364
ἄλλων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορος, ὑπομάζιον αὐτὸν ἔτι φέροντας, εἰς τὴν Βουλγάρων ἀπαχθῆναι γῆν. ἔνθα αὐτός τε ὁ κλεινὸς ἀρχιερεὺς καὶ οἱ τοῦ Βασιλείου γεννήτορες καὶ τὸ σὺν τῷ ἀρχιερεῖ πλῆθος ἀνόθευτον τὴν εἰς Χριστὸν πίστιν διατηρήσαντες πολλοὺς τῶν Βουλγάρων πρὸς τὴν ὀρθόδοξον πίστιν μετήγαγον, μήπω τοῦ ἔθνους μετηγμένου πρὸς θεοσέβειαν, καὶ πολλαχοῦ τῆς Βουλγαρικῆς γῆς Χριστιανικῆς διδασκαλίας κατεβέβληντο σπέρ ματα. ἀλλὰ Κροῦμος μὲν ἔφθη καταλύσασθαι τὴν ζωήν, Κρυτά γων δὲ ὁ τούτου διάδοχος πολλῷ τὸν ἀπελθόντα νικῶν εἰς θηριω δίαν, αὐτὸ τὸ γινόμενον οὐκ ἀγνοήσας, καὶ ὅτι τὸ τῶν Βουλγά ρων γένος ἠρέμα πρὸς χριστιανισμὸν μεταφέρεται, θυμοῦ πλήρης καθίσταται, καὶ τόν τε θεῖον ἀρχιερέα Μανουὴλ καὶ τοὺς ἐξοχω τάτους τῶν περὶ αὐτὸν μετὰ θυμοῦ παραστησάμενος πρῶτον μὲν ἠπίως μεταστῆσαι ἐπειρᾶτο καὶ ὁμαλῶς τῆς ὀρθοδόξου καὶ ἀμω μήτου τῶν Χριστιανῶν πίστεως, ἐπεὶ δὲ κρείττους αὐτοὺς κατε νόησε καὶ ὑποσχέσεων καὶ ἀπειλῶν, μετὰ πολλὰς αἰκίας τῷ διὰ μαρτυρίου παρέδωκε θανάτῳ. καὶ Μανουὴλ μὲν ὁ κλεινὸς ἀρχιε ρεὺς οὕτω τῷ διὰ μαρτυρίου τέλει συνάμα τοῖς ὑπ' αὐτὸν ἐμφανέσι τὴν ἑαυτοῦ ἐπισφραγίζει ζωήν, καὶ πολλοὺς τῶν καθ' αἷμα συνέβη προσηκόντων μαρτυρικῆς εὐκλείας ἀξιωθῆναι· ἐπεὶ δὲ ἔδει ποτὲ καθόδου τυχεῖν τοὺς ὑπολελειμμένους αἰχμαλώτους, ἄνωθεν τοῦ θεοῦ τὴν ἔξοδον αὐτοῖς πραγματευομένου, ὁ τῶν Βουλγάρων ἀρχη γὸς πολλάκις θραυσθεὶς καὶ μὴ δυνάμενος ἐπὶ πλέον πρὸς τὰς 2.186 Ῥωμαϊκὰς δυνάμεις ἀντικαθίστασθαι εἰρήνην ἀντὶ τῆς μάχης ἀσπάζεται καὶ ἀπολύει τῆς αἰχμαλωσίας τὸν λαόν. ἄρτι δὲ συνα λιζομένων τῶν αἰχμαλώτων, καὶ μελλόντων ἤδη πρὸς τὰ πάτρια ἤθη παλινοστεῖν, καὶ ὁ ἄρχων θεωρὸς ἐγένετο τῶν αἰχμαλώτων, καὶ τὸν παῖδα κατιδὼν Βασίλειον ἤδη τὴν παιδικὴν παραλλάσσοντα ἡλικίαν καὶ τῆς ἐφήβου ἁπτόμενον πρὸς ἑαυτὸν μετεκαλεῖτο, ἐλευ θέριον ἰδὼν ἐνορῶντα καὶ χαρίεν ὑπογελῶντα καὶ περισκαίροντα, καὶ ἐγγὺς παραστάντα ταῖς χερσὶν ἠθέλησε κατασχεῖν καὶ ἀσπάσα σθαι καὶ μῆλον ὑπερφυὲς τὸ μέγεθος αὐτῷ παρασχεῖν· ὅπερ οὗ τος ἀκάκως πάνυ καὶ θαρραλέως τοῖς τοῦ ἄρχοντος ἐπερειδόμενος γόνασι διδόμενον ὑπεδέξατο, ἐν τῷ ἀπλάστῳ ἤθει καὶ ἀπεριέργῳ τὴν ἑαυτοῦ εὐγένειαν ἐνδεικνύμενος, ὡς ἐκπλαγῆναι μὲν τὸν ἄρ χοντα, ἀγανακτεῖν δὲ λεληθότως τοὺς ὑπ' αὐτόν, εἰ τοιοῦτος ὢν ὁ νέος συγχωροῖτο οἴκοι παλινοστεῖν. ἀλλ' ἀπελύθη ὅμως εὐμε νείᾳ θεοῦ ὁ αἰχμάλωτος τῶν Ῥωμαίων λαὸς ἀπαθής, συνεξῆλθον δὲ οἱ τοῦ Βασιλείου γονεῖς, τὸν φίλτατον ἑαυτῶν παῖδα προσεπα γόμενοι. Φασὶ δὲ καὶ πολλὰ σημεῖα συνενεχθῆναι τούτῳ, γνώριμον καθιστῶντα τὸν ἄνδρα, ὡς εἰς τὴν βασίλειον ἀναχθείη περιωπήν. ἀλλὰ τὰ μὲν ἄλλα παριτέον τῷ λόγῳ ὡς παρολκὴν ἐμποιοῦντα· ὃ δ' οὐ θέμις παραδοῦναι σιγῇ, τοῦτο καὶ διηγήσομαι. θέρους ἦν ἀκμή, καὶ οἱ τὸν παῖδα γεγεννηκότες ἐξῆλθον εἰς τὸν ἴδιον ἀγρόν, τοὺς θεριστὰς πρὸς τὸ ἔργον ἐντείνοντες. καὶ οὗτοι μὲν ἦσαν πρὸς τούτοις, τὸ δὲ παιδίον ἵνα μὴ ὑπὸ τοῦ θάλπους κατα 2.187 φλέγοιτο τοῦ ἡλίου, σκηνήν τινα σχεδιάσαντες ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων ἐν ταύτῃ τοῦτον κοιμηθησόμενον ἔθεντο, ἅμα μὲν τῆς τοῦ ἡλίου θέρμης τὸν καύσωνα ἀβλαβῶς διελθεῖν μηχανώμε νοι, ἅμα δὲ καὶ ὡς ἀπερικόπως ὑπνώττῃ, μὴ ὑπό τινος ἔξωθεν ἐνοχλούμενος. ἀλλ' ἐκεῖνοι μὲν τὴν στιβάδα, ὡς ὁ καιρὸς ἐδί δου, σχεδιάσαντες καὶ τὸν παῖδα κατακοιμήσαντες ᾤχοντο πρὸς τὸ ἔργον· τοῦ ἡλίου δὲ τὰς ἀκτῖνας ἐπαφιέντος τῷ παιδὶ καὶ οὐ μικρῶς τούτῳ παρενοχλοῦντος, ἀετὸς ἐπικαταπτὰς ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς, μή τι καὶ πάθοι παρὰ τοῦ ζῴου εὐλαβηθέντων, ἡ μήτηρ εὐθὺς πρὸς τὸν παῖδα δραμοῦσα, ὡς εὗρε τοῦτον ἡδέως καθεύ δοντα, ἰδοῦσα δὲ καὶ τὸν ἀετὸν τῷ παιδίῳ σκιὰν ταῖς πτέρυξι περιποιούμενον καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλαγέντα ἐπέλευσιν, ἀλλ' ὥσπερ καὶ χάριν ἀπαιτοῦντος αὐτήν, κατὰ μὲν τὸ πρόχειρον οὐκ εἰς νοῦν