359
δόξης τὰ ἐναντία ἠνέγκατο. Μεθοδίου γὰρ τοῦ τρισολβίου τὸν βίον μετηλλαχότος, ἐπὶ τέσσαρας χρόνους μό 2.172 νον τὸν τῆς Κωνσταντινουπόλεως οἰακίσαντος θρόνον, Ἰγνάτιος ὁ Νικηφόρου μὲν τοῦ βασιλέως θυγατριδοῦς, υἱὸς δὲ Μιχαὴλ τοῦ τῆς βασιλείας ἐκπεπτωκότος, μετὰ τὸ τῆς βασιλείας ἀποπεσεῖν καὶ τὰ παιδογόνα ἀφαιρεθῆναι μόρια μοναχὸς γεγονὼς καὶ τῆς μονῆς τοῦ Σατύρου καθηγεμών, πρὸς τὸν πατριαρχικὸν θρόνον ἀνάγε ται. οὗτος τὸν Βάρδαν ἐπὶ τῇ τῆς γυναικὸς ἀναιτίῳ ἀποβολῇ, τῇ δὲ τῆς οἰκείας νύμφης περιπλοκῇ τῆς ἐκκλησίας ἀπεῖργεν, ἐπεὶ μὴ τῶν θείων ἠμέλει κανόνων. ὃν ἐπεὶ πολλὰ λιτανεύων καὶ δυσω πῶν ὁ Βάρδας συγχωρήσεως ἀξιωθῆναι οὐκ ἠδυνήθη, ἄλλων ἀπο γνοὺς πρὸς ἄμυναν διανίσταται, καὶ τῆς ἐκκλησίας ἐκβάλλει, καὶ μετὰ πολλὰς κακώσεις καὶ ἀνυποίστους τελευταῖον τῷ τοῦ Κοπρω νύμου τάφῳ ἀποκλείει, ἐπιστήσας αὐτῷ φύλακας δεινούς τε καὶ ὠμοτάτους. ἀπεβίω δ' ἂν ὁ ἱερώτατος οὗτος ἀνὴρ ἀπὸ τῆς πο λυωδύνου ταύτης κακώσεως, εἰ μή τις θεοσεβὴς ἄνθρωπος κατά τινας χρείας τῶν φρουρῶν ἀποδημούντων ἐξῆγέ τε τοῦ τάφου καὶ ἐπιμελείας ἠξίου τῆς προσηκούσης. ὃν μετὰ πολλὴν ὅσην τὴν κά κωσιν ὑπερόριον ἐν Μιτυλήνῃ ποιεῖ. ἔπαθον δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐπισκόπων τὰ παραπλήσιά τε καὶ χείρω, ὅτι μὴ ἠρέσκοντο τοῖς γινομένοις, μηδ' ἄλλον δέξασθαι διαβοώμενοι, κἂν εἴ τι γένηται. ὅμως δ' ὑπενδόντες οἱ μὲν ἀπειλαῖς οἱ δὲ ὑποσχέσεσιν εἴκουσι τῷ τοῦ Βάρδα θελήματι, τῆς ἀρετῆς καὶ δόξης ἔρωτα χρημάτων καὶ λειποταξίαν ἀνταλλαξάμενοι. ὁ δὲ Βάρδας Φώτιον, ἄνδρα ἐπὶ σοφίᾳ γνώριμον, πρωτασηκρήτην τηνικαῦτα ὑπάρχοντα, προχειρίζεται πατριάρχην. ἐπεὶ δὲ παρῆσαν καὶ τοποτηρηταὶ τοῦ 2.173 πάπα Ῥώμης κατὰ τῶν εἰκονομάχων σταλέντες, πείθουσι καὶ αὐ τοὺς τῆς ἑαυτῶν γενέσθαι θελήσεως. διὸ καὶ ἐν τῷ τῶν θείων ἀποστόλων τεμένει συνέδριον ἠθροικότες δεδημοσιευμένῃ καθαιρέ σει καθυποβάλλουσι τὸν Ἰγνάτιον τῆς ἐξορίας μεταπεμψάμενοι. ταῦτα μὲν τὰ τῆς φιλοπρωτίας τοῦ Βάρδα νεανιεύματα. Τὰ δὲ ἐντὸς Εὐξείνου καὶ πᾶσαν τὴν αὐτοῦ παραλίαν ὁ τῶν Ῥὼς ἐπόρθει καὶ κατέτρεχε στόλος (ἔθνος δὲ οἱ Ῥὼς Σκυθικόν, περὶ τὸν ἀρκτῷον Ταῦρον κατῳκημένον, ἀνήμερόν τε καὶ ἄγριον), καὶ αὐτῇ δὲ τῇ βασιλίδι δεινὸν ἐπέσειε κίνδυνον· οἳ μετ' οὐ πολὺ τῆς θείας πειραθέντες ὀργῆς οἴκαδε ὑπενόστησαν, πρεσβεία τε αὐ τῶν τὴν βασιλίδα καταλαμβάνει, τοῦ θείου μεταλαχεῖν βαπτί σματος λιτανεύουσα, ὃ καὶ γέγονε. καὶ τῆς Κρήτης δὲ στόλος ἄλλος νῦν μὲν τὰς Κυκλάδας ἐδῄου, νῦν δὲ ἄχρι Προικοννήσου τὴν παράλιον ἅπασαν. ἐγένοντο δὲ καὶ κλόνοι γῆς φρικωδέστα τοι. εἷς δὲ ὁ μέγιστος, καθ' ἣν ἡμέραν ἡ τοῦ κυρίου ἀνάληψις ἑορτάζεται τὴν γῆν κατασείσας, τό τε κατὰ τὸ Ἐξωκιόνιον πρὸς γῆν ἠδάφισε τεῖχος, καὶ ναοὺς εὐπρεπεῖς καὶ οἴκους λαμπροὺς καὶ τὴν κατὰ τὴν χρυσῆν πύλην τῆς πόλεως ἱδρυμένην νίκην καὶ τὰς ἐν τῷ ∆ευτέρῳ κατὰ τὴν ἁγίαν Ἄνναν παγίας ἱσταμένας κατέσει σεν, ἧς τὴν πτῶσιν ὁ φιλόσοφος Λέων προσημαίνειν ἀνεῖπε φανε ρῶς τὴν τοῦ μετὰ βασιλέα δυνάστου καταστροφήν. ἐγένοντο δὲ καὶ ποταμῶν ἀφάνειαι καὶ πηγῶν, καὶ ἀλλ' ἄττα παθήματα κατὰ πᾶσαν χώραν. ἃ πάντα κατενωτισάμενος ὁ βασιλεὺς ὅλος εἴχετο 2.174 τῶν ἱππικῶν ἀγώνων κατὰ τὸν ἐν Στενῷ ἀνεγηγερμένον ναὸν τοῦ ἁγίου μάρτυρος Μάμαντος. ἄξιον δὲ καὶ τόδε μὴ παραλιπεῖν τὸ λόγιον παραστατικὸν τυγχάνον τῆς τε τουτουῒ τοῦ βασιλέως ἀβελ τηρίας καὶ τῆς τῶν προηγησαμένων ἐπιμελείας. Τὰς τῶν Σαρακηνῶν κατὰ τῆς τῶν Ῥωμαίων χώρας ἐπιδρο μὰς οἱ πάλαι βασιλεῖς διαδήλους ποιεῖν ἐθέλοντες, ἵνα μὴ αἰφνί διοι εἰσπίπτωσιν ἐκπορθοῦντες τὰς χώρας καὶ ἐν ταῖς κώμαις καὶ τοῖς ἀγροῖς τοὺς ἐνοικοῦντας καταλαμβάνοντες, φρούριόν τι τῇ Ταρσῷ ἀγχίθυρον ἐπί τινος ὑψηλοτάτου λόφου καὶ ἐρυμνοῦ ἐδο μήσαντο· Λοῦλον τῷ φρουρίῳ τὸ ὄνομα. οἱ ἐν τούτῳ τοίνυν φρουροὶ τῆς ἐκδρομῆς λαμβάνοντες αἴσθησιν πυρσὸν ἀνῆπτον, ὃν βλέποντες οἱ ἐν τῷ Ἀργαίῳ