς τὰ ἀνάκτορα διαι τωμένοις, διαφορά τις, ἣ καθοσιώσεως ἐγκλήματι ὑπέβαλε τὸν Μανουήλ· ὅπερ οὗτος εὐλαβούμενος, δεδιὼς δὲ καὶ τὸν φθόνον, ᾠήθη ἔξω δεῖν τοῦ