354
βασιλικῷ ταμιείῳ χρυσοῦ ἐνα πόκεινται κεντηνάρια, ἀργύρου δὲ ὡσεὶ τριῶν χιλιάδων, ὧν τὰ μὲν ὁ ἐμὸς ἀνὴρ ἐπορίσατο, τὰ δ' αὐτὴ μετὰ τὸν ἐκείνου συνέ 2.159 λεξα θάνατον, ἄλλος τε πλοῦτος πολὺς καὶ ποικίλος. διὰ τοῦτο δὲ τοῦτον ἐκπομπεύω ὑμῖν, ἵν' εἰ μετὰ τὴν ἐμὴν ἀπὸ τῶν ἀνακτό ρων κάθοδον ὁ ἐμὸς ἔχῃ λέγειν υἱὸς καὶ ὑμέτερος βασιλεὺς ὡς ἐνδεῆ καταλέλοιπα τὰ βασίλεια πλούτου, μὴ εὐχερῶς πιστεύηται." καὶ ἅμα λέγουσα τοὺς τῶν βασιλικῶν χρημάτων ταμίας παρίστη καὶ συγκατανεύοντας εἶχε πρὸς τὰ λεγόμενα. καὶ ἡ μὲν βασιλὶς ἀσπασμὸν δοῦσα τῇ συγκλήτῳ, καὶ πάσῃ ἐνεργείᾳ καὶ διοικήσει ἀποταξαμένη, ἔξεισι τοῦ παλατίου. Ὁ δὲ τῶν βασιλείων πλοῦτος τοσοῦτος ὢν καὶ τηλικοῦτος εἰς οὐδεμίαν ἐχώρησεν ὄνησιν τῇ ἀπονοίᾳ τοῦ Μιχαήλ. ταῖς γὰρ τῶν ἵππων ἁμίλλαις, εἴ πέρ τις ἕτερος, ἀγαλλόμενος καὶ ἡνιοχεῖν ἐκεῖσε αὐτὸς οὐ παραιτούμενος, τῶν συμπαιζόντων αὐτῷ καὶ συνηνιο χούντων καὶ συναμιλλωμένων ἐκ τοῦ θείου υἱοθετούμενος τὰ τέκνα βαπτίσματος τὸν βασιλικὸν κατεκένου πλοῦτον, ἑκατὸν ὀγδοήκοντα καὶ τουλάχιστον πεντήκοντα τῷ καθεκάστῳ παρεχόμενος λίτρας. καί ποτέ τινι ἀνδρὶ ὃν πατρίκιον ἐτιμήσατο (Ἱμέριος οὗτος ἐκα λεῖτο, διὰ τὴν τοῦ προσώπου αὐτοῦ οὕτω καλούμενος κατὰ ἀντί φρασιν ἀγριότητα), κολακείᾳ μὲν ὑπερβάλλοντι τὸν ἐπὶ Τιβερίου Ἱμέριον, βωμολοχοῦντι δὲ κατὰ τὴν τράπεζαν καὶ αἰσχρολογοῦντι καὶ ἀναιδῶς ἀποπέρδοντι, ἀκούοντος δὲ τοῦ βασιλέως καὶ τῶν συνδείπνων, ὡς καὶ κηρὸν ἀποσβεννύει τῷ ψόφῳ, χρυσίου δέδωκε λίτρας ρʹ. καὶ Χειλᾶ δὲ τοῦ συνηνιοχοῦντος αὐτῷ τὸν υἱὸν ἐκ τοῦ θείου βαπτίσματος ἀναδεξάμενος ἐδωρήσατο χρυσίου λίτρας ρʹ. 2.160 οὕτως ἐκεῖνος εἰς οὐδὲν δέον τὰ δημόσια κατεδαπάνα τε καὶ ἀνή λισκεν. ἐπεὶ δὲ ἐντὸς ὀλίγου ταῖς τοιαύταις ἀθέσμοις πράξεσι τὸν τοσοῦτον κατεδαπάνησε πλοῦτον, ἦλθε δὲ ὁ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο χρυ σοῦς λέοντας καὶ τοὺς δύο γρῦπας, χρυσοῦς καὶ αὐτοὺς σφυρη λάτους ὄντας, καὶ τὰ ὁλόχρυσα ὄργανα καὶ ἕτερα ἔργα, δι' ὧν ἡ Ῥωμαίων ἐθαυμάζετο βασιλεία, ὁλκὴν ἔχοντα διακοσίων οὐκ ἔλαττον κεντηναρίων, χωνεύσας χαράξαι δέδωκεν ἐν τῷ βασιλικῷ ταμιείῳ. παραπλησίως δὲ ἐποίησε καὶ ἐν στολαῖς βασιλικαῖς, ὧν αἱ μὲν ἦσαν ὁλόχρυσοι αἱ δὲ χρυσοΰφαντοι, δεδωκὼς τῷ εἰδικῷ ὥστε καὶ ταύτας χωνεῦσαι. οὐκ ἔφθασαν δὲ χωνευθῆναι, κἀκεῖ νος ἐξ ἀνθρώπων ἐγένετο, καὶ Βασίλειος τὴν ἀρχὴν διεδέξατο καὶ ταύτας ἀνεκαλέσατο, ἐκ τοσούτου πλούτου μηδὲν εὑρηκὼς πλέον ἀλλ' ἢ χρυσίου μὲν κεντηνάρια τρία, μιλιαρισίων δὲ σακκία ἐννέα· ἃ καὶ δημοσιεύσας ἐπὶ τῆς συγκλήτου ἀπωδύρετο τὴν ἀπορίαν καὶ τὸ πόθεν ἂν ἐκπληρωθεῖεν αἱ δημόσιοι χρεῖαι.
Ἔθος δ' ἐχούσης τῆς βασιλίδος Θεοδώρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου θεῖον ναόν, ἅμα μὲν προσκυνήσεως χάριν ἅμα δὲ καὶ λουτροῦ μετὰ τῶν ἑαυτῆς θυγατέρων, ἐπεί ποτε ἔγνω αὐτὴν ἐκεῖσε φοιτήσασαν ὁ βασιλεὺς καὶ ὁ ταύτης ὁμαίμων Βάρδας, Πετρωνᾶν ἐκπέμψαντες, ὃν αὐτῆς ἀδελφὸν εἶναι ἄνω θεν ὁ λόγος ἐγνώρισεν, ἀποκείρουσι μοναχὴν σὺν ταῖς θυγατράσι, 2.161 καὶ ἐν τοῖς κατὰ τὰ Καριανοῦ ἀνακτόροις τέως περιορίζουσιν, ἀφελόμενοι καὶ ὃν εἶχον αἱ πᾶσαι πλοῦτον, ἰδιωτικῶς ζῆν ἀλλ' οὐ βασιλικῶς ἐπιτάξαντες. ἀλλ' ἡ μὲν Θεοδώρα μετ' οὐ πολὺ τῶν τῇδε μεθίσταται· ἧς τὸν νεκρὸν μετὰ ταῦτα βασιλεύσας ὁ Βασί λειος, καὶ τὰς αὐτῆς θυγατέρας, πρὸς τὸ τῆς Μάμμης ἐξαπέ στειλε μοναστήριον ἐνδιαιτᾶσθαι, ὃ Γάστρια κατονομάζεται. ἦσαν δὲ τῇ τοιαύτῃ βασιλίδι ἄρρενες μὲν ἀδελφοὶ δύο, ὅ τε μηχανορρά φος οὗτος Βάρδας καὶ ὁ Πετρωνᾶς, ἀδελφαὶ δὲ τρεῖς, Σοφία Μαρία καὶ Εἰρήνη, ὧν ἡ μὲν Σοφία Κωνσταντίνῳ συνήφθη τῷ Βαβουτζίκῳ, εἰς μαγίστρους τελοῦντι, Εἰρήνη δὲ Σεργίῳ πατρι κίῳ, ἀδελφῷ τυγχάνοντι Φωτίου τοῦ μετὰ ταῦτα πατριάρχου, καὶ ἡ Μαρία Ἀρσαβὴρ μαγίστρῳ, ἀνδρὶ γενναίῳ καὶ ἐν τοῖς τότε καιροῖς