367
πλείονα δὲ παράκλησιν δεξάμενος ἐκπληροῖ τὸν ταύτης σκοπόν. ἐκπληρωθείσης δὲ τῇ γυναικὶ τῆς ἐφέσεως, ἔδοξεν αὐτῇ μὴ ἐπι κρύπτειν τὸ βούλημα τοῦ θεοῦ, ἀλλὰ δημοσιεύειν καὶ φανερὰ τι θέναι τὰ μεγαλεῖα τοῦ θεοῦ, οἷς οἶδε τρόποις προλεγόμενα καὶ δηλοποιούμενα. ἰδίᾳ τοίνυν παραστησαμένη τὸν Βασίλειον "ἴσθι" ἔφη, "ὦ τέκνον, ὡς ὁ θεός σε ἐπὶ μεγάλης μέλλει τιθέναι τῆς σκο πιᾶς καὶ κύριον ἀποδεικνύειν πάσης τῆς γῆς. εἰς ἔργον οὖν ἐκ βάσης τῆς ἐμῆς προρρήσεως οὐδὲν αἰτῶ ἕτερον παρὰ σοῦ ἀλλ' ἢ 2.193 τὸ μόνον ἀγαπᾶσθαι καὶ ἐλεεῖσθαι ἐμέ τε καὶ τοὺς ἐξ ἐμοῦ." ὁ δέ, εἰ δοίη τελεσθῆναι θεὸς τὰ μηνυόμενα, κυρίαν αὐτὴν ἀπο φῆναι κατεπηγγείλατο πάσης, εἰ οἷόν τε, ἐκείνης τῆς γῆς. καὶ οὕτως ἀσπασάμενος τὴν γυναῖκα ἀνῄει πρὸς τὴν βασιλεύουσαν καὶ τὸν ἑαυτοῦ κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγενομένων χρημάτων ἐξωνησάμενος εἰς Μακεδονίαν κτήσεις ἱκανὰς κατέστη σεν ἐπὶ εὐπορίας ἅπαντας τοὺς προσήκοντας δαψιλοῦς, συνῆν δ' ὅμως καὶ διηκόνει τῷ κυρίῳ αὐτοῦ.
Ἐν τινὶ δὲ τῶν ἡμερῶν Ἀντίγονος ὁ τῶν σχολῶν ἀφηγούμε νος, ὁ τοῦ Καίσαρος Βάρδα υἱός, ἑστίασιν πολυτελῆ κατασκευα σάμενος δαιτυμόνα εἶχε τὰ πρῶτα τῶν ἀνακειμένων τὸν ἑαυτοῦ πατέρα Βάρδαν τὸν Καίσαρα, ὃς πολλοὺς καὶ ἄλλους τῶν συγγε νῶν καὶ φίλων καὶ συνήθων παραλαβὼν πρὸς τὴν εὐωχίαν ἀπῄει· συμπαρῆσαν δ' αὐτῷ καὶ Βούλγαροι συνήθεις καὶ φίλοι, οὕτω παρατυχὸν τῇ βασιλίδι ἐνδιατρίβοντες. οὐκ ἀπῆν δὲ τῆς πανδαι σίας οὐδὲ ὁ Θεόφιλος ὁ τοῦ Βασιλείου κύριος, οἷα συγγενὴς καὶ αὐτὸς τοῦ Καίσαρος. τοῦ δὲ πότου προϊόντος καὶ ἀκμαζούσης τῆς εὐωχίας, ἐπεὶ ἔτυχον οἱ Βούλγαροι ἔχοντές τινα μεθ' ἑαυτῶν ἄν δρα ἀθλητικὸν καὶ ἐπ' ἰσχύϊ σεμνυνόμενον σώματος, ἐδόκουν ἐπ' αὐτῷ μέγα φρονεῖν καὶ ἠλαζονεύοντο καὶ μηδένα εἶναι τὸν εἰς χεῖ ρας αὐτοῦ συμπεσεῖν δυνάμενον ἐμεγαλαύχουν. λέγει γοῦν περὶ μέσας τραπέζας ὁ Θεόφιλος πρὸς τὸν Καίσαρα ὡς εἰ ἀρέσκει τῇ σῇ ἐξουσίᾳ, ἔστι τις τῶν ὑπηρετούντων μοι δυνάμενος συμπλακῆ ναι τῷ περιβοήτῳ τούτῳ Βουλγάρῳ· μέγα γὰρ ὄνειδος Ῥωμαίοις, 2.194 εἰ οὕτως ἀκαταγώνιστος οὗτος ἐν Βουλγαρίᾳ παραγένηται. ἀπο δεξαμένου δὲ τὸν λόγον τοῦ Καίσαρος, καὶ προστάξαντος εἰς μέσον ἄγεσθαι τὸν νεανίσκον, ὁ πατρίκιος Κωνσταντῖνος ὁ Θωμᾶ τοῦ λογοθέτου πατήρ, σφόδρα φιλίως πρὸς τὸν Βασίλειον διακείμε νος ἅτε καὶ αὐτὸς ἐξ Ἀρμενίων τὴν τοῦ γένους ἕλκων σειράν, κάθυγρον ἰδὼν τὸν τόπον ἐν ᾧπερ ἔμελλον οἱ παλαισταὶ συμπλα κῆναι, καὶ δείσας τὸν ἐκ τῆς ὑγρότητος ὄλισθον, κόνιν καὶ πρί σμα ἀπὸ ξύλων ἐπιρραίνει τῷ ἐδάφει. οὗ γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ ὁ Βασίλειος, καὶ ὥσπερ τι παιδίον νεογνὸν πιέσας καὶ περισφίγξας αὐτόν, ὥσπερ τινὰ δεσμὸν χόρτου ἢ πόκον ἐρίου κούφως οὕτω καὶ ῥᾳδίως μετεωρίσας ἐπάνω τῆς τραπέζης ἀπέρρι ψε. τοῦτο γενόμενον χαρᾶς μὲν τοὺς Ῥωμαίους αἰσχύνης δὲ τοὺς Βουλγάρους ἐνέπλησεν. ἀπ' ἐκείνης δὲ τῆς ἡμέρας ἐπὶ πλέον ἡ τοῦ Βασιλείου ἡπλοῦτο φήμη ἀνὰ τὴν βασιλεύουσαν, καὶ τοῖς ἁπάντων διεφέρετο στόμασι περίβλεπτος ἤδη καθεστηκώς. Συνέβη δὲ καὶ ἄλλο τι τὸ ἐπὶ πλέον δόξης ἐξᾶραν αὐτόν. ἵππος ἦν παρὰ τῷ βασιλεῖ Μιχαὴλ σκληραύχην τε καὶ δυσήνιος, ἡλικίᾳ μὲν καὶ κάλλει καὶ τάχει καὶ ὡραιότητι εἴδους τοὺς πώποτε θαυμαζομένους ὑπερβαλλόμενος, ὃς εἰ ἔτυχε λυθεὶς τῶν δεσμῶν ἢ ἄλλως πως ἀφεθείς, λίαν ἦν δυσχερὴς εἰς χεῖρας αὖθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. τοῦτον ἐπικαθήμενος τὸν ἵππον ὁ βασιλεὺς πρὸς θήραν ἐξῄει, καὶ κατευστοχήσας λαγωοῦ τῇ ῥάβδῳ τοῦ ἵππου καθήλατο πρὸς τὸ 2.195 σφάξαι τὸν λαγωόν. ἄφετος δὲ ὁ ἵππος καταληφθεὶς ἀπεσκίρτα καὶ ἀπεπήδα· καὶ πολλῶν συνδραμόντων ἱπποκόμων τε καὶ ἀρχόν των καὶ τῶν λοιπῶν τῶν περὶ τὸν βασιλέα, οὐκ ἦν τινὶ δυνατὸν κατασχεῖν τὸν ἵππον, ὥστε θυμωθέντα τὸν βασιλέα κελεῦσαι, εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν ποδῶν. παρῃ