368
τεῖτο δὲ ὁ Καῖσαρ, καὶ ἐδεῖτο τοῦ βασιλέως μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ἵππου μάτην παραπολέσθαι. καὶ οἱ μὲν ἦσαν ἐν διαλογισμοῖς τοιούτοις, ὁ δὲ Βασίλειος παραδραμὼν τῷ κυρίῳ αὐτοῦ, "εἰ περιδράμω τὸν βασιλικὸν ἵππον" ἔφη "καὶ ἀπὸ τοῦ ἐμοῦ ἐκτιναχθεὶς ἔποχος αὐτῷ γένωμαι, ἆρά γε διὰ τὴν βασιλικὴν ἐφεστρίδα καὶ τὸν κοκκοβαφῆ χαλινὸν ἀγανακτήσει ὁ βασιλεὺς κατ' ἐμοῦ;" τοῦ δὲ πρὸς οὖς ὑπομνήσαντος τὸν βασιλέα, κἀκείνου κελεύσαντος τοῦτο γενέσθαι, εὐφυῶς ὁ Βασίλειος τὸν ἑαυτοῦ παρελάσας ἵππον, καὶ τῷ τοῦ βασιλέως κατὰ παράλληλον ἐξισώ σας γραμμήν, ἥλατό τε εὐθέως καὶ πρὸς τὸν βασιλικὸν ἀπεπήδη σεν ἵππον, μέγα θαῦμα ἐνεὶς τοῖς παρατυχοῦσι καὶ θεωμένοις. θαυμάσας δὲ καὶ ὁ βασιλεὺς τὴν μετ' ἀνδρίας εὐφυΐαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀποσπάσας αὐτὸν ἀπὸ τοῦ Θεοφιλίτζη ἐν τοῖς ἑαυτοῦ προσέταξε στράτορσιν. ἠγάπα δὲ διαφερόντως αὐτόν, καὶ ταῖς κατὰ μικρὸν προόδοις εἰς τὴν τοῦ πρωτοστράτωρος τάξιν ἀνήγαγε. κυνηγεσίας δέ ποτε γενομένης τῷ βασιλεῖ κατὰ τὸ Φι λοπάτιον προεπορεύετο τούτου ὁ πρωτοστράτωρ ἔφιππος, ἐπιφε ρόμενος ἐπὶ ζώνης καὶ τὸ βασιλικὸν βαρδούκιον. θορύβου δὲ καὶ 2.196 βοῆς γενομένης ὑπὸ τοῦ πλήθους λύκος τῆς ὕλης ἐξέθορε παμμε γέθης. ὁρμήσας δὲ κατόπιν αὐτοῦ ὁ Βασίλειος ἔρριψε κατ' αὐτοῦ τὸ βασιλικὸν βαρδούκιον, καὶ τυχὼν τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς ταύτην ἐδιχοτόμησεν. ὄπισθεν δὲ τοῦ βασιλέως κατὰ τὸ σύνηθες ἑπόμενος ὁ Καῖσαρ, καὶ τὸ γεγονὸς θεασάμενος, εἰπεῖν λέγεται πρός τινα τῶν συνήθων ἐν μυστηρίῳ "τοῦτον, ὦ τᾶν, ἡγοῦμαι τὸν ἄνθρωπον ὄλεθρον γενήσεσθαι ἄρδην τῆς ἡμῶν γε νεᾶς." φασὶ δ' ὅτι καὶ Λέων αὐτῷ τοῦτο προεθέσπισεν ὁ φιλό σοφος, ὀνομαστὶ τὸν ἄνδρα καλέσας καὶ σημεῖα ὑποφήνας τινὰ καὶ τῷ δακτύλῳ δείξας, καὶ τοῦτον ἔσεσθαι προειπὼν τῆς συμ πάσης ὑμῶν γενεᾶς τὸν ὄλεθρον. ἐνήδρευσεν οὖν ἀεὶ ὁ Καῖσαρ, ἤνυε δὲ οὐδέν· ἀκυρῶσαι γὰρ παγχάλεπον ἦν ὅπερ ἅπαξ τῇ προ νοίᾳ γενέσθαι ἐδόκει. Περάσαντος δέ ποτε τοῦ βασιλέως κυνηγεσίου χάριν εἰς τὸ Ἀρμαμέντον, καὶ μετὰ τὴν κυνηγεσίαν εὐωχουμένου συνάμα τῇ μητρὶ Θεοδώρᾳ καί τισι τῶν συγγενῶν καὶ οἰκειοτάτων, εἰσεκλήθη ὁ πρωτοστράτωρ τοῦ βασιλέως κελεύσαντος. πρὸς ὃν ἡ βασιλὶς πυκνότερον ἐνητένιζε, κατανοοῦσα καὶ παρεπισκοποῦσα τὰ κατ' αὐτόν. ἐπιγνοῦσα δέ τι γνώρισμα καὶ σημεῖον ἐν αὐτῷ, εὐθέως ἰλίγγῳ κατασχεθεῖσα καὶ λειποθυμίᾳ βληθεῖσα εἰς γῆν κατέπεσε. θορυβηθέντος δὲ τοῦ βασιλέως ἐπὶ τούτῳ καὶ τῶν περὶ τὸν βασι λέα, ὕδωρ τε εὐθὺς ἐκομίζετο καὶ μύρα τῶν εὐωδῶν, οἷς ἐπιρ ραίνοντες τὴν δέσποιναν ἀνεκαλοῦντο τοῦ πτώματος. μόλις δ' οὖν εἰς ἑαυτὴν ἐλθοῦσα καὶ τοῦ σκότους ἀνενεγκοῦσα, ὡς ἠρωτᾶτο 2.197 παρὰ τοῦ υἱοῦ καὶ βασιλέως ἐκ ποίας αἰτίας ἐπενεχθείη αὐτῇ τουτὶ τὸ πάθος, μόλις ἐφ' ἑαυτῆς γενομένη τάδε πρὸς τὸν υἱὸν ἀπε κρίνατο "ὅν, ὦ τέκνον, τοῦτον λέγεις Βασίλειον, ὁ τῆς ἡμετέρας ἐστὶν ἀφανισμὸς γενεᾶς· εἶδον γὰρ ἐν αὐτῷ σημεῖον πάλαι μοι παρὰ τοῦ σοῦ ἐξηγηθὲν πατρός, πρὸς ὅπερ ἰλιγγιάσασα εἰς γῆν κατ ώλισθον." ὁ δὲ βασιλεὺς τοῦτο μὲν λόγοις ἀποτρεπτικοῖς τοῦτο δὲ καὶ πληροφορίαις ἐνωμότοις ἀπῆγε τὴν μητέρα τοῦ δέους, εἰς τὸ καθεστὼς ἐπανάγων καὶ παραμυθούμενος, "τὸν ἄνθρωπον τοῦτον" λέγων "ἴσθι, ὦ δέσποινα καὶ μῆτερ ἐμή, ἄνδρα μὲν εἶναι γενναῖον, ῥώμῃ τε ἀνυπόστατον καὶ ψυχῆς εὐγενείᾳ ἀσύγκρι τον, πιστὸν δὲ τὰ εἰς ἡμᾶς καὶ εὔνουν καὶ κατ' οὐδὲν ἡμῖν κακο νούστατον." καὶ τότε μὲν τῆς τοιαύτης τύχης ἐπήρειαν οὕτω παρέδραμεν ὁ Βασίλειος· ∆αμιανοῦ δὲ τοῦ παρακοιμωμένου, ὃς εὐνοῦχός τε ἦν καὶ Σκύθης καὶ τῇ τῶν πατρικίων ἀξίᾳ τετίμητο, τὰ πραττόμενα παρὰ τοῦ βασιλέως κακίζοντος ὡς οὐ κατὰ τὸ δέον τελούμενα, ἐξαιρέτως δὲ τὰ παρὰ τοῦ θείου αὐτοῦ Βάρδα τοῦ Καίσαρος, ἀνηρεθίσθη ποτὲ πρὸς ἐπιστροφὴν ὁ βασιλεύς, λίαν ἀμβλὺς καὶ νωχελὴς πρὸς ἀντίληψιν πραγμάτων ὑπάρχων, καὶ ἐνίας τῶν τοῦ Καίσαρος πράξεων ἀνέτρεπε τάχα καὶ διωρθοῦτο. ὅπερ μὴ φέρων ὁ Καῖσαρ