361
ᾄδειν αὐτοὺς ἐχρῆν καὶ τελεῖν τὰ μυστήρια, διὰ κιθάρας τὰς ᾠδὰς ἐξεπλήρουν, νῦν μὲν ἠρέμα πως καὶ λιγυρῶς ἐπηχοῦντες, νῦν δὲ διαπρυσίως, ὥσπερ ἐν ταῖς ἱεραῖς λειτουργίαις οἱ ἱερεῖς τὰς ἐκφωνήσεις ποιοῦσι τῶν ἱερῶν. εἶχον δὲ καὶ σκεύη διάχρυσα καὶ διάλιθα, ταῦτα δὲ πληροῦντες ὄξους τε καὶ σινήπεος τοῖς μεταλαμβάνουσι μετεδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυστηρίων. τοῦτον τὸν μιαρὸν θίασον συνέβη ποτὲ τῷ μακαρίτῃ συναντῆσαι κατὰ τὴν ὁδὸν πατριάρχῃ, μετὰ τοῦ ἱερατικοῦ κλήρου καὶ τῆς λιτῆς διερχομένῳ. ὃν ἰδὼν ὁ Γρύλλος ἰταμῶς ἄγαν, καὶ ἀνερυθριάσεως μηδὲν ὑποστειλάμενος, φελόνην ἀναστείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονωτέροις ἐχρῆτο τοῖς κρούμασι, καὶ τοὺς εὐαγεῖς ἐκείνους λοιδορίαις καὶ ἀναιδέσιν ἔβαλλε ῥήμασιν.
Ὁ τοιοῦτος αἴσχιστος βασιλεὺς καὶ Θεοδώραν τὴν ἑαυτοῦ μητέρα ἔτι τοῖς ἀνακτόροις οὖσαν μετεκαλέσατό ποτε, εὐλογηθη σομένην τάχα παρὰ τοῦ πατριάρχου, πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον. ὡς οὖν ἐξῄει μετ' εὐλαβείας ἡ σεμνοτάτη γυνὴ καὶ ἔρριψεν ἑαυτὴν εἰς τὸ ἔδαφος ἐξαιτουμένη εὐχήν, μηδὲν ὅλως ὑποτοπήσασα, τοῦ μιαροῦ Γρύλλου τὴν γενειάδα τέως κρύ 2.178 πτοντος, ἀναστὰς ὁ Γρύλλος ἀπέπερδε καὶ ῥήματά τινα ἀπεῖπε τοῦ οἰκείου στόματος ἄξια. ἡ δὲ ἐπὶ τῷ γεγονότι δεινοπαθήσασα ἀραῖς ἔβαλλε τὸν υἱόν, καὶ τῆς τοῦ θεοῦ προνοίας ἐκπεσεῖν ἀπε φοίβασε προφητικῶς τοῦτον οὐκ εἰς μακράν. ἀλλ' οὐκ ἦν τὸν ἅπαξ παρατραπέντα τῆς εὐθείας ὁδοῦ βελτιωθῆναι. ὅθεν καὶ ταχυτάτη κατειλήφει τοῦτον καταστροφή, καὶ πρὸ αὐτοῦ μὲν τὸν Βάρδαν, καὶ πρὸ ἐκείνου τὸν κανικλείου Θεόκτιστον, τοὺς χαριζο μένους αὐτῷ καὶ μὴ τῶν πονηρῶν ἀνακόπτειν ἐθελήσαντας δι δαγμάτων ὡς ἐπιτρόπους. καὶ ὅπως μὲν ὁ Θεόκτιστος ὤλετο, προλαβὼν ὁ λόγος ἐδήλωσε, σημεῖα δὲ τὸν ὄλεθρον δηλοῦντα τοῦ Βάρδα προηγήσατο τάδε, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνει ράτων ἀλλόκοτοι. ἔδοξε γὰρ καθ' ὕπνους οὗτος πρὸς τὴν μεγά λην ἐκκλησίαν μετὰ τοῦ Μιχαὴλ ἀπελθεῖν ὡς τάχα πανηγύρεως οὔσης. ὡς οὖν ἀφίκοντο καὶ προσωτέρω ἐγίνοντο τοῦ θείου ναοῦ, ὁρᾶν ἐδόκει λευκοφόρους τινὰς προηγουμένους, οἵτινες ὁδηγοῦντες αὐτὸν ἄγουσι πρὸς τὰς κιγκλίδας τοῦ θυσιαστηρίου, καὶ βλέπει μὲν ἄλλο οὐδέν, περὶ δὲ τὸν θρόνον τοῦ πατριάρχου καθήμενόν τινα γηραιόν (Πέτρον εἴκασε τοῦτον εἶναι τὸν κορυφαῖον τῶν ἀπο στόλων), οὗ πρὸς τοῖς ποσὶν ὁ μακαρίτης ἐκυλινδεῖτο Ἰγνάτιος, ἐκδίκησιν ἐξαιτῶν ὧν ἐπεπόνθει δεινῶν. τὸν δὲ ἑνὶ τῶν παρεστώ των μάχαιραν δοῦναι καὶ εἰπεῖν "ταύτῃ τὸν θεόργιστον" οὕτω τὸν Καίσαρα κατονομάσαντα "τῇ τῶν εὐωνύμων χώρᾳ ἐγκατα στήσας μεληδὸν διάτεμνε. τὸν δὲ ἀσεβότεκνον" διὰ τοῦ τοιού του προσρήματος τὸν βασιλέα δηλοποιήσαντα "κατάλεγε μὲν τοῖς 2.179 δεξιοῖς, τὴν δ' ὁμοίαν δίκην ἀπεκδέχεσθαι πρόσειπε." καὶ ὁ μὲν ὄνειρος οὗτος· εἰ δὲ καὶ ἀπέβη τὰ θεαθέντα, δηλώσει τὰ μετὰ ταῦτα. Ἄρτι κατὰ τῶν Κρητῶν ὁ Βάρδας πανδημεὶ μετὰ τοῦ Μι χαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς θεοτόκου ναὸν τῶν ὁδηγῶν φοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν συντακτήριον ἐκπληρῶν. ὡς οὖν τοῖς ἀδύτοις προσήγγισεν, ἄφνω τῶν αὐτοῦ ὤμων ἡ χλαμὺς ὀλισθήσασα αἰσθέσθαι τοῦτον δεινοτέρων δεινῶν παρεσκεύασε. καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν ἀπαίρειν ἀπὸ τῆς πό λεως, εἴτ' ἀφ' ἑαυτοῦ εἴτε καὶ ἄλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνό μενος, συναγαγὼν εἰς ταυτὸ τοὺς φίλους καὶ συμποσιάσας μεμνῆ σθαί τε τῆς αὐτοῦ παρῄνει φιλίας καὶ λεγάτα, ὡς τοῦ βίου ἤδη ἔξω γινόμενος, παρέσχετο. ὡς οὖν κατὰ τῆς Κρήτης ἐξῄεσαν καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν, καὶ κατά τινα Χῶρον τόπον οὕτω λεγόμενον οἱ τούτῳ ὑπηρετοῦντες προκαταλαβόντες τὰς σκηνὰς κατεπήγνυον ἁμίλλῃ χρώμενοι καὶ σπουδῇ, ἐνταῦθά που, εἴτε δὴ κατὰ πρόνοιαν εἴτε καὶ ἄλλως κατ' ἄγνοιαν, τὴν μὲν τοῦ βασιλέως ἐπὶ πεδινοῦ χωρίου αὐλαίαν ἐπήξαντο, εἴς τινα δὲ λόφον ὑπερανεστηκότα τὴν τοῦ Καίσαρος ἀνεπέτασαν. ὅπερ ὡς