357
τῆς περὶ τὴν γεωμετρίαν ἐπιμελείας, "ἀκοῦ σαι τούτου" εἶπεν ὁ νεανίας "ἐπιθυμῶ καὶ τῶν αὐτοῦ διδασκά λων, καὶ ἣν ἔχουσι περὶ τὴν γεωμετρίαν κατανοῆσαι σπουδήν." ἔμαθε τοῦτο ὁ Μαμούμ, καὶ μετὰ περιχαρείας εἰσκαλεῖται τὸν νέον πολλῆς, καὶ παραγενόμενον ἐπυνθάνετο εἰ γνῶσιν ἔχει τῆς 2.167 τοιαύτης δυνάμεως. συγκαταθεμένου δ' ἐκείνου ἠπίστει ὁ βάρ βαρος, καὶ διετείνετο μηδένα ἕτερον εἶναι πλὴν τῶν ἐκείνου διδα σκάλων τῆς γεωμετρικῆς ἐπιστήμης εἰδήμονα κατὰ τὴν τότε ἡμέ ραν. ἱμείρεσθαι δὲ φήσαντος τοῦ νεανίσκου τῶν αὐτοῦ διδασκά λων πεῖραν λαβεῖν, θᾶττον ἢ λόγος οὗτοι παρίστανται, καὶ διε χαράττοντο σχήματα τρίγωνα καὶ τετράγωνα, καὶ κανόνες εἰς μέ σον προυτίθεντο τοῦ στοιχειωτοῦ, τὸ μέν, ὅτι τὸ σχῆμα τόδε τήνδε φέρει τὴν κλῆσιν καὶ τόδε τήνδε, διδάσκοντες, αἰτίαν δὲ καὶ λό γον καὶ τὸ διότι ἀπεδίδοσαν οὐδαμῶς. ὡς οὖν ἑώρα γαυρουμέ νους αὐτοὺς ὁ νεανίας καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν σχημάτων καταγραφῇ, "ἐπὶ παντὸς λόγου, ὦ οὗτοι," ὁ νεανίας ἔφη "καὶ πράγματος τὸ διότι τὸ κῦρος ἔχει· ὑμεῖς δὲ τὴν ὕπαρξιν μόνην λέγοντες, τοὺς δὲ λόγους παρατρέχοντες οὐχ ἥκιστά μοι διαμαρ τάνειν δοκεῖτε, τὸ κυριώτερον ἀγνοοῦντες."
Tῶν δὲ διαπορησάν των καὶ τὰς αἰτίας τούτων διευκρινεῖν καὶ διδάσκειν παρακαλούν των, ἐπεὶ διερμηνεύοντα καὶ σαφηνίζοντα ταύτας εὕρισκον, ὡς τόδε μὲν διὰ τόδε τόδε δὲ διὰ τόδε τὴν εἰρημένην κλῆσίν τε καὶ γραφὴν ἔχει, καὶ ἅμα ὁ νοῦς αὐτῶν διηνοίγετο καὶ τῶν λεγομένων συνίεσαν, θάμβει λοιπὸν συσχεθέντες, εἰ καὶ ἄλλους ἔχει τοιού τους τὸ Βυζάντιον ἐπηρώτων. εἰρηκότος δὲ τούτου πλείστους ἐν αὐτῷ εἶναι, καὶ ἑαυτὸν τὸν ἔσχατον τῶν μαθητῶν ἀλλ' οὐ τῶν διδασκόντων, περὶ τοῦ διδασκάλου πάλιν διεπυνθάνοντο, τίς τε εἴη καὶ εἰ περίεστιν. ὁ δὲ ὅστις τε εἴη ἀπεκρίνατο, καὶ ὡς ἔτι περίεστιν ἀκτήμονα βίον ἄγων καὶ μηδέ τισιν ἄλλοις ἀλλ' ἢ μόναις 2.168 ταῖς ἐπιστήμαις προσηλωμένον ἔχων τὸν νοῦν. γράμματα γοῦν εὐθὺς ὁ Μαμοὺμ πρὸς ἐκεῖνον διαχαράττει, τόνδε τὸν νοῦν ἔχοντα "ἐκ τοῦ καρποῦ τὸ δένδρον καὶ ἐκ τοῦ μαθητοῦ ἔγνωμεν τὸν διδά σκαλον. ἐπεὶ γοῦν τηλικοῦτος ὢν περὶ τὴν τῶν ὄντων ἐπιστήμην ἄγνωστος εἶ τοῖς συμπολίταις, τῆς γνώσεως καὶ σοφίας καρπὸν μὴ δρεπόμενος, μὴ ἀπαξιώσῃς ἐλθεῖν πρὸς ἡμᾶς καὶ τῆς σῆς με ταδοῦναι σοφίας. ἐρχομένῳ γάρ σοι αὐχένα ὑποκλινεῖ γένος ἅπαν τὸ τῶν Σαρακηνῶν, καὶ πλούτου καὶ δωρεῶν ἀξιωθήσῃ ὧν οὐδ' εἶς πώποτε τῶν ἀνθρώπων ἠξίωται." ταῦτα τὰ γράμματα δοὺς τῷ νεανίσκῳ καὶ δώροις φιλοφρονησάμενος ἐκπέμπει πρὸς τὸν δι δάσκαλον. ὁ δὲ διασωθεὶς πρὸς τὴν βασιλεύουσαν καὶ ζῶντα τὸν φιλόσοφον εὑρηκὼς ἐπιδίδωσι ταῦτα τὰ γράμματα. ὁ δὲ οὐκ ἀκίνδυνον εἶναι λογισάμενος εἰ γραφὴν ἀπὸ τῶν ἐχθρῶν δέξοιτο εἰδήσεως ἄνευ βασιλικῆς, πρόσεισι τῷ λογοθέτῃ τοῦ δρόμου (Θεόκτιστος οὗτος ἦν, ὁ παρὰ τοῦ Βάρδα μετὰ ταῦτα ἀναιρεθεὶς) καὶ διηγεῖται ὅπως τε ἀφίκετο πρὸς αὐτὸν ὁ αἰχμάλωτος μαθητής, καὶ ὅπως γράμμα αὐτῷ προσκεκόμικεν ἐκ τοῦ ἀμερμουμνῆ, καὶ ἅμα τὴν γραφὴν ἐκβαλὼν εἰς χεῖρας δίδωσιν. αὕτη ἡ αἰτία τῷ φιλοσόφῳ Λέοντι πρὸς τὸν βασιλέα γνῶσις γίνεται καὶ οἰκείωσις, καὶ ὁ λεχθεὶς μαθητὴς τὴν τοῦ Λέοντος σοφίαν ἔτι κρυπτομένην ἐδημοσίευσε· προσκαλεῖται γὰρ ὡς τάχος αὐτὸν ὁ βασιλεὺς καὶ πλουτίζει καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, κατοικητήριον ἀφο ρίσας αὐτῷ τὸν θεῖον ναὸν τῶν τεσσαράκοντα καλλινίκων μαρτύ ρων. ὁ δὲ Μαμοὺμ ἀπογνοὺς τὴν τοῦ φιλοσόφου ἄφιξιν ἀπορίας 2.169 ἐκθέμενος γεωμετρικῶν καὶ ἀστρονομικῶν ζητημάτων καί τινων ἄλλων μαθημάτων ἐκπέμπει, τὰς λύσεις σαφηνισθῆναί οἱ ἐξαιτη σάμενος. ὡς δ' ἑκάστην ὁ Λέων ζήτησιν διελύσατο ἁρμοδίως, προσέθετο δὲ καταπλήξεως χάριν καί τινα τῶν μελλόντων σημεῖα προγνωστικά, καὶ τούτῳ ἐξέπεμψε, τότε δὴ ἐπὶ χεῖρας λαβόντα τὸν ἀμερμουμνῆν τρωθῆναι τῷ τούτου ἔρωτι, μέγα τε ἀνακραγεῖν τὸν ἄνδρα τῆς σοφίας ὑπεραγάμενον. εὐθὺς οὖν πρεσβείαν πρὸς