360
κατοικοῦντες βουνῷ ἄλλον ἀνῆπτον, καὶ αὖ οἱ κατὰ τὸν Ἴσαμον βουνόν. τοῦτόν τε πάλιν ὁρῶντες οἱ κατὰ τὸν Αἰγιαλὸν ἔκαιον ἕτερον, καὶ αὖθις οἱ κατὰ τὸν λεγόμε νον Μάμαντα. εἶτα τοῦτον ὁ Κίρκος διαδεχόμενος, καὶ τοῦτον πάλιν ὁ Μόκιλλος, ἐκεῖνον δ' αὖθις ὁ τοῦ ἁγίου Αὐξεντίου βου νὸς τοῖς ἐν τῷ μεγάλῳ παλατίῳ ἐπὶ τοῦτο ἀφωρισμένοις διαιτα ρίοις δήλην ἐτίθει τὴν προνομήν. καὶ οὕτως κατὰ διαδοχὴν πυρ σεύοντες γνῶσιν ἐν ἀκαρεῖ παρεῖχον τῷ βασιλεῖ, καὶ οἱ τῶν χωρῶν κάτοικοι πυνθανόμενοι τειχήρεις ἐγίνοντο καὶ τὰς ἐκδρομὰς διεδί δρασκον. τοιαύτης δὲ συνηθείας κρατούσης, συνέβη ποτὲ τοῦ Μιχαὴλ κατὰ τὸν τοῦ μάρτυρος Μάμαντος ναὸν μέλλοντος ἡνιο χῆσαι τὸν ἐκ τοῦ φάρου ἀναφθῆναι πυρσόν· ὃν οὗτος θεασάμενος 2.175 εἰς τοσοῦτον ἐνέπεσε φόβον, δέει τοῦ μὴ παροφθῆναι τὴν αὐτοῦ ἡνιοχείαν ὑπὸ τῶν θεατῶν διὰ τὴν ἀπαίσιον ἀγγελίαν, εἰς ὅσον ἄλλος τις ἦλθε κινδυνεύων ὑπὲρ ψυχῆς· οὕτως ἐκεῖνος θεατριζό μενος οὐκ ᾐσχύνετο. ἵνα δὲ μή τι τῶν προσπιπτόντων ἀνιαρῶν δηλούμενον μαλακωτέρους ποιήσῃ τοὺς θεατάς, προσέταξε μηκέτι ἐνεργεῖν τοὺς τῇ βασιλίδι γειτονοῦντας πυρσούς. Ἄλλοτε πάλιν (δεῖ γὰρ ἐκφαντικωτέραν θέσθαι τὴν τοῦ ἀν δρὸς παράνοιαν) ἐφ' ἅρματος αὐτοῦ ἱσταμένου καὶ τῆς ὕσπληγος μελλούσης αἴρεσθαι (ἐνεδέδυτο δὲ τὸ βένετον, καὶ πράσινος ἦν ὁ λογοθέτης τοῦ δρόμου Κωνσταντῖνος, λευκὸς δὲ ὁ Χειλᾶς καὶ ῥούσιος ὁ Κρασᾶς) ἀγγελία πεφοίτηκεν ὡς Ἄμερ ὁ τῆς Μελιτηνῆς ἀμηρᾶς δεινῶς λεηλατεῖ τὴν Ἀσίαν καὶ ἤδη πρὸς τοῖς Μαλαγίνοις ἐστὶ καὶ προσδοκῶνται ὅσον οὔπω δεινά. ἣν πυθόμενος ὁ πρωτο νοτάριος ἀπελθὼν μετὰ κατηφείας ἀπήγγειλε τῷ βασιλεῖ, καὶ ἅμα ἐπὶ χεῖρας ἔχων τὰ τοῦ δομεστίκου τῶν σχολῶν γράμματα ἐπεδίδου. ὁ δὲ βλοσυρὸν εἰς αὐτὸν ἐνιδὼν καὶ τιτανῶδες, "καὶ πῶς ἐτόλμη σας, ὦ κακὴ κεφαλή," ἔφη "κατὰ τὸν ἀναγκαῖον ἀγῶνα τουτονὶ περὶ τοιούτων μοι διαλέγεσθαι, οὐδὲν ἄλλο σπουδάζοντι ἢ μὴ τὸν μέσον εὐωνύμων ἰδεῖν παρατετραμμένον, ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών." τοιοῦτος ἦν ἔκφορος καὶ τὸν λογισμὸν παρακεκινημένος. Καὶ οὐχὶ τούτῳ μὲν τῷ πόθῳ ἢ πάθει ἡλίσκετο, τῶν δὲ ἄλλων τῶν ἀπρεπεστέρων ἀπείχετο, ἀλλὰ τὸ μέτριον τάχα ἀμέ τρως ἦθος μεταδιώκων ἐξέπιπτε τοῦ προσήκοντος καὶ τῆς βασιλι 2.176 κῆς ἀξίας ἀξίου. καί ποτε γυναίῳ συναντήσας ἐκ βαλανείου ἐπαν ιόντι καὶ κάλπην ἐπὶ χεῖρας ἔχοντι (ἔτυχε δὲ τὸν ταύτης παῖδα ἐκ τοῦ θείου λουτροῦ υἱοθετησάμενος) τοῦ ἵππου ἀποβὰς τοὺς μὲν συγκλητικούς, ὅσοι τούτῳ παρείποντο, κατὰ τὰ ἐκεῖσε ἀνάκτορα ἐξαπέστειλεν, ἃ δὲ προσηταιρίσατο καὶ παρέτρεφεν ἀκόλαστα καὶ πορνικὰ ἀνδράρια παραλαβὼν ἀπῄει μετὰ τῆς γυναικός, καὶ τὴν κάλπην τῶν ἐκείνης χειρῶν ἀφείλετο, καὶ "ἄγε δῆτα ὦ γύναι," εἶπε "θαρροῦσα δέξαι με ἐν τῇ οἰκίᾳ σου, ψωμοῦ πιτυρώδους ἔφεσιν ἔχοντα καὶ ἀσβεστοτύρου." ὡς δ' ἀπεπάγη πρὸς τὸν λόγον ἡ γυνὴ μηδενὸς εὐποροῦσα τῶν πρὸς ὑποδοχήν, ὁ Μιχαὴλ θᾶττον ἢ λόγος σινδόνα λαβών, ἣν ἤνεγκε τὸ γύναιον ἐκ τοῦ βαλανείου ἔτι διάβροχον οὖσαν, ἀντὶ τῆς ὑπηρετούσης τῇ τραπέζῃ ὀθόνης ἥπλου ἐπὶ τοῦ ἐδάφους, καὶ τὴν κλεῖδα τὴν τῆς γυναικὸς ἀφελὼν αὐτὸς ἦν βασιλεὺς ἑστιάτωρ μάγειρος τραπεζοποιὸς δαιτυμών. ξυνδειπνήσας δὲ τῇ γυναικὶ πεζὸς καὶ βάδην πρὸς τὰ ἀνάκτορα ἀπῄει, πολλῆς εὐηθείας καταγινώσκων καὶ τύφου τῶν πρὸ αὐτοῦ βασιλέων κοσμιότητος ἀντιποιουμένων. ταῦτ' οὖν ἅπαντα μιση τὸν ἐποίει τὸν ἄνδρα, καὶ κατ' αὐτοῦ τὴν πάντων δικαίως ὑπεκί νει ὀργήν. Καὶ τὸ δὴ χείριστον ἡ τῶν παρεπομένων αὐτῷ κιναίδων φατρία καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἐπιτηδείων, οὓς ἐκεῖνος διὰ τιμῆς καὶ αἰδοῦς ἄγων, τὰ θεῖα διαπαίζων τε καὶ ἐξορχούμενος, ἱερατικὰς στολὰς χρυσοϋφεῖς ἐνεδίδυσκε καὶ ἐπωμίδας, καὶ ἀσχη 2.177 μόνως ἠνάγκαζε καὶ ἀνάγνως τελεῖν τὰ θεῖά τε καὶ πανάγια, τὸν ἔξαρχον τούτων (Γρύλλος αὐτῷ ὄνομα) πατριάρχην ἀποκαλῶν, τοὺς δὲ λοιποὺς δώδεκα μητροπολίτας. ἐτίθει δὲ καὶ ἑαυτὸν ἕνα τῶν θυηπόλων, καὶ τῆς Κολωνείας ὠνομάζετο πρόεδρος. ἐπεὶ δὲ