366
λαμβάνων Σηρικαῖς τε εὐθὺς ἐκόσμει ἐσθῆσι καὶ τῇ ἄλλῃ κατα στολῇ διαπρεπῶς κατελάμπρυνε. τούτοις ἐγκαταλεγέντα τὸν Βα σίλειον καὶ κατὰ πολὺ προύχειν τῶν ἄλλων δοκοῦντα κατὰ τὴν σωματικὴν ῥώμην καὶ ψυχικὴν ἀνδρίαν πρωτοστράτωρα τοῦτον προβάλλεται. ἀεὶ δὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἡμέραν ἐξ ἡμέρας ἐπὶ πλέον ἠγαπᾶτο παρὰ τοῦ Θεοφίλου, καὶ ἐπὶ τοῖς οἰ κείοις προτερήμασιν ἐθαυμάζετο· ἦν γὰρ κατά τε χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν θαρραλέος καὶ πρὸς πᾶν τὸ κελευόμενον ὀξύς τε καὶ ἐπιτήδειος. Καὶ ὁ μὲν Βασίλειος ἦν ἐν τούτοις, ἡ δὲ μήτηρ αὐτοῦ ἐγλί χετο μαθεῖν πῶς αὐτῷ τὰ κατὰ τὴν ὁδὸν ἔσχε καὶ ποία τις αὐτὸν παῦλα τῶν πόνων ἐδέξατο. δυσθυμοῦσα δὲ καὶ ἀσχάλλουσα ὁρᾷ καθ' ὕπνους μέγα φυτὸν κυπαρίσσῳ προσεοικός, ἔνδον τῆς αὐλῆς αὐτῆς ἑστηκός, χρυσοῖς πυκαζόμενον φύλλοις καὶ χρυσοῦς τοὺς κλάδους καὶ τὸ στέλεχος ἔχον, οὗ ἐφύπερθεν ὁ ταύτης υἱὸς Βασί λειος ἐκαθέζετο. διυπνισθεῖσα δὲ διηγεῖται τὸ ὅραμά τινι τῶν εὐλαβῶν γυναικῶν· ἡ δὲ εὐθυμεῖν τε ἐπέτρεπεν ἐπὶ τῷ υἱῷ, καὶ τὸ ὁραθὲν ἐπικρίνουσα βασιλέα Ῥωμαίων γενέσθαι τὸν υἱὸν αὐτῆς ἀπεφαίνετο. τοῖς προτέροις οὖν καὶ τοῦτο προσλαβοῦσα λοιπὸν ἡ μήτηρ οὐκέτι τὸ ἀπὸ τοῦδε περὶ αὐτοῦ ἐδυσφόρει, ἀλλ' ἔχαιρε καὶ χρηστὰς ἐπὶ τῷ υἱῷ ἔτρεφε τὰς ἐλπίδας. Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ Θεόφιλον τὸν τοῦ Βασιλείου κύριον δημοσίων χάριν πραγμάτων ἀποσταλῆναι εἰς Πελοπόννη 2.191 σον. εἵπετο τούτῳ καὶ ὁ Βασίλειος, τὴν ἀφωρισμένην αὐτῷ ὑπηρεσίαν ἀποπληρῶν. ἐλθόντων δὲ εἰς Ἀχαΐαν εἰσῄει μὲν ὁ Θεό φιλος εἰς τὸν τοῦ πρωτοκλήτου Ἀνδρέου ναὸν προσευξόμενος, οὐ συνεισῆλθε δ' αὐτῷ καὶ ὁ Βασίλειος τότε, τῇ οἰκείᾳ διακονίᾳ, ὡς ἔοικεν, ἀπασχοληθείς. ὕστερον δὲ καὶ αὐτὸς τῷ ἀποστόλῳ ἀποπληρῶν τὰ καθήκοντα, καιροῦ δραξάμενος, εἴσεισι μόνος εἰς τὸν ναόν. ἐφήδρευε δέ τις τῷ θείῳ τεμένει τοῦ ἀποστόλου μοναχὸς ἀρετῆς ἀντιποιούμενος διὰ βίου. οὗτος τὸν μὲν Θεόφιλον εἰσελθόντα μετὰ τοσαύτης δορυφορίας οὔτε ὑπεδέξατο οὔτε ἀναστὰς κατησπά σατο οὔτε τινὸς ἠξίωσε μικρᾶς γοῦν προσρήσεως, ὕστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου, ὡς εἴρηται, μόνου ὑπεξανέστη τε ὥς τινι τῶν κρειττόνων, καὶ τὴν ἐξ ἔθους τοῖς βασιλεῦσι πρέπουσαν προσή νεγκεν εὐφημίαν. ὅπερ τῶν ἐκεῖσε παρατυχόντων ἰδόντες τινὲς τῇ κατὰ τοὺς τόπους ἐκείνους πρωτευούσῃ κατά τε τρόπον καὶ εὐγέ νειαν γυναικί, ἣ ∆ανιηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομάζετο, ἀπαγγέλλουσιν. ἐκείνη δὲ τὸ διοπτικὸν τοῦ μοναχοῦ, μηδ' ὅτι προορατικοῦ χαρίσματος ἠξίωται ἀγνοοῦσα, οὐκ ἐγένετο περὶ τὸ λεχθὲν ἀμελής, ἀλλ' ἅμα τε ἤκουσε καὶ προσκαλεσαμένη τὸν μο ναχὸν ὀνειδιστικὰ πρὸς αὐτὸν διεξῄει ῥήματα, "τοσοῦτος χρόνος" λέγουσα, "πάτερ πνευματικέ, ἐξ οὗ σοι γνώριμος ἐγὼ καθέστηκα, καὶ οἶδάς με κατὰ τὸν τόπον ἐν πᾶσι τῶν πολλῶν διαφέρουσαν, καὶ οὐδέποτε οὔτε ἐπηγέρθης θεασάμενός με οὔτε ἐπηύξω μοι· ἀλλ' οὐδὲ τῷ ἐμῷ υἱῷ οὔτε ἐγγόνῳ τὴν τοιαύτην ἀπένειμας φιλο 2.192 φροσύνην. καὶ πῶς νῦν ἄνθρωπον εὐτελῆ καὶ ξένον καὶ πένητα διανύοντα βίον ἰδὼν ὑπεξανέστης καὶ ὡς βασιλέα ἐτίμησας;" "οὐχ ὡς ἕνα τῶν τυχόντων εἶδον τὸν ἄνδρα ἐγώ" ἀντέφησεν ὁ μοναχός, "ἀλλ' ὡς ἐκ θεοῦ βασιλέα Ῥωμαίων ὑπὸ Χριστοῦ προκεχειρισμέ νον ἰδὼν ἐξανέστην καὶ ἐπευφήμησα· τοῖς γὰρ ὑπὸ θεοῦ τετιμη μένοις ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή." Ὁ μὲν οὖν Θεόφιλος τὰ προστεταγμένα ἀνύσας εἴχετο πάλιν τῆς ἐπὶ τὴν βασιλίδα ὁδοῦ, ὁ δὲ Βασίλειος ἀσθενείᾳ συσχεθεὶς σώματος αὐτόθι καταλιμπάνεται· ἐπιμελείας δὲ τῆς προσηκούσης τυχὼν πρὸς τὴν ἄνοδον ἡτοιμάζετο. ὃν μετακαλεσαμένη ἡ προρ ρηθεῖσα γυνὴ ∆ανιηλὶς δώροις αὐτὸν καὶ μεγάλοις δεξιοῦται χαρί σμασι, μηδὲν ἕτερον ἐπιζητήσασα παρ' αὐτοῦ ἢ πνευματικῆς ἀδελφότητος συνδέσμῳ συνδεθῆναι πρὸς Ἰωάννην τὸν ταύτης υἱόν. ὁ δὲ πρὸς τὸ ἑαυτοῦ ἀποβλέπων εὐτελὲς καὶ τὸ περιφανὲς τῆς γυναικὸς ὡς ὑπὲρ αὐτὸν μᾶλλον οὖσαν διωθεῖτο τὴν ἔντευξιν·