358
τὸν Θεόφιλον καὶ γράμματα τοιαῦτα ἔχοντα τὴν διάνοιαν ἐκπέμ πει "ἐβουλόμην μὲν αὐτὸς ἀφικέσθαι σοι, ἔργον γνησίου φίλου ἀποπληρῶν· ἐπεὶ δὲ ἡ ἀνακειμένη μοι ἀρχὴ ἐκ θεοῦ καὶ ὁ ὑπὸ τὴν χεῖρά μου τελῶν πλεῖστος κατεξουσίας λαὸς τοῦτο οὐ συγχω ρεῖ, ὃν ἔχεις ἐπὶ φιλοσοφίᾳ καὶ ταῖς λοιπαῖς ἐπιστήμαις διαβόη τον ἄνδρα, βραχύν τινα χρόνον αἰτῶ ἐξαποστεῖλαί μοι, τῆς αὐ τοῦ ἐπιστήμης μεταδώσοντά μοι ἐκκαιομένῳ καὶ ταύτης ἐρωτικῶς ἔχοντι. μὴ ἀναβολὴ δὲ διὰ τὸ σέβας καὶ τὴν τοῦ γένους ἀλλο τριότητα ἔσοιτο, ἀλλὰ μᾶλλον ὅτι τοιούτοις ἀξιοῖ φίλοις ἐπιεικέσι τε καὶ χρηστοῖς, πέρας τὸ τάχος λαβέτω ἡ αἴτησις. χάρις δέ σοι ὑπὲρ τούτου καταβληθήσεται χρυσίου μὲν ἑκατὸν κεντηνάρια, εἰ ρήνη δὲ καὶ σπονδαὶ ἀτελεύτητοι καὶ ἀΐδιοι." δεξάμενος δὲ τὰ γράμματα ὁ Θεόφιλος, ἄτοπον κρίνας εἰ τὴν τῶν ὄντων γνῶσιν, δι' ἣν τὸ Ῥωμαίων γένος θαυμάζεται, ἔκδοτον ποιήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα καὶ ἀξιωθέντα οὐκ ἐπένευσε. τὸν δὲ Λέοντα διὰ μείζονος ἦγε τιμῆς καὶ τῆς Θεσσαλονίκης προχειρίζεται πρόε 2.170 δρον, τὸν πατριάρχην ἀναπείσας Ἰαννῆν χειροτονῆσαι τοῦτον, καὶ αὐτῷ, ὡς ἤδη εἴπομεν, κατὰ γένος ᾠκειωμένον. Τοῦτον οἱ Θεσσαλονικεῖς μετὰ τὴν χειροτονίαν ὑπερβαλλόν τως ἐτίμησαν διὰ τὴν ἐνοῦσαν αὐτῷ σοφίαν καὶ τὴν περὶ πάντα τὰ μαθήματα ἀκρίβειαν, ἐξαιρέτως δὲ ἐθαύμασαν ἀπὸ τῆσδε τῆς αἰτίας. ἄγονος ἦν ἡ γῆ καὶ ἄκαρπος κατ' ἐκεῖνο καιροῦ, καὶ λιμὸς ἦγχε τοὺς οἰκοῦντας Θεσσαλονίκην καὶ τὰ πέριξ αὐτῆς, καὶ πάντες ἢ μετανάσται γενέσθαι τῆς πατρίδος ἢ λιμῷ καὶ ἐνδείᾳ τῶν ἀναγκαίων διαφθαρήσεσθαι ἤλπιζον. ὁ δὲ Λέων τὴν ἀπο ρίαν τούτων παραμυθούμενος καιρόν τινα, ὃν ἡ τῶν ἄστρων ὑπε τίθη τούτῳ ἐπιτολή τε καὶ φάσις, παραδηλώσας αὐτοῖς, καὶ κατὰ τοῦτον τῇ γῇ καταβαλεῖν ἐπιτρέψας τὰ σπέρματα, τοσαύτης γέγονεν εὐφορίας αἴτιος ὡς ἐπὶ πολλοὺς ἐπαρκέσαι χρόνους τοῖς ἐγχωρίοις τοὺς δρεφθέντας καρπούς. Τὰ μὲν οὖν γραμματικὰ ἔλεγεν ὁ Λέων καὶ ποιητικὰ μυη θῆναι κατὰ τὴν βασιλίδα, ῥητορικὴν δὲ καὶ φιλοσοφίαν καὶ ἀριθμῶν ἀναλήψεις καὶ τὰς τῶν λοιπῶν ἐπιστημῶν ἐφόδους κατὰ τὴν νῆσον Ἄνδρον γενόμενος. ἐκεῖσε γὰρ σπουδαίῳ τινὶ ἐντυχὼν ἀνδρὶ Μιχαὴλ τῷ Ψελλῷ, καὶ τὰς ἀρχὰς μόνον καί τινας λόγους καὶ ἀφορμὰς λαβὼν παρ' αὐτοῦ, ἐπεὶ μὴ ὅσον ἐβούλετο εὕρισκε, περιενόστει τὰ μοναστήρια, καὶ τὰς ἐν αὐτοῖς ἀποκειμένας βίβλους ἀνερευνῶν τε καὶ ποριζόμενος καὶ σπουδαίως ἐκμελετῶν πρὸς τὸ τῆς τοσαύτης γνώσεως ὕψος ἀνεβιβάσθη. εἰς κόρον δὲ τῶν μαθη 2.171 μάτων μετεσχηκὼς πρὸς τὴν βασιλεύουσαν αὖθις ὑπέστρεψε, τὰ σπέρματα τῶν ἐπιστημῶν ταῖς τῶν βουλομένων διανοίαις κατα βαλλόμενος. ἀλλὰ ταῦτα μὲν πρότερον· τῆς δὲ τῶν εἰκονομάχων αἱρέσεως καταβληθείσης καὶ τῶν ταύτης ἐχομένων καθῃρεθέντων, καθαιρεθέντος δὲ καὶ Ἰαννῆ τοῦ πατριάρχου, συγκαθῃρέθη καὶ οὗτος, ὃν ὁ Βάρδας, ὡς ἤδη φθάσαντες εἴπομεν, τῆς φιλοσόφου σχολῆς προστάτην ἀπέδειξε, καί τινα Σέργιον, φοιτητὴν αὐτοῦ γενόμενον (πατὴρ οὗτος τοῦ ἄνωθεν εἰρημένου νεανίσκου) τοῦ τῆς γεωμετρίας διαιτητηρίου, καὶ Θεοδήγιον, συνήθη καὶ αὐτὸν τού του ὑπάρχοντα, ἀριθμητικῆς καὶ ἀστρονομίας, δαψιλεῖς αὐτοῖς τὰς χορηγίας ἐπιμετρῶν. πολλάκις δὲ καὶ ἐπιφοιτῶν ἐκ φιλομα θείας, καὶ τῶν διδασκομένων τὰς προθυμίας ἐπιρρωννύς, διὰ βραχέων εἰς αὔξησιν τὴν γνῶσιν ἀνήγαγεν, ἀπεσβηκυῖαν τελέως πρὸ τοῦ καὶ μηδ' ἴχνος ὅλως δεικνῦσαν ἢ ζώπυρον.
Ὁ δ' αὐτὸς Βάρδας καὶ Καῖσαρ γενόμενος συνεχῶς ἐφοίτα τοῖς τοῦ ἱπποδρόμου δικαστηρίοις, καὶ τοὺς νόμους ἀνηβᾶν αἴτιος γέγονε, τοῦ χρόνου καὶ τὴν περὶ αὐτοὺς ἀκρίβειαν συγκαλύψαν τος. ἀλλὰ τοσαῦτα καὶ τηλικαῦτα τῶν καλῶν τοῦ Βάρδα πλεο νεκτημάτων ὁ τῆς φιλοπρωτίας ἔρως, οἷά τις ἐγγενὴς μολυσμὸς καὶ σπῖλος ἄκρατος ὤν, ἠμαύρωσε καὶ ἠφάνισε, καὶ ἣν κατὰ τῆς ἐκκλησίας ἀνήγειρε στάσιν, κυκήσας αὐτὴν καὶ ταράξας. διὸ ἀντὶ τῆς κρείττονος