365
ἔβαλλε τὸ θεοπρόπιον, ἀλλ' ὡς εἶχε λίθον ἀπὸ τῆς γῆς λαβοῦσα τὸν ἀετὸν ἀπεδίωκε. καὶ οὗτος μὲν μικρὸν ἀπέπτη, τῆς δὲ γυναικὸς πρὸς τὸν ἄνδρα ὑποστρεψάσης πάλιν παρῆν ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐπι σκιάζων. καὶ πάλιν ἦρτο φωνὴ παρὰ τῶν θεατῶν διωλύγιος, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ λίθῳ πάλιν ὁ ἀετὸς ἀποσοβού μενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ὑποστροφή. ὡς δὲ καὶ τρὶς καὶ πολλάκις τοῦτο ἐγένετο, μόλις ποτὲ συναίσθησιν τοῦ θείου λαμβάνει συμβόλου, καὶ τεκμηριοῦται διὰ τῶν προλα βόντων τὰ γενόμενα ὕστερον. Ἐτρέφετο τοίνυν διὰ πάσης ἐπιμελείας ὁ παῖς ὑπὸ μόνοις τοῖς φύσασιν· ἤδη δὲ αὐτοῦ τὴν τῶν νεανίσκων παραμείψαντος 2.188 ἡλικίαν μετήλλαξε μὲν ὁ πατὴρ τὸν βίον, χηρεία δὲ περὶ τὴν μη τέρα καὶ ὀρφανία περὶ τουτονὶ τὸν νεανίαν καὶ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἀπεφύοντο. ἐπέρρει δὲ καὶ φροντίδων ἐσμός, τῆς περὶ τὸν οἶκον ἐπιμελείας καὶ τῆς μητρικῆς προνοίας καὶ τῶν ἀδελφῶν ἄρτι ἐφ' ἑαυτὸν ἐξημμένης. ἐπείπερ ἡ γεωργία μικρά τις ἐπι κουρία ἐδόκει αὐτῷ καὶ συνεργὸς πρὸς τὸν βίον, βουλεύεται πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν κἀντεῦθεν ἑαυτῷ τε καὶ τοῖς φιλτά τοις ἐπαξίως πορίζεσθαι τὰ δέοντα. καὶ τοῦτον μὲν εἶχεν ὁ πρὸς τὴν βασιλεύουσαν ἔρως, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ἡ μήτηρ, μὴ συγχωροῦσα ποιῆσαι τὸ βουλευόμενον, ἀλλὰ προσμένειν παρακα λοῦσα καὶ γηροτροφεῖν, ἀπελθοῦσαν δὲ παραπέμψαι ταῖς ἑαυτοῦ χερσί, καὶ οὕτω πορείαν στείλασθαι τὴν αὐτῷ καταθύμιον. ἀλλὰ καὶ οὕτως αὐτὴν ἔχουσαν δυσαποσπάστως αἱ βιωτικαὶ φροντίδες ἀναπείθουσιν ἀπολῦσαι. ἄρας οὖν ἐκ Μακεδονίας τὴν βασιλίδα καταλαμβάνει· καὶ τὸ μεταξὺ διανύσας διάστημα, καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, καὶ δι' αὐτῶν εἰσελθὼν ἤδη πρὸς ἑσπέραν τῆς ἡμέρας οὔσης, ἐν τῇ τοῦ ἁγίου μάρτυρος ∆ιομήδους μονῇ, κατὰ τὰ ἐν τοῖς προαυλίοις βάθρα πρὸ τοῦ πυλῶνος, κατάκοπος ὤν, ἀτημελῶς ὡς ἔτυχεν ἐπιρρίψας ἑαυτὸν ἀνεπαύετο.
Περὶ πρώτην δὲ φυλακὴν τῆς νυκτὸς ὄναρ τῷ τῆς μονῆς ἡγουμένῳ ὁ μάρτυς ἐφίσταται ∆ιομήδης, κελεύων ἐξελθεῖν εἰς τὸν τῆς μονῆς πυλῶνα καὶ ὀνομαστὶ καλέσαι Βασίλειον, καὶ τὸν ὑπακούσαντα εἰσαγαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι· κεχρισμένον γὰρ εἶναι τοῦτον βασιλέα παρὰ θεοῦ, καὶ 2.189 αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὁ δὲ καθηγούμενος φάντασμα τὸ θεαθὲν εἶναι ὑπολογι σάμενος ἐν οὐδενὶ λόγῳ τὰ λαληθέντα ἐποιήσατο, ἀλλὰ πάλιν ἑαυ τὸν τῷ ὕπνῳ ἐπεδεδώκει. τὰ ὅμοια δὲ πάλιν ἐκ δευτέρου θεασά μενος, ἐπεὶ μὴ ἀνέφερε νωθής τις ὢν καὶ ὑπνώδης, ἐκ τρίτου βλέπει τὸν μάρτυρα οὐκέθ' ἡσύχως καὶ πράως παρακελευόμενον, ἀλλὰ καὶ λίαν σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπι φέροντα, εἰ μὴ θᾶττον ὑπηρετήσει τοῖς λεγομένοις. τότε δ' οὖν ἔμφοβος διυπνισθεὶς καὶ τὸν ὄκνον ἐκτιναξάμενος τῷ πυλῶνι ἐφί σταται, καὶ κατὰ τὸ θεῖον πρόσταγμα ἐκάλει Βασίλειε. καὶ ὃς εὐθὺς "ἰδοὺ ἐγώ, κύριε· τί προστάσσεις τῷ δούλῳ σου;" εἴσω δὲ αὐτὸν τῆς μονῆς εἰσαγαγὼν δεούσης τε θεραπείας καὶ ἐπιμε λείας ἠξίωσε καὶ πάσης μετέδωκε φιλοφροσύνης. εἶτ' ἐχεμυθεῖν ἀσφαλισάμενος καὶ μὴ ἔκπυστον πρός τινα θέσθαι ἀλλὰ παρ' ἑαυ τῷ φυλάττειν τὸ μυστήριον παρεγγυήσας, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόρρησιν, καὶ μετὰ τὴν ἔκβασιν τῶν πραγμάτων ἑαυ τοῦ τε καὶ τῆς μονῆς μεμνῆσθαι ἐδυσώπει. τοῦ δὲ ὡς ὑπὲρ ἑαυ τὸν τὸ πρᾶγμα ἀποσειομένου, καὶ μᾶλλον ἀξιοῦντος τὸν ἡγούμε νον εἰσοικισθῆναί τινι τῶν ἐμφανεστέρων εἰς δουλείαν, ἀσπασίως ἑαυτὸν εἰς τοῦτον ἐκδέδωκεν ὁ ἡγούμενος, καὶ ἐπεὶ συνήθως εἶχε πρὸς τὴν τοιαύτην μονὴν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ τοῦ Βάρδα τοῦ Καίσαρος συγγενὴς Θεόφιλος, ὃν ὑποκοριζόμενοι διὰ τὸ μι κρὸν τῆς ἡλικίας Θεοφιλίτζην ἐκάλουν, τούτῳ συνέστησε τὸν Βα σίλειον ἀεὶ σπουδὴν ἔχοντι γενναίους καὶ εὐειδεῖς καὶ ἐπ' ἀνδρίᾳ 2.190 διαβοήτους κεκτῆσθαι περὶ αὐτὸν ὑπηρέτας· τοιούτους γὰρ προσ