369
λαθρηδὸν κατὰ τοῦ ∆αμιανοῦ συσκευά ζεται· καὶ πολλαῖς διαβολαῖς κατ' αὐτοῦ πρὸς τὸν βασιλέα χρη σάμενος, καὶ πιθανῶς σοφισάμενος τὰς κατηγορίας, ἴσχυσε με ταστῆσαι τὸν βασιλέα τῆς περὶ τὸν ∆αμιανὸν εὐνοίας, ὡς καὶ δια δέξασθαι δυνηθῆναι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος οὖν 2.198 ἐκείνου ἐχήρευε λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοῦ παρακοιμωμένου λειτούργημα· τοῦ Καίσαρος δὲ καὶ τῆς περὶ αὐτὸν φατρίας ἄλλον καὶ ἄλλον εἰς τοῦτο προβιβαζόντων, ἡ τοῦ θεοῦ πρόνοια, ἀορά τως ὡς αὐτῇ βουλητὸν τὰ πράγματα διεξάγουσα, πᾶσαν φρόνη σιν καὶ πανουργίαν ἀπέδειξεν ἄπρακτον.
Μετὰ χρόνον γάρ τινα προβάλλεται παρακοιμώμενον ὁ βασιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρικιότητι, καὶ γυναικὶ συζεύξας εὐπρεπείᾳ τε σώμα τος καὶ κάλλει καὶ σωφροσύνῃ πασῶν πρωτευούσῃ τῶν κατ' αὐ τήν· αὕτη δὲ ἦν θυγάτηρ τοῦ παρὰ πάντων ἐπὶ φρονήσει καὶ εὐ γενείᾳ διαβοήτου Ἴγγερος, τοῦ γένους καταγομένου τῶν Μαρτι νακίων. τούτου δὲ γενομένου, καὶ προσθήκην τῆς πρὸς τὸν Βα σίλειον τοῦ βασιλέως ἀγάπης ἐπιδιδούσης ἀεί, ὁρῶν ὁ Καῖσαρ, καὶ τῷ φθόνῳ δακνόμενος καὶ περὶ τοῦ μέλλοντος ὀρρωδῶν, ἔλεγε πολλάκις πρὸς τοὺς αὐτὸν ἀναπείσαντας ἀποσκευάσασθαι τὸν ∆α μιανὸν ὅτι ταῖς κακοβουλίαις ὑμῶν πιθήσας ἐγώ, ἐξώσας ἀλώ πεκα, λέοντα ἀντεισήγαγον, ἵνα πάντας ἡμᾶς ἀθρόως λαφύ ξηται. Ἄρτι δὲ τοῦ βασιλέως Μιχαὴλ κατὰ Κρητῶν ἐξελάσαντος μετὰ Βάρδα Καίσαρος τοῦ θείου αὐτοῦ, καὶ σοβαρώτερον ἁπτο μένου τῶν πραγμάτων τοῦ Βάρδα καὶ κατὰ μικρὸν ἀνιῶντος τὸν βασιλέα καὶ τοῖς περὶ αὐτὸν ὑπονοίας ἀφορμὴν διδόντος, ἐπεὶ ἐν τοῖς Κήποις ἐγένοντο (τόπος δὲ οἱ Κῆποι κατὰ τὴν παράλιον, ἔνθα πρὸς τὴν θάλασσαν εἰσβολὰς ποιεῖται ὁ Μαίανδρος ποταμός), ἐν ταῦθα δὴ τῆς συσκευῆς καὶ μελέτης γενομένης τοῖς περὶ τὸν βασι λέα, ἵνα μὴ καταταχηθέντες πάθωσι μᾶλλον ἢ δράσωσιν, ἐπι 2.199 σπεύσαντες ἀναιροῦσι τὸν Βάρδαν, καθὼς ἄνωθεν ὁ λόγος διαρ ρήδην ἐδήλωσε, περιπλακέντα τοῖς τοῦ βασιλέως ποσί. πρώτην ἦγε τηνικαῦτα μὴν ὁ Ἀπρίλλιος τῆς ιδʹ ἐπινεμήσεως. ἀποκταν θέντος οὖν τοῦ Βάρδα εὐθὺς ὁ βασιλεὺς τήν τε στρατοπεδείαν καταλύει καὶ νόστου πρὸς τὴν βασιλεύουσαν μέμνηται. ἐπανελθὼν δὲ πρὸς τὸ Βυζάντιον, ἐπείπερ οἰκείας ἠμοίρει γονῆς, εἰσποιεῖταί τε τὸν Βασίλειον καὶ εἰς τὴν τῶν μαγίστρων ἀναβιβάζει τιμήν. ὃ μὴ φέρων ὑπὸ φθόνου ὁ Συμβάτιος ὁ λογοθέτης τῶν δρόμου, ὁ τοῦ Καίσαρος Βάρδα γαμβρός, προφασισάμενος τὸ μὴ δύνασθαι ζῆν ἐπὶ τῆς βασιλίδος τὴν τῶν Θρᾳκησίων ἐξαιτεῖ στρατηγίαν, καὶ δὴ καὶ λαμβάνει. ὀλίγου δὲ καιροῦ παρελθόντος καὶ τῆς βασι λείας ἐπισφαλῶς κυβερνωμένης, ἅτε τοῦ βασιλέως πρὸς ἄλλοις ἀλλ' οὐ ταῖς τῶν πραγμάτων διοικήσεσι τὸν νοῦν ἔχοντος, καὶ τοῦ θανάτου δὲ τοῦ Βάρδα καθαρῶς ἐλέγξαντος τὴν αὐτοῦ οὐθένειαν καὶ ἀφέλειαν (ἐκείνου γὰρ ἐπαγρυπνοῦντος ὡς κοινωνοῦ τῶν πρα γμάτων, καὶ τῆς διοικήσεως καθ' ὅσον οἷόν τε ἀντεχομένου, τῇ τούτου ἐπιμελείᾳ καὶ σπουδῇ ἡ τοῦ βασιλέως οὐθένεια ἐκαλύπτετο· ἐπεὶ δ' ἐκεῖνος ἀπεσφάγη καὶ ἡ πᾶσα τῆς βασιλείας φροντὶς εἰς μόνον περιέστη τὸν βασιλέα, τότε δὴ καθαρῶς τὸ αὐτοῦ ἀνεπιτή δειον καὶ πρὸς τὰς πολιτικὰς πράξεις ἀναπεπτωκὸς ἐξηλέγχετο), ἐγίνοντο παρὰ τοῦ κοινοῦ συνεχεῖς διαγογγυσμοὶ κατὰ τοῦ βασι λέως, καὶ οὔθ' ἡ σύγκλητος οὔτε τὸ πολίτευμα τοῖς πραττομένοις ἠρέσκοντο, καὶ αὐτὸ δὴ τὸ στράτευμα ἀνασεσοβημένον καὶ κεκινη μένον ἐτύγχανεν. ἅτινα διὰ τῶν οἰκειοτάτων ὁ βασιλεὺς ἐνωτιζό2.200 μενος, καὶ τὴν ἑαυτοῦ κατανοῶν πρὸς τὰς κοσμικὰς ἐπιχειρήσεις ἀδεξιότητα, ἅμα δὲ καὶ ἐπανάστασιν εὐλαβηθείς, κοινωνὸν ἔγνω τῶν πραγμάτων προσλαβέσθαι καὶ τῆς ἀρχῆς. καὶ ἐπεὶ πρὸ ὀλί γου, ὡς ἄνωθεν εἴπομεν, υἱοποιησάμενος ἦν τὸν Βασίλειον, ᾔδει δὲ αὐτὸν καὶ ἀνδρίᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ ἱκα νὸν ἀναπληροῦν τὸ ἐν τῇ κυβερνήσει τοῦ κοσμικοῦ σκάφους ὑστέ ρημα, τὸ πλέον δὲ καὶ ὑπερτάτης δυνάμεως ἐναγούσης εἰς τοῦτο