370
αὐτόν, καὶ βασιλείας τιμῇ καὶ δόξῃ καὶ χρίσματι κατακοσμεῖ τὸν Βασίλειον, κατὰ τὴν ἱερὰν καὶ ἁγίαν ἡμέραν τῆς πεντηκοστῆς, ἐν τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας ναῷ, δημοσίαν πρόοδον ποιη σάμενος, καὶ τὸν βασίλειον τῷ Βασιλείῳ περιτίθησι στέφανον, ἕκτην πρὸς εἴκοσιν ἄγοντος τοῦ Μαΐου μηνὸς τῆς ιδʹ ἐπινεμή σεως.
Τοῦτο μαθὼν ὁ Συμβάτιος μετρίως οὐκ ἤνεγκεν, ἀλλὰ συνεργὸν εἰληφὼς καὶ τὸν πατρίκιον Πηγάνην (στρατηγέτης δὲ οὗτος τοῦ Ὀψικίου ἐτύγχανε) πρὸς ἀπόστασιν εἶδον, Μιχαὴλ μὲν εὐφημοῦντες τὸν βασιλέα, ὡς ἂν ἐκ τούτου τὰ πλήθη ἐπάγοιντο καὶ μὴ δοκοῖεν χεῖρας αἴρειν κατὰ τοῦ αὐτοκράτορος, δυσφη μοῦντες δὲ τὸν Βασίλειον καὶ μυρίαις πλύνοντες ὕβρεσι. καὶ ταῦτα μὲν ἐπράττετο θέρους· χειμὼν δ' ἐπιστὰς τὰς συστάσεις τούτων διέλυσε, τῶν ἀρχηγῶν τῆς ἀπονοίας φυγῇ τὴν σωτηρίαν πραγμα τευσαμένων. ὁ μὲν οὖν Συμβάτιος τὴν Πλατεῖαν πέτραν (φρού 2.201 ριον δὲ τοῦτο ἐρυμνὸν καὶ δυσάλωτον κατὰ τὴν Ἀσίαν διακείμενον) ἐπεισέρχεται, ὁ δὲ Πηγάνης κατέσχε τὸ Κοτυάειον. ἀλλὰ μετὰ μικρὸν καταπολεμηθέντες δέσμιοι πρὸς αὐτὸν ἀναφέρονται τὸν βασιλέα· οἳ καὶ τοὺς ὀφθαλμοὺς πηρωθέντες, καὶ προσέτι τού των τὴν μὲν δεξιὰν ὁ Συμβάτιος τὴν ῥῖνα δὲ ὁ Πηγάνης ἀποτμη θείς, ἐξορίαις παραπέμπονται. Πάντες δ' ηὐφράνθησαν ἐπὶ τῇ ἀναρρήσει τοῦ Βασιλείου οἱ τῆς Ῥωμαίων βασιλείας ὑπήκοοι, γλιχόμενοι ἄνδρα θεάσασθαι ἐπὶ τῶν οἰάκων τῆς βασιλείας καθήμενον ἰδιωτικῆς τε τύχης πε πειραμένον καὶ μὴ ἀγνοοῦντα οἷα πάσχουσιν ὑπὸ τῶν δυνατωτέ ρων οἱ ταπεινότεροι. ἐλύπει γὰρ αὐτοὺς καὶ ἡ τοῦ βασιλέως Μι χαὴλ ἀρχὴ λίαν ὑγρὰ καὶ ἐκδεδιῃτημένη ὑπάρχουσα, καὶ μηδὲν ἄλλο ἔργον ἔχουσα ἀλλ' ἢ κώμους καὶ μέθας, καὶ εὐθηνοῦσαν ἱπποδρομίαν καὶ γελωτοποιοὺς καὶ τὰς ἄλλας τὰς παρεξηυλημένας τῶν πράξεων, ὧν ὡς ἐν παρόδῳ μνείαν ἄνωθεν ὁ λόγος διὰ βρα χέων ἔθετο, τοὺς βασιλικοὺς θησαυροὺς κιναίδοις καὶ σαμβυκι στρίαις καὶ ὀρχηστρίσι καὶ ἀκολάστων ὅλων πληθύϊ δικράνοις ὅλοις ἀποκενοῦντος. ἀφ' ὧν τὰ μὲν Ῥωμαίων ἐστενοχωρεῖτο πρά γματα, αὐτὸς δὲ στενοχωρούμενος ὑπὸ τῆς ἐνδείας, καὶ μὴ ἔχων ὅ τι καὶ δράσειεν, ἀδίκους πόρους ἐπενοεῖτο εἰς θεραπείαν τάχα τῆς χρείας, καὶ χεῖρας ἀνοσίους ἐπέβαλλε τοῖς κατὰ μηδὲν ὅλως αὐτῷ προσήκουσι. κατέπαιζε δὲ καὶ τῶν θείων μετὰ μικρῶν καὶ ἀσελγῶν ἀνδρογύνων· καὶ οὐδὲν ἦν ἀρρητούργημα ὃ μὴ δι' αὐτοῦ 2.202 καὶ τῶν ἄλλως παρατρεφομένων αὐτῷ καὶ ἐλέγετο καὶ ἐπράττετο. ἀποτρέπειν δὲ τῶν τοιούτων ἀθεμίτων ἔργων τοῦτον βουλόμενος ὁ Βασίλειος πολλάκις πειραθεὶς οὐ μόνον οὐκ ἴσχυσε, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀνηρέθισε, καὶ μελετᾶν κατ' αὐτοῦ σκαιὰ καὶ ἄτοπα ἀνεκίνησε, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται. ταῖς δὲ κατ' αὐτοῦ συνεχέσιν ἐπιβουλαῖς καὶ μελέταις ἐκδειματωθεὶς ὁ Βασί λειος δρᾶσαί τι μᾶλλον πρὸ τοῦ παθεῖν ἠγωνίσατο· οὐκοῦν καὶ παρασκευασάμενος μετά τινων οἰκείων τε καὶ συγγενῶν καὶ τῶν παρακοίτων ἐν τοῖς βασιλείοις στρατιωτῶν ἀναιρεῖ τὸν βασιλέα ἐν τοῖς παλατίοις τοῦ ἁγίου μεγάλου μάρτυρος Μάμαντος. Καὶ Μιχαὴλ μὲν οὕτω βιοὺς ἀνειμένως καὶ μαλθακῶς τοιοῦ τον καὶ τὸ τέλος ἐδέξατο, ἀναγορεύεται δὲ μόναρχος εὐθὺς ὁ Βα σίλειος παρά τε τῶν συνωμοτῶν πρῶτον, εἶτα καὶ τῆς συγκλήτου βουλῆς καὶ τῶν βασιλικῶν ταγμάτων καὶ παντὸς τοῦ στρατεύμα τος καὶ τῆς πληθύος τῆς ἀστικῆς. ἅμα δὲ τῷ παρελθεῖν ἐπὶ τὴν τῶν ὅλων ἀρχήν, προσκαλεσάμενος αὐτίκα τὴν γερουσίαν καὶ τοὺς ἐν ἀξιώμασι προύχοντας, τὸν βασιλικὸν ἠνέῳξε θησαυρόν, καὶ οὐδὲν ἕτερον ἐκ τοσούτου τῶν χρημάτων πλήθους εὑρέθη εἰ μή, ὡς καὶ πρόσθεν εἴρηται, τρία μόνα κεντηνάρια. ζητήσας οὖν ὁ βασιλεὺς τὴν τῆς ἐξόδου ἀπογραφήν, καὶ ταύτην εὑρὼν παρά τινι γέροντι εὐνούχῳ, καὶ μαθὼν ὅπῃ ταῦτα ἐχώρησε, βουλὴν περὶ τούτου προύθετο τοῖς ἀρίστοις. ψήφου δὲ παρὰ πάντων δοθεί σης ἐκείνους τοὺς κακῶς ταῦτα λαβόντας ἀντιστρέψαι τὰ ληφθέν τα πρὸς τὸ δημόσιον, ὁ βασιλεὺς τοῦ ἄγαν ὑπενδιδοὺς τὰ