353
παλατίου γενέσθαι καὶ τῶν συνεχῶν ἀποστῆναι ὁμιλιῶν τε καὶ διοικήσεων. κάτεισι γοῦν εἰς τὸν οἶκον αὐτοῦ, ἱδρυμένον κατὰ τὴν κινστέρναν τὴν Ἄσπαρος, ὃν καὶ εἰς σεμνεῖον ὕστερον μετεσκεύασε καὶ τὸν χοῦν ἐκεῖσε κατέθετο. ἐκεῖθεν ἑκά στοτε ἀφικνούμενος κοινωνὸς ἐγίνετο τῶν διοικήσεων. ἀποσεισά μενος δὲ ὁ Βάρδας τὸν Μανουὴλ οὐ δι' αὐτοῦ ἀλλὰ διὰ τοῦ Θεο κτίστου, ἔσπευδε καιροῦ δραξάμενος ἀνύσαι τὸ σπουδαζόμενον. ἐμπόδιον δ' ἔχειν τὸν Θεόκτιστον εἰκότως οἰόμενος, ἔσπευδε καὶ αὐτὸν ποιήσασθαι ἐκποδών, τὸ πλέον δ' ὅτι ὠνείδιζεν αὐτὸν διὰ τὴν πρὸς τὴν οἰκείαν νύμφην λαθραίαν ὁμιλίαν. ὁ δὲ τρόπος τῆς ἐγχειρήσεως εἴληφε τοιαύτην ἀρχήν. ὑπῆρχε τῷ βασιλεῖ Μιχαὴλ παιδαγωγὸς ἀνάγωγός τε καὶ πονηρός· τοῦτον τῶν βασι λικῶν ἀξιωμάτων ἀνωτέρω ἀναγαγεῖν ἠξίου ὁ βασιλεύς, καὶ εἰς μείζονα στῆσαι τιμὴν τήν τε μητέρα παρεκάλει καὶ τὸν Θεόκτιστον. οὐκ ἔπειθε δὲ τὸν Θεόκτιστον, "ἐπαξίως" λέγοντα "ἀλλ' οὐκ ἀνα ξίως τὰ τῆς βασιλείας χρὴ διοικεῖσθαι." τοῦτον οὖν τὸν παιδα γωγὸν ὄργανον ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα κατὰ τοῦ Θεοκτίστου τῇ τοῦ βασιλέως ἐνσπείρειν ψυχῇ, νῦν μὲν 2.157 λέγων ὡς οὐ καλῶς οἰκονομεῖται τὰ κοινά, νῦν δὲ ὡς βούλεται τὴν μητέρα σου ἀνδρὶ συναρμόσαι ἢ μίαν τῶν σῶν ἀδελφῶν, καὶ τοὺς σοὺς ἐξορύξαι ὀφθαλμούς, καὶ τῆς βασιλείας ἐξεῶσαι. ταῦτα δὲ πυκνῶς ἐνηχῶν προσετίθει ὡς συνετωτάτης δεῖ καὶ ταχίστης βουλῆς. ὡς δὲ πολλάκις περὶ τοῦ αὐτοῦ συνήρχοντο πράγματος καὶ σκέψεις προυτίθεσαν, ἔγνωσαν τελευταῖον τὸν Θεόκτιστον ποιήσασθαι ἐκποδών. ἐδέδοκτο ταῦτα, καὶ πέρας ἐτυπώθη τοιοῦτον δοθῆναι τοῖς βουλευθεῖσιν, ἐν τῷ μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι τὸν Θεόκτιστον μετὰ τὴν τῶν ἀναφορῶν διοίκησιν ἐπακολουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν "ἄρατε αὐτόν." ὡς οὖν ὁ Θεόκτιστος προέκυπτεν ἐξιὼν τό τε δοθὲν σύνθημα ἔγνω, φυγῇ τὴν σωτηρίαν πραγμα τεύσασθαι ᾠήθη. ἡ φυγὴ δὲ γέγονεν αὐτῷ πρὸς τὸν ἱππόδρομον κατὰ τὰ ἀσηκρητεῖα· ἐκεῖσε γὰρ τότε τοῖς ἀσηκρήταις ἦν καταγώ γιον. ἀλλ' ὑπὸ πολλῶν ὁ εἷς συλληφθεὶς μένειν κατηναγκάζετο, σπασαμένου τοῦ Βάρδα ξίφος καὶ παίσειν ἐπαπειλοῦντος τὸν κω λύσειν ἢ βοηθήσειν ἐπιχειρήσοντα. ἤγετο μὲν οὖν πρὸς τὰ Σκῦλα, φρουρᾷ τέως παραδοθησόμενος, μέχρις ἂν τὰ κατ' αὐτὸν ἀποφή νωνται. τέλος μὴ συμφέρον εἶναι κρίναντες αὑτοῖς τὸ ζῆν αὐτὸν δέει τῆς Αὐγούστης, ἐκπέμπουσί τινα τῶν τῆς ἑταιρείας γυμνὸν ἐπισεῖσαι τὸ ξίφος αὐτῷ. οὗτος ξιφήρη τὸν ἄνθρωπον ἐπιόντα ἰδὼν ὑπέδυ σκάμνον τινὰ τὴν πληγὴν βουλόμενος ἐκφυγεῖν· ἀλλὰ καιρίαν κατὰ γαστέρα πληγεὶς τῶν ἐγκάτων ἐκχυθέντων αὐτῷ 2.158 παρεδόθη θανάτῳ. καὶ ὁ μὲν Θεόκτιστος ἀνῃρέθη τοῦτον τὸν τρόπον, τὴν δὲ ἀναίρεσιν αὐτοῦ πυθόμενος ὁ Μανουὴλ εὐθὺς ἧκε πρὸς τὰ βασίλεια, καὶ ὥσπερ ἐνθουσιάσας εἰπεῖν λέγεται πρὸς τὸν Βάρδαν ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον, ὅπλιζε σαυτὸν εἰς σφαγὰς καθ' ἡμέραν. Μετὰ δὲ τὴν τοῦ Θεοκτίστου σφαγὴν ὁ Βάρδας τὴν τοῦ κανικλείου τιμὴν εἰς ἑαυτὸν ἀνελάμβανεν. ἡ βασιλὶς δὲ Θεοδώρα ὡς ᾔσθετο τῶν πεπραγμένων, λυσίκομός τις ἔθει καὶ ὀδυρμῶν ἐπλήρου τὰ βασίλεια, ἀμφοτέρους τε τόν τε υἱὸν καὶ τὸν ἀδελφὸν λόγοις ὀνειδιστικοῖς καὶ ἀραῖς ὑπέβαλλε καὶ τοιοῦτον θάνατον ὑποσχεῖν κατηρᾶτο. οἱ δὲ τοὺς ὀνειδισμοὺς ταύτης μὴ φέροντες, ἅμα δὲ καὶ ὁ Βάρδας τῶν κατὰ σκοπὸν ἐχόμενος, ἔγνωσαν καὶ ταύτην ποιήσασθαι ἐκποδὼν καὶ λοιπὸν ἀδεῶς καὶ ἀνεμποδίστως τὸ δοκοῦν διαπράττεσθαι. ὅπερ ἐκείνη καταφωράσασα (καὶ γὰρ ἦν ἰδεῖν καὶ στοχάσασθαι δυνατὴ) ἀντιπράττειν μὲν οὐκ ᾤετο δεῖν, φόνους καὶ χύσεις αἱμάτων ἐκφεύγουσα, τὸν δ' ἐναποκεί μενον τοῖς ἀνακτόροις πλοῦτον ἔκρινε τῇ συγκλήτῳ ποιήσασθαι φανερόν, τοῦ τε υἱοῦ τὴν ἀκρατῆ δαπάνην κωλύουσα καὶ τὴν ἰδίαν οἰκονομίαν κηρύττουσα. τὴν σύγκλητον οὖν ἐκκλησιάσασα καὶ εἰς ἐπήκοον στᾶσα τοιούτους ἀπέδοτο λόγους. "χίλια μέν, ὦ πατέρες, πρὸς τοῖς ἐννενήκοντα τῷ