362
ἕρμαιον λαβόντες οἱ τῷ Μιχαὴλ προσκείμενοι καὶ προσπολεμοῦν τες τῷ Καίσαρι κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ' ἐκείνου ἐξέ καιον συμβουλάς. ὑπέθραττε δ' ὅμως αὐτοὺς καὶ νωθροτέρους ἐποίει πρὸς τὴν ἐγχείρησιν ἡ τοῦ Καίσαρος κραταιοτέρα ἰσχύς· τήν 2.180 τε γὰρ τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν ὁ τούτου εἶχεν υἱὸς Ἀν τίγονος, καὶ οἱ λοιποὶ στρατηγοὶ αὐτῷ ἐπειθάρχουν, καὶ Συμβά τιος ὁ λογοθέτης τοῦ δρόμου, γαμβρὸς ἐπὶ τῇ θυγατρὶ αὐτοῦ τυγχάνων, ἀναντιρρήτως τὰ ἐκείνου φρονεῖν ἐπιστεύετο. ἀλλ' ἔλαθεν ὁ Συμβάτιος ὑπὸ τοῦ βασιλέως κλαπεὶς καὶ τὸν φόνον τοῦ πενθεροῦ ἐργασάμενος αὐτός, καὶ οὐκ ἄλλος, σύνθημα τοῦ φό νου εὐτρεπισθείς. ἄρτι γὰρ ἐξῄει τὰς ἀναφορὰς ἀναγνούς, καὶ τὸ σημεῖον ἐδίδου τοῦ φόνου, σταυρὸν εἰς τὸ ἑαυτοῦ πρόσωπον ἐγχαράξας. ἀνεβάλλοντο δ' ὅμως οἱ συνωμόται, τὴν ἑταιρείαν παρισταμένην ὁρῶντες τοῦ Καίσαρος. ὅπερ ὁ Μιχαὴλ εὐλαβη θείς, μή πως κατάφωρος γενόμενος καθ' ἑαυτοῦ τὴν μάχαιραν ἐπισπάσηται, διὰ πιστοῦ τινὸς ἐθαρσοποίει τοὺς ἄνδρας ταῖς ὑπο σχέσεσι. καὶ παρῆλθεν ἂν τὸν κίνδυνον καὶ παρεκρούσατο ὁ Καῖ σαρ τῷ δέει καταπλησσομένων καὶ κατεπτηχότων τῶν συνωμοτῶν, εἰ μὴ Βασίλειος ὁ μετὰ ταῦτα βασιλεύς, παρακοιμώμενος ὤν, διανέστη πρὸς τὴν ἐγχείρησιν· οὗτος γὰρ ἀπορρῖψαί τε πείθει τὸ δέος τοὺς συνωμότας καὶ πρὸς τὴν πρᾶξιν ἐπιρωννύει. ξιφήρεις οὖν τοὺς ἄνδρας ἰδὼν ὁ Βάρδας ἐπιόντας ἀθρόως ἔγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς πόδας ἔρριψε τοῦ βασιλέως ἑαυτόν. ἀλλ' ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσιν, εἶτα κοντῷ τὰ παιδογόνα αὐτοῦ ἐπαιωρήσαντες μόρια παραδειγματίζουσιν. ἤρθη δὲ θόρυβος πολὺς καὶ τῷ βασιλεῖ κίνδυνον ἐπισείων, ὃν ὁ τῆς βίγλας δρουγγάριος Κωνσταντῖνος μετὰ πολλῶν εἰς μέσον 2.181 ἀθρόως ἐπιφανεὶς διέλυσεν, εὐφημίαις τε βάλλων τὸν βασιλέα καὶ δικαίως ἀποθανεῖν τὸν Βάρδαν διαβεβαιούμενος. καὶ ὁ μὲν Βάρ δας οὕτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ οὕτω ἡ κατὰ Κρητῶν ἐκ στρατεία ἐλέλυτο, τοῦ βασιλέως πρὸς τὸ Βυζάντιον ὑποστρέ ψαντος. Τοῦτο τὸ ἔργον εἰς βασίλειον ὕψος ἀνήγαγε τὸν Βασίλειον. φυσικῆς γὰρ ἀπορῶν γονῆς ὁ Μιχαήλ, καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε ὤν, εἰσποιεῖταί τε αὐτὸν εἰς υἱὸν τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας, καὶ διάδημα μετὰ μικρὸν αὐτῷ περιτίθησι κατὰ τὴν μεγάλην ἐκκλησίαν γενόμενος. ἐγκρατὴς δ' οὗτος τῆς ἀρχῆς γε γονὼς ἀπεπειρᾶτο τὸν βασιλέα ὡς πορρωτάτω ἀπάγειν τῶν μιση τῶν ἔργων καὶ ἐπιρρήτων. ἔλαθε δὲ διὰ τοῦτο ἑαυτῷ καθοπλί ζων τὸν φθόνον. μὴ φέρων γὰρ τοὺς ἐλέγχους ὁ Μιχαήλ, καὶ τὸν Βασίλειον ἐκποδὼν ποιῆσαι διανοούμενος ὡς τῶν αὐτοῦ θελη μάτων ἐμποδιστήν, Βασιλικῖνόν τινα τοῦ βασιλικοῦ δρόμωνος ἐρέτην ὑπάρχοντα εἰς μέσον ἀγαγὼν τὴν πορφύραν τε ἐνδύει καὶ τὸ διάδημα περιτίθησι καὶ πρὸς τὴν σύγκλητον ἐξάγει τῆς χειρὸς ἔχων αὐτόν, καὶ ἐξαγαγὼν τοιούτων τινῶν ῥημάτων ἀπήρξατο "πάλαι μὲν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν ἢ τὸν Βασίλειον· πρόσεστι γὰρ αὐτῷ πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος, τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος· ἅπαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν." 2.182 αὕτη ἡ πρᾶξις καὶ ὁ λόγος οὗτος ἀρχὴ γέγονε τῆς αὐτοῦ καταλύ σεως. ἐπισυνέβη δέ τι καὶ ἄλλο. ἀκρατοποτῶν γὰρ ὁ Μιχαὴλ καὶ μεθυσκόμενος κατὰ τὸν τῆς μέθης καιρὸν πολλὰ καὶ ἄτοπα προσέταττε πράττεσθαι, τοῦ μὲν ἀφαιρεῖσθαι τὰ ὦτα, ἄλλου τὴν ῥῖνα, καὶ τὴν κεφαλὴν ἑτέρου· ἐκώλυε δὲ ταῦτα γίνεσθαι ὁ Βα σίλειος, οὐ τοσοῦτον περὶ τῶν ἄλλων ὅσον περὶ ἑαυτοῦ δεδοικώς. ὡς οὖν ἔγνω ὁ Μιχαὴλ ἐμπόδιον αὐτὸν ἔχων, μεγάλην κατ' αὐτοῦ συρράπτει ἐπιβουλήν. ἡ δὲ ἦν· ὑποτίθησί τινι λόγχην ἐπαφεῖναι λόγῳ μὲν κατὰ τοῦ θηρίου, ἔργῳ δὲ κατὰ τοῦ Βασιλείου. καὶ τοῦτο δῆλον γέγονε τοῦ κελευσθέντος ἐν τῷ μέλλειν ἀποθνήσκειν ἐξαγορεύσαντος. ἀφῆκε μὲν οὖν οὗτος τὴν λόγχην, διήμαρτε δέ, καὶ σέσωστο ὁ Βασίλειος. καὶ σωθεὶς δρᾶσαί τι μᾶλλον ἐσπού δασεν ἢ παθεῖν· καὶ σφάττεται ὁ