363
Μιχαὴλ κατὰ τὰ ἀνάκτορα τοῦ ἁγίου Μάμαντος, ἐν ἔτει τῷ #22τοʹ, ὥρᾳ γʹ τῆς νυκτός, ἄρξας μετὰ τῆς μητρὸς μὲν ἔτη ιδʹ, ιαʹ δὲ μοναρχήσας. ἀλλὰ καὶ οὕτως ἐκμελῶς καὶ ἀναγώγως βιώσας οὐ παντάπασιν ἠμοίρησε τῶν ἐπαι νετῶν· δισκοποτήριον γὰρ προσήνεγκε τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ πολυκάνδηλα τὰ πρῴην λίαν ὑπερελάσαντα.
Ἀναιρεθέντος δ', ὡς εἴπομεν, τοῦ Μιχαὴλ τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος ὁ Βασίλειος. ὅστις δὲ οὗτος ἦν καὶ ὅθεν ὥρ μητο, κἀκ ποίας αἰτίας εἰς τὴν βασίλειον ἀνῄει περιωπὴν ἐκ τα πεινῆς καὶ ἀλαμποῦς ὁρμώμενος τύχης, ἄνωθεν διαλαβὼν ὁ λόγος 2.183 διατρανώσει. ἤνεγκε τοίνυν ἡ τῶν Μακεδόνων χώρα αὐτόν, εἷλκε δὲ τὸ γένος ἐξ Ἀρμενίων, ἐκ πάνυ λαμπρᾶς καταγόμενος τῆς τῶν Ἀρσακιδῶν σειρᾶς, ἐξ ἧς μόνης νόμος ἦν βασιλεύεσθαι Πάρθοις καὶ Μήδοις καὶ Ἀρμενίοις διὰ τὸ κλέος τοῦ πρώτου Ἀρσάκου τοῦ ἀνακτησαμένου τοῖς Πάρθοις τὴν βασιλείαν ὑπὸ Περσῶν ἐσφετε ρισμένην. καὶ συνέβη μέχρι πολλοῦ τοὺς τοῦ Ἀρσάκου ἀπογό νους βασιλεύειν τῶν εἰρημένων ἐθνῶν. ἔσχατος δὲ τῆς βασιλείας ἐκπεσὼν Ἀρτάβανος τῆς προγονικῆς, καὶ ὁ τούτου ἀδελφὸς Κλιέ νης, φυγάδες εἰς τὸ Βυζάντιον παραγίνονται· Λέων ὁ μέγας τότε τὴν τῶν Ῥωμαίων ἴθυνε βασιλείαν. οὗτος οὖν τοὺς ἄνδρας ὑπο δεξάμενος καὶ ἀξιοπρεπῶς τιμήσας οἴκησιν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένειμεν. ὅπερ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς γράμ μασιν αὐτοὺς μετεκαλεῖτο, εἰς τὴν πατρῴαν ὑπισχνούμενος ἡγε μονίαν ἐγκαταστῆσαι. δεξαμένων δ' ἐκείνων τὰ γράμματα καὶ περὶ τοῦ πρακτέου διασκοπουμένων, μηνύεται διά τινος τῶν ὑπηρε τουμένων αὐτοῖς πάντα τῷ βασιλεῖ, καὶ ὅτι οἱ πλανῆται οὗτοι καὶ ἐπήλυδες τῶν ἐπισημοτέρων εἰσί. καὶ εἴς τινα πολίχνην τῆς Μα κεδονίας Νίκην ὀνομαζομένην μετὰ γυναικῶν καὶ τέκνων αὐτοὺς κατοικίζει. εἶτα πάλιν τῆς Περσῶν βασιλείας ὑπὸ τῶν Σαρακη νῶν ἀνατραπείσης, τὰ παραπλήσια καὶ ὁ τηνικαῦτα ἀμερμουμνῆς διεπράξατο, καὶ γράμμασι μετεκαλεῖτο τοὺς ἐν Μακεδονίᾳ τῶν Ἀρσακιδῶν ἀπογόνους. φωραθέντος δὲ καὶ τούτου τοῦ δράματος Ἡρακλείῳ τῷ βασιλεῖ, καὶ ὅτι οὐκ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ἡ με τάκλησις γίνεται, ἀλλ' ὥστε δι' αὐτῶν τὸ τῶν Ἀρμενίων καὶ Πάρ 2.184 θων γένος ὑπήκοον γενέσθαι, εἰς Φιλίππους αὐτοὺς (μία δὲ αὕτη τῶν Μακεδονικῶν πόλεων) μετοικίζει, εἶτα πάλιν ἐκεῖθεν εἰς Ἀδριανούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος τοῖς ξένοις, εἰς πλῆθος κατέστησαν, ἀσύγχυτον τὸ γένος φυλάσσοντες. χρόνοις δὲ ὕστερον, ἡνίκα Κωνσταντῖνος σὺν Εἰρήνῃ τῇ μητρὶ ἐβασίλευ σεν, ἀνήρ τις Μαΐκτης τοὔνομα, εἰς τὸ τῶν Ἀρσακιδῶν ἀναφέρων γένος, κατά τινα χρείαν εἰσῄει εἰς τὴν βασιλεύουσαν, ὃς ἀνδρὶ περιτυγχάνει τυχαίως ὁμογενεῖ Λέοντι τοὔνομα, καὶ εἰς ὁμιλίαν αὐτῷ καταστὰς ὅλος τῆς τούτου φιλίας ἐγένετο. ὡς δὲ κατενόησε καὶ αὐτὸν τοῦ τῶν Ἀρσακιδῶν αἵματος εἶναι, ἐν Ἀδριανουπόλει οἰκοῦντα, προκρίνει τῆς ἰδίας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν, καὶ τὸ πρὸς αὐτὸν ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο· ἐξ ὧν ὁ τοῦ ἱστορουμένου προῆλθε πατήρ, ῥώμῃ τε διαφέρων καὶ τῇ λοιπῇ τοῦ σώματος θέσει· ὃν γυνή τις εὐγενής, τῆς τοῦ μεγάλου Κωνσταντίνου, ὥς φασι, καταγομένη σειρᾶς, γαμβρὸν ἐπὶ τῇ ἰδίᾳ ἄγεται θυγατρὶ λίαν εὐπρεπεστάτῃ, ἐξ ἧς ἐτέχθη Βασίλειος, πολλὰ πρὸ τῆς γεννήσεως φέρων τὰ τῆς βασιλείας σύμβολα. ἐκ τῶν τοιούτων γεννητόρων προαχθεὶς ὁ Βασίλειος ἐλευθερίως ἀνήγετο. ἐπεὶ δὲ Κροῦμος ὁ τῶν Βουλγά ρων ἄρχων, ταῖς κατὰ Ῥωμαίων νίκαις πεφυσημένος, μέγα στρα τόπεδον ἀγείρας ἐπολιόρκει τὴν Ἀδριανούπολιν, μηδενὸς χεῖρα ἀντᾶραι τούτῳ τολμῶντος ἀνυποστάτῳ τυγχάνοντι διὰ τὰς προη γησαμένας εὐτυχίας, χρόνον τῇ πόλει περικαθίσας ἐφ' ἱκανὸν ὡμολόγει ταύτην διὰ τὴν τῶν ἀναγκαίων ἔνδειαν παραστήσασθαι, 2.185 πάντας τε τοὺς ἐν αὐτῇ, οἷς ἠριθμεῖτο καὶ ὁ τῆς πόλεως ἀρχιε ρεὺς Μανουήλ, εἰς Βουλγαρίαν μετέστησε. συνέβη μετὰ τῶν